Site uses cookies to provide basic functionality.

OK
SIRACH
Prev Up Next Toggle notes
Chapter 48
Sira LXX 48:1  καὶ ἀνέστη Ηλιας προφήτης ὡς πῦρ καὶ ὁ λόγος αὐτοῦ ὡς λαμπὰς ἐκαίετο
Sira LXX 48:2  ὃς ἐπήγαγεν ἐπ’ αὐτοὺς λιμὸν καὶ τῷ ζήλῳ αὐτοῦ ὠλιγοποίησεν αὐτούς
Sira LXX 48:3  ἐν λόγῳ κυρίου ἀνέσχεν οὐρανόν κατήγαγεν οὕτως τρὶς πῦρ
Sira LXX 48:4  ὡς ἐδοξάσθης Ηλια ἐν θαυμασίοις σου καὶ τίς ὅμοιός σοι καυχᾶσθαι
Sira LXX 48:5  ὁ ἐγείρας νεκρὸν ἐκ θανάτου καὶ ἐξ ᾅδου ἐν λόγῳ ὑψίστου
Sira LXX 48:6  ὁ καταγαγὼν βασιλεῖς εἰς ἀπώλειαν καὶ δεδοξασμένους ἀπὸ κλίνης αὐτῶν
Sira LXX 48:7  ἀκούων ἐν Σινα ἐλεγμὸν καὶ ἐν Χωρηβ κρίματα ἐκδικήσεως
Sira LXX 48:8  ὁ χρίων βασιλεῖς εἰς ἀνταπόδομα καὶ προφήτας διαδόχους μετ’ αὐτόν
Sira LXX 48:9  ὁ ἀναλημφθεὶς ἐν λαίλαπι πυρὸς ἐν ἅρματι ἵππων πυρίνων
Sira LXX 48:10  ὁ καταγραφεὶς ἐν ἐλεγμοῖς εἰς καιροὺς κοπάσαι ὀργὴν πρὸ θυμοῦ ἐπιστρέψαι καρδίαν πατρὸς πρὸς υἱὸν καὶ καταστῆσαι φυλὰς Ιακωβ
Sira LXX 48:11  μακάριοι οἱ ἰδόντες σε καὶ οἱ ἐν ἀγαπήσει κεκοιμημένοι καὶ γὰρ ἡμεῖς ζωῇ ζησόμεθα
Sira LXX 48:12  Ηλιας ὃς ἐν λαίλαπι ἐσκεπάσθη καὶ Ελισαιε ἐνεπλήσθη πνεύματος αὐτοῦ καὶ ἐν ἡμέραις αὐτοῦ οὐκ ἐσαλεύθη ὑπὸ ἄρχοντος καὶ οὐ κατεδυνάστευσεν αὐτὸν οὐδείς
Sira LXX 48:13  πᾶς λόγος οὐχ ὑπερῆρεν αὐτόν καὶ ἐν κοιμήσει ἐπροφήτευσεν τὸ σῶμα αὐτοῦ
Sira LXX 48:14  καὶ ἐν ζωῇ αὐτοῦ ἐποίησεν τέρατα καὶ ἐν τελευτῇ θαυμάσια τὰ ἔργα αὐτοῦ
Sira LXX 48:15  ἐν πᾶσιν τούτοις οὐ μετενόησεν ὁ λαὸς καὶ οὐκ ἀπέστησαν ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν ἕως ἐπρονομεύθησαν ἀπὸ γῆς αὐτῶν καὶ διεσκορπίσθησαν ἐν πάσῃ τῇ γῇ
Sira LXX 48:16  καὶ κατελείφθη ὁ λαὸς ὀλιγοστός καὶ ἄρχων ἐν τῷ οἴκῳ Δαυιδ τινὲς μὲν αὐτῶν ἐποίησαν τὸ ἀρεστόν τινὲς δὲ ἐπλήθυναν ἁμαρτίας
Sira LXX 48:17  Εζεκιας ὠχύρωσεν τὴν πόλιν αὐτοῦ καὶ εἰσήγαγεν εἰς μέσον αὐτῆς ὕδωρ ὤρυξεν σιδήρῳ ἀκρότομον καὶ ᾠκοδόμησεν κρήνας εἰς ὕδατα
Sira LXX 48:18  ἐν ἡμέραις αὐτοῦ ἀνέβη Σενναχηριμ καὶ ἀπέστειλεν Ραψακην καὶ ἀπῆρεν καὶ ἐπῆρεν χεῖρα αὐτοῦ ἐπὶ Σιων καὶ ἐμεγαλαύχησεν ἐν ὑπερηφανίᾳ αὐτοῦ
Sira LXX 48:19  τότε ἐσαλεύθησαν καρδίαι καὶ χεῖρες αὐτῶν καὶ ὠδίνησαν ὡς αἱ τίκτουσαι
Sira LXX 48:20  καὶ ἐπεκαλέσαντο τὸν κύριον τὸν ἐλεήμονα ἐκπετάσαντες τὰς χεῖρας αὐτῶν πρὸς αὐτόν καὶ ὁ ἅγιος ἐξ οὐρανοῦ ταχὺ ἐπήκουσεν αὐτῶν καὶ ἐλυτρώσατο αὐτοὺς ἐν χειρὶ Ησαιου
Sira LXX 48:21  ἐπάταξεν τὴν παρεμβολὴν τῶν Ἀσσυρίων καὶ ἐξέτριψεν αὐτοὺς ὁ ἄγγελος αὐτοῦ
Sira LXX 48:22  ἐποίησεν γὰρ Εζεκιας τὸ ἀρεστὸν κυρίῳ καὶ ἐνίσχυσεν ἐν ὁδοῖς Δαυιδ τοῦ πατρὸς αὐτοῦ ἃς ἐνετείλατο Ησαιας ὁ προφήτης ὁ μέγας καὶ πιστὸς ἐν ὁράσει αὐτοῦ
Sira LXX 48:23  ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνεπόδισεν ὁ ἥλιος καὶ προσέθηκεν ζωὴν βασιλεῖ
Sira LXX 48:24  πνεύματι μεγάλῳ εἶδεν τὰ ἔσχατα καὶ παρεκάλεσεν τοὺς πενθοῦντας ἐν Σιων
Sira LXX 48:25  ἕως τοῦ αἰῶνος ὑπέδειξεν τὰ ἐσόμενα καὶ τὰ ἀπόκρυφα πρὶν ἢ παραγενέσθαι αὐτά