Site uses cookies to provide basic functionality.

OK
MARK
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16
Prev Up Next Toggle notes
Chapter 6
Mark StatResG 6:1  ¶Καὶ ἐξῆλθεν ἐκεῖθεν, καὶ ἔρχεται εἰς τὴν πατρίδα αὐτοῦ, καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ.
Mark StatResG 6:2  Καὶ γενομένου Σαββάτου, ἤρξατο διδάσκειν ἐν τῇ συναγωγῇ· καὶ πολλοὶ ἀκούοντες ἐξεπλήσσοντο λέγοντες, “Πόθεν τούτῳ ταῦτα, καὶ τίς ἡ σοφία ἡ δοθεῖσα τούτῳ, καὶ αἱ δυνάμεις τοιαῦται διὰ τῶν χειρῶν αὐτοῦ γινόμεναι;
Mark StatResG 6:3  Οὐχ οὗτός ἐστιν ὁ τέκτων, ὁ υἱὸς τῆς Μαρίας, καὶ ἀδελφὸς Ἰακώβου, καὶ Ἰωσῆτος, καὶ Ἰούδα, καὶ Σίμωνος; Καὶ οὐκ εἰσὶν αἱ ἀδελφαὶ αὐτοῦ ὧδε πρὸς ἡμᾶς;” Καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ.
Mark StatResG 6:4  Καὶ ἔλεγεν αὐτοῖς ὁ ˚Ἰησοῦς, ὅτι “Οὐκ ἔστιν προφήτης ἄτιμος, εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ, καὶ ἐν τοῖς συγγενέσιν αὐτοῦ, καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ.”
Mark StatResG 6:5  Καὶ οὐκ ἐδύνατο ἐκεῖ ποιῆσαι οὐδεμίαν δύναμιν, εἰ μὴ ὀλίγοις ἀρρώστοις, ἐπιθεὶς τὰς χεῖρας, ἐθεράπευσεν.
Mark StatResG 6:6  Καὶ ἐθαύμασεν διὰ τὴν ἀπιστίαν αὐτῶν. ¶Καὶ περιῆγεν τὰς κώμας, κύκλῳ διδάσκων.
Mark StatResG 6:7  Καὶ προσκαλεῖται τοὺς δώδεκα, καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο, καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων.
Mark StatResG 6:8  Καὶ παρήγγειλεν αὐτοῖς ἵνα μηδὲν αἴρωσιν εἰς ὁδὸν, εἰ μὴ ῥάβδον μόνον, μὴ ἄρτον, μὴ πήραν, μὴ εἰς τὴν ζώνην χαλκόν,
Mark StatResG 6:9  ἀλλὰ ὑποδεδεμένους σανδάλια, καὶ μὴ ἐνδύσησθε δύο χιτῶνας.
Mark StatResG 6:10  Καὶ ἔλεγεν αὐτοῖς, “Ὅπου ἐὰν εἰσέλθητε εἰς οἰκίαν, ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν.
Mark StatResG 6:11  Καὶ ὃς ἂν τόπος μὴ δέξηται ὑμᾶς, μηδὲ ἀκούσωσιν ὑμῶν, ἐκπορευόμενοι ἐκεῖθεν, ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν, εἰς μαρτύριον αὐτοῖς.”
Mark StatResG 6:12  Καὶ ἐξελθόντες, ἐκήρυξαν ἵνα μετανοῶσιν.
Mark StatResG 6:13  Καὶ δαιμόνια πολλὰ ἐξέβαλλον, καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἀρρώστους καὶ ἐθεράπευον.
Mark StatResG 6:14  ¶Καὶ ἤκουσεν ὁ βασιλεὺς Ἡρῴδης, φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ, καὶ ἔλεγεν, ὅτι “Ἰωάννης ὁ βαπτίζων ἐγήγερται ἐκ νεκρῶν, καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ.”
Mark StatResG 6:15  Ἄλλοι δὲ ἔλεγον, ὅτι “Ἠλίας ἐστίν”· ἄλλοι δὲ ἔλεγον, ὅτι “Προφήτης, ὡς εἷς τῶν προφητῶν.”
Mark StatResG 6:16  Ἀκούσας δὲ, ὁ Ἡρῴδης ἔλεγεν, ὅτι “Ὃν ἐγὼ ἀπεκεφάλισα Ἰωάννην, οὗτος ἠγέρθη!”
Mark StatResG 6:17  ¶Αὐτὸς γὰρ ὁ Ἡρῴδης, ἀποστείλας ἐκράτησεν τὸν Ἰωάννην, καὶ ἔδησεν αὐτὸν ἐν φυλακῇ διὰ Ἡρῳδιάδα, τὴν γυναῖκα Φιλίππου, τοῦ ἀδελφοῦ αὐτοῦ, ὅτι αὐτὴν ἐγάμησεν.
Mark StatResG 6:18  Ἔλεγεν γὰρ ὁ Ἰωάννης τῷ Ἡρῴδῃ, ὅτι “Οὐκ ἔξεστίν σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου.”
Mark StatResG 6:19  Ἡ δὲ Ἡρῳδιὰς ἐνεῖχεν αὐτῷ, καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι, καὶ οὐκ ἠδύνατο·
Mark StatResG 6:20  ὁ γὰρ Ἡρῴδης ἐφοβεῖτο τὸν Ἰωάννην, εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον, καὶ συνετήρει αὐτόν, καὶ ἀκούσας αὐτοῦ, πολλὰ ἠπόρει, καὶ ἡδέως αὐτοῦ ἤκουεν.
Mark StatResG 6:21  Καὶ γενομένης ἡμέρας εὐκαίρου, ὅτε Ἡρῴδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνον ἐποίησεν, τοῖς μεγιστᾶσιν αὐτοῦ, καὶ τοῖς χιλιάρχοις, καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας.
Mark StatResG 6:22  Καὶ εἰσελθούσης τῆς θυγατρὸς αὐτοῦ Ἡρῳδιάδος, καὶ ὀρχησαμένης ἤρεσεν τῷ Ἡρῴδῃ καὶ τοῖς συνανακειμένοις. Ὁ δὲ βασιλεὺς εἶπεν τῷ κορασίῳ, “Αἴτησόν με ὃ ἐὰν θέλῃς, καὶ δώσω σοι.”
Mark StatResG 6:23  Καὶ ὤμοσεν αὐτῇ, ὅτι “Ὃ ἐάν αἰτήσῃς, με, δώσω σοι, ἕως ἡμίσους τῆς βασιλείας μου.”
Mark StatResG 6:24  Καὶ ἐξελθοῦσα, εἶπεν τῇ μητρὶ αὐτῆς, “Τί αἰτήσωμαι;” Ἡ δὲ εἶπεν, “Τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτίζοντος.”
Mark StatResG 6:25  Καὶ εἰσελθοῦσα εὐθὺς μετὰ σπουδῆς πρὸς τὸν βασιλέα, ᾐτήσατο λέγουσα, “Θέλω ἵνα ἐξαυτῆς δῷς μοι ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ Βαπτιστοῦ.”
Mark StatResG 6:26  Καὶ περίλυπος γενόμενος ὁ βασιλεὺς, διὰ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους οὐκ ἠθέλησεν ἀθετῆσαι αὐτήν.
Mark StatResG 6:27  Καὶ εὐθὺς ἀποστείλας ὁ βασιλεὺς σπεκουλάτορα, ἐπέταξεν ἐνέγκαι τὴν κεφαλὴν αὐτοῦ. Καὶ ἀπελθὼν, ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ,
Mark StatResG 6:28  καὶ ἤνεγκεν τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακι, καὶ ἔδωκεν αὐτὴν τῷ κορασίῳ, καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς.
Mark StatResG 6:29  Καὶ ἀκούσαντες, οἱ μαθηταὶ αὐτοῦ ἦλθον, καὶ ἦραν τὸ πτῶμα αὐτοῦ, καὶ ἔθηκαν αὐτὸ ἐν μνημείῳ.
Mark StatResG 6:30  ¶Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν ˚Ἰησοῦν καὶ ἀπήγγειλαν αὐτῷ, πάντα ὅσα ἐποίησαν καὶ ὅσα ἐδίδαξαν.
Mark StatResG 6:31  Καὶ λέγει αὐτοῖς, “Δεῦτε ὑμεῖς αὐτοὶ κατʼ ἰδίαν εἰς ἔρημον τόπον, καὶ ἀναπαύσασθε ὀλίγον.” Ἦσαν γὰρ οἱ ἐρχόμενοι καὶ οἱ ὑπάγοντες πολλοί, καὶ οὐδὲ φαγεῖν εὐκαίρουν.
Mark StatResG 6:32  Καὶ ἀπῆλθον ἐν τῷ πλοίῳ εἰς ἔρημον τόπον κατʼ ἰδίαν.
Mark StatResG 6:33  Καὶ εἶδον αὐτοὺς ὑπάγοντας, καὶ ἐπέγνωσαν πολλοί, καὶ πεζῇ ἀπὸ πασῶν τῶν πόλεων συνέδραμον ἐκεῖ, καὶ προῆλθον αὐτούς.
Mark StatResG 6:34  Καὶ ἐξελθὼν, εἶδεν πολὺν ὄχλον καὶ ἐσπλαγχνίσθη ἐπʼ αὐτοὺς, ὅτι ἦσαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα, καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά.
Mark StatResG 6:35  Καὶ ἤδη ὥρας πολλῆς γενομένης, προσελθόντες αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ἔλεγον, ὅτι “Ἔρημός ἐστιν ὁ τόπος, καὶ ἤδη ὥρα πολλή·
Mark StatResG 6:36  ἀπόλυσον αὐτούς, ἵνα ἀπελθόντες εἰς τοὺς κύκλῳ ἀγροὺς καὶ κώμας, ἀγοράσωσιν ἑαυτοῖς τί φάγωσιν.”
Mark StatResG 6:37  Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, “Δότε αὐτοῖς ὑμεῖς φαγεῖν.” Καὶ λέγουσιν αὐτῷ, “Ἀπελθόντες, ἀγοράσωμεν δηναρίων διακοσίων ἄρτους, καὶ δώσομεν αὐτοῖς φαγεῖν;”
Mark StatResG 6:38  Ὁ δὲ λέγει αὐτοῖς, “Πόσους ἄρτους ἔχετε; Ὑπάγετε, ἴδετε.” Καὶ γνόντες λέγουσιν, “Πέντε καὶ δύο ἰχθύας.”
Mark StatResG 6:39  Καὶ ἐπέταξεν αὐτοῖς ἀνακλῖναι πάντας, συμπόσια συμπόσια ἐπὶ τῷ χλωρῷ χόρτῳ.
Mark StatResG 6:40  Καὶ ἀνέπεσον πρασιαὶ πρασιαὶ, κατὰ ἑκατὸν καὶ κατὰ πεντήκοντα.
Mark StatResG 6:41  Καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν, εὐλόγησεν καὶ κατέκλασεν τοὺς ἄρτους, καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ, ἵνα παρατιθῶσιν αὐτοῖς, καὶ τοὺς δύο ἰχθύας ἐμέρισεν πᾶσιν.
Mark StatResG 6:42  Καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν.
Mark StatResG 6:43  Καὶ ἦραν κλάσματα δώδεκα κοφίνων πληρώματα, καὶ ἀπὸ τῶν ἰχθύων.
Mark StatResG 6:44  Καὶ ἦσαν οἱ φαγόντες τοὺς ἄρτους, πεντακισχίλιοι ἄνδρες.
Mark StatResG 6:45  ¶Καὶ εὐθὺς ἠνάγκασεν τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον, καὶ προάγειν εἰς τὸ πέραν πρὸς Βηθσαϊδάν, ἕως αὐτὸς ἀπολύει τὸν ὄχλον.
Mark StatResG 6:46  Καὶ ἀποταξάμενος αὐτοῖς, ἀπῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι.
Mark StatResG 6:47  ¶Καὶ ὀψίας γενομένης, ἦν τὸ πλοῖον ἐν μέσῳ τῆς θαλάσσης, καὶ αὐτὸς μόνος ἐπὶ τῆς γῆς.
Mark StatResG 6:48  Καὶ ἰδὼν αὐτοὺς βασανιζομένους ἐν τῷ ἐλαύνειν, ἦν γὰρ ὁ ἄνεμος ἐναντίος αὐτοῖς, περὶ τετάρτην φυλακὴν τῆς νυκτὸς, ἔρχεται πρὸς αὐτοὺς, περιπατῶν ἐπὶ τῆς θαλάσσης, καὶ ἤθελεν παρελθεῖν αὐτούς.
Mark StatResG 6:49  Οἱ, δὲ ἰδόντες αὐτὸν ἐπὶ τῆς θαλάσσης περιπατοῦντα, ἔδοξαν ὅτι φάντασμά ἐστιν, καὶ ἀνέκραξαν.
Mark StatResG 6:50  Πάντες γὰρ αὐτὸν εἶδον, καὶ ἐταράχθησαν. Ὁ δὲ εὐθὺς ἐλάλησεν μετʼ αὐτῶν, καὶ λέγει αὐτοῖς, “Θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε.”
Mark StatResG 6:51  Καὶ ἀνέβη πρὸς αὐτοὺς εἰς τὸ πλοῖον, καὶ ἐκόπασεν ὁ ἄνεμος. Καὶ λίαν ἐν ἑαυτοῖς ἐξίσταντο,
Mark StatResG 6:52  οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς ἄρτοις, ἀλλʼ ἦν αὐτῶν ἡ καρδία πεπωρωμένη.
Mark StatResG 6:53  ¶Καὶ διαπεράσαντες ἐπὶ τὴν γῆν ἦλθον εἰς Γεννησαρὲτ, καὶ προσωρμίσθησαν.
Mark StatResG 6:54  Καὶ ἐξελθόντων αὐτῶν ἐκ τοῦ πλοίου, εὐθὺς ἐπιγνόντες αὐτὸν,
Mark StatResG 6:55  περιέδραμον ὅλην τὴν χώραν ἐκείνην, καὶ ἤρξαντο ἐπὶ τοῖς κραβάττοις τοὺς κακῶς ἔχοντας περιφέρειν, ὅπου ἤκουον ὅτι ἐστίν.
Mark StatResG 6:56  Καὶ ὅπου ἂν εἰσεπορεύετο εἰς κώμας, ἢ εἰς πόλεις, ἢ εἰς ἀγροὺς, ἐν ταῖς ἀγοραῖς ἐτίθεσαν τοὺς ἀσθενοῦντας, καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἅψωνται· καὶ ὅσοι ἂν ἥψαντο αὐτοῦ ἐσῴζοντο.