Site uses cookies to provide basic functionality.

OK
MARK
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16
Prev Up Next Toggle notes
Chapter 11
Mark StatResG 11:1  ¶Καὶ ὅτε ἐγγίζουσιν εἰς Ἱεροσόλυμα, εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ Ὄρος τῶν Ἐλαιῶν, ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ,
Mark StatResG 11:2  καὶ λέγει αὐτοῖς, “Ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν, καὶ εὐθὺς εἰσπορευόμενοι εἰς αὐτὴν, εὑρήσετε πῶλον δεδεμένον ἐφʼ ὃν οὐδεὶς ἀνθρώπων οὔπω ἐκάθισεν· λύσατε αὐτὸν καὶ φέρετε.
Mark StatResG 11:3  Καὶ ἐάν τις ὑμῖν εἴπῃ, ‘Τί ποιεῖτε τοῦτο;’ Εἴπατε, ὅτι ‘Ὁ ˚Κύριος αὐτοῦ χρείαν ἔχει’, καὶ εὐθὺς αὐτὸν ἀποστέλλει πάλιν ὧδε.”
Mark StatResG 11:4  Καὶ ἀπῆλθον, καὶ εὗρον πῶλον δεδεμένον πρὸς τὴν θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου, καὶ λύουσιν αὐτόν.
Mark StatResG 11:5  Καί τινες τῶν ἐκεῖ ἑστηκότων ἔλεγον αὐτοῖς, “Τί ποιεῖτε λύοντες τὸν πῶλον;”
Mark StatResG 11:6  Οἱ δὲ εἶπον αὐτοῖς καθὼς εἶπεν ὁ ˚Ἰησοῦς, καὶ ἀφῆκαν αὐτούς.
Mark StatResG 11:7  Καὶ ἄγουσιν τὸν πῶλον πρὸς τὸν ˚Ἰησοῦν, καὶ ἐπιβάλλουσιν αὐτῷ τὰ ἱμάτια αὐτῶν, καὶ ἐκάθισεν ἐπʼ αὐτόν.
Mark StatResG 11:8  Καὶ πολλοὶ τὰ ἱμάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδόν, ἄλλοι δὲ στιβάδας κόψαντες ἐκ τῶν ἀγρῶν.
Mark StatResG 11:9  Καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον, “Ὡσαννά! ‘Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι ˚Κυρίου!’
Mark StatResG 11:10  Εὐλογημένη ἡ ἐρχομένη βασιλεία τοῦ πατρὸς ἡμῶν, Δαυίδ! Ὡσαννὰ ἐν τοῖς ὑψίστοις!”
Mark StatResG 11:11  ¶Καὶ εἰσῆλθεν εἰς Ἱεροσόλυμα, εἰς τὸ ἱερόν· καὶ περιβλεψάμενος πάντα, ὀψίας ἤδη οὔσης τῆς ὥρας, ἐξῆλθεν εἰς Βηθανίαν μετὰ τῶν δώδεκα.
Mark StatResG 11:12  ¶Καὶ τῇ ἐπαύριον, ἐξελθόντων αὐτῶν ἀπὸ Βηθανίας, ἐπείνασεν.
Mark StatResG 11:13  Καὶ ἰδὼν συκῆν ἀπὸ μακρόθεν ἔχουσαν φύλλα, ἦλθεν εἰ ἄρα τι εὑρήσει ἐν αὐτῇ, καὶ ἐλθὼν ἐπʼ αὐτὴν, οὐδὲν εὗρεν εἰ μὴ φύλλα, ὁ γὰρ καιρὸς οὐκ ἦν σύκων.
Mark StatResG 11:14  Καὶ ἀποκριθεὶς εἶπεν αὐτῇ, “Μηκέτι εἰς τὸν αἰῶνα, ἐκ σοῦ μηδεὶς καρπὸν φάγοι.” Καὶ ἤκουον οἱ μαθηταὶ αὐτοῦ.
Mark StatResG 11:15  ¶Καὶ ἔρχονται εἰς Ἱεροσόλυμα, καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν, ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας καὶ τοὺς ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς κατέστρεψεν.
Mark StatResG 11:16  Καὶ οὐκ ἤφιεν ἵνα τις διενέγκῃ σκεῦος διὰ τοῦ ἱεροῦ.
Mark StatResG 11:17  Καὶ ἐδίδασκεν καὶ ἔλεγεν αὐτοῖς, “Οὐ γέγραπται, ὅτι ‘Ὁ οἶκός μου, οἶκος προσευχῆς κληθήσεται πᾶσιν τοῖς ἔθνεσιν’; Ὑμεῖς δὲ ἐποιήσατε αὐτὸν ‘σπήλαιον λῃστῶν’.”
Mark StatResG 11:18  Καὶ ἤκουσαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς, καὶ ἐζήτουν πῶς αὐτὸν ἀπολέσωσιν· ἐφοβοῦντο γὰρ αὐτόν, πᾶς γὰρ ὁ ὄχλος ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.
Mark StatResG 11:19  Καὶ ὅταν ὀψὲ ἐγένετο, ἐξεπορεύοντο ἔξω τῆς πόλεως.
Mark StatResG 11:20  ¶Καὶ παραπορευόμενοι πρωῒ, εἶδον τὴν συκῆν ἐξηραμμένην ἐκ ῥιζῶν.
Mark StatResG 11:21  Καὶ ἀναμνησθεὶς ὁ Πέτρος λέγει αὐτῷ, “Ῥαββί, ἴδε, ἡ συκῆ ἣν κατηράσω ἐξήρανται.”
Mark StatResG 11:22  Καὶ ἀποκριθεὶς ὁ ˚Ἰησοῦς λέγει αὐτοῖς, “Ἔχετε πίστιν ˚Θεοῦ.
Mark StatResG 11:23  Ἀμὴν, λέγω ὑμῖν ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ, ‘Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν’, καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ, ἀλλὰ πιστεύῃ ὅτι ὃ λαλεῖ γίνεται, ἔσται αὐτῷ.
Mark StatResG 11:24  Διὰ τοῦτο λέγω ὑμῖν, πάντα ὅσα προσεύχεσθε καὶ αἰτεῖσθε, πιστεύετε ὅτι ἐλάβετε, καὶ ἔσται ὑμῖν.
Mark StatResG 11:25  Καὶ ὅταν στήκητε προσευχόμενοι, ἀφίετε εἴ τι ἔχετε κατά τινος, ἵνα καὶ ὁ Πατὴρ ὑμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἀφῇ ὑμῖν τὰ παραπτώματα ὑμῶν.”
Mark StatResG 11:27  ¶Καὶ ἔρχονται πάλιν εἰς Ἱεροσόλυμα, καὶ ἐν τῷ ἱερῷ περιπατοῦντος αὐτοῦ, ἔρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς, καὶ οἱ γραμματεῖς, καὶ οἱ πρεσβύτεροι.
Mark StatResG 11:28  Καὶ ἔλεγον αὐτῷ, “Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; Ἢ τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην, ἵνα ταῦτα ποιῇς;”
Mark StatResG 11:29  Ὁ δὲ ˚Ἰησοῦς εἶπεν αὐτοῖς, “Ἐπερωτήσω ὑμᾶς κἀγὼ ἕνα λόγον, καὶ ἀποκρίθητέ μοι, καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
Mark StatResG 11:30  Τὸ βάπτισμα τὸ Ἰωάννου, ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων; Ἀποκρίθητέ μοι.”
Mark StatResG 11:31  Καὶ διελογίζοντο πρὸς ἑαυτοὺς λέγοντες, ἐὰν εἴπωμεν, ‘Ἐξ οὐρανοῦ’, ἐρεῖ, ‘Διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ;’
Mark StatResG 11:32  Ἀλλὰ εἴπωμεν, ‘Ἐξ ἀνθρώπων’;” (Ἐφοβοῦντο τὸν ὄχλον, ἅπαντες γὰρ εἶχον τὸν Ἰωάννην ὄντως ὅτι προφήτης ἦν.)
Mark StatResG 11:33  Καὶ ἀποκριθέντες τῷ ˚Ἰησοῦ λέγουσιν, “Οὐκ οἴδαμεν.” Καὶ ὁ ˚Ἰησοῦς λέγει αὐτοῖς, “Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.”