MARK
Chapter 12
Mark | StatResG | 12:1 | ¶Καὶ ἤρξατο αὐτοῖς ἐν παραβολαῖς λαλεῖν: “Ἀμπελῶνα ἄνθρωπος ἐφύτευσεν, καὶ περιέθηκεν φραγμὸν, καὶ ‘ὤρυξεν ὑπολήνιον, καὶ ᾠκοδόμησεν πύργον’, καὶ ἐξέδετο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν. | |
Mark | StatResG | 12:2 | Καὶ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς τῷ καιρῷ δοῦλον, ἵνα παρὰ τῶν γεωργῶν λάβῃ ἀπὸ τῶν καρπῶν τοῦ ἀμπελῶνος. | |
Mark | StatResG | 12:4 | Καὶ πάλιν ἀπέστειλεν πρὸς αὐτοὺς ἄλλον δοῦλον, κἀκεῖνον ἐκεφαλίωσαν καὶ ἠτίμασαν. | |
Mark | StatResG | 12:5 | Καὶ ἄλλον ἀπέστειλεν, κἀκεῖνον ἀπέκτειναν, καὶ πολλοὺς ἄλλους, οὓς μὲν δέροντες, οὓς δὲ ἀποκτέννοντες. | |
Mark | StatResG | 12:6 | Ἔτι ἕνα εἶχεν υἱὸν ἀγαπητόν, ἀπέστειλεν αὐτὸν ἔσχατον πρὸς αὐτοὺς λέγων, ὅτι ‘Ἐντραπήσονται τὸν υἱόν μου.’ | |
Mark | StatResG | 12:7 | Ἐκεῖνοι δὲ οἱ γεωργοὶ πρὸς ἑαυτοὺς εἶπαν, ὅτι ‘Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε, ἀποκτείνωμεν αὐτόν, καὶ ἡμῶν ἔσται ἡ κληρονομία.’ | |
Mark | StatResG | 12:9 | Τί οὖν ποιήσει ὁ κύριος τοῦ ἀμπελῶνος; Ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργούς, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. | |
Mark | StatResG | 12:10 | Οὐδὲ τὴν Γραφὴν ταύτην ἀνέγνωτε: ‘Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· | |
Mark | StatResG | 12:12 | ¶Καὶ ἐζήτουν αὐτὸν κρατῆσαι, καὶ ἐφοβήθησαν τὸν ὄχλον, ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν εἶπεν. Καὶ ἀφέντες αὐτὸν, ἀπῆλθον. | |
Mark | StatResG | 12:13 | ¶Καὶ ἀποστέλλουσιν πρὸς αὐτόν τινας τῶν Φαρισαίων καὶ τῶν Ἡρῳδιανῶν, ἵνα αὐτὸν ἀγρεύσωσιν λόγῳ. | |
Mark | StatResG | 12:14 | Καὶ ἐλθόντες, λέγουσιν αὐτῷ, “Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ, καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλʼ ἐπʼ ἀληθείας τὴν ὁδὸν τοῦ ˚Θεοῦ διδάσκεις. Ἔξεστιν δοῦναι κῆνσον Καίσαρι ἢ οὔ; Δῶμεν ἢ μὴ δῶμεν;” | |
Mark | StatResG | 12:15 | Ὁ δὲ εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν, εἶπεν αὐτοῖς, “Τί με πειράζετε; Φέρετέ μοι δηνάριον, ἵνα ἴδω.” | |
Mark | StatResG | 12:16 | Οἱ δὲ ἤνεγκαν. Καὶ λέγει αὐτοῖς, “Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή;” Οἱ δὲ εἶπαν αὐτῷ, “Καίσαρος.” | |
Mark | StatResG | 12:17 | Ὁ δὲ ˚Ἰησοῦς εἶπεν αὐτοῖς, “Τὰ Καίσαρος ἀπόδοτε Καίσαρι, καὶ τὰ τοῦ ˚Θεοῦ τῷ ˚Θεῷ.” Καὶ ἐξεθαύμαζον ἐπʼ αὐτῷ. | |
Mark | StatResG | 12:18 | ¶Καὶ ἔρχονται Σαδδουκαῖοι πρὸς αὐτόν, οἵτινες λέγουσιν ἀνάστασιν μὴ εἶναι, καὶ ἐπηρώτων αὐτὸν λέγοντες, | |
Mark | StatResG | 12:19 | “Διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν, ὅτι ἐάν ‘Τινος ἀδελφὸς ἀποθάνῃ, καὶ καταλίπῃ γυναῖκα καὶ μὴ ἀφῇ τέκνα, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα, καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.’ | |
Mark | StatResG | 12:20 | Ἑπτὰ ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος ἔλαβεν γυναῖκα, καὶ ἀποθνῄσκων, οὐκ ἀφῆκεν σπέρμα· | |
Mark | StatResG | 12:21 | καὶ ὁ δεύτερος ἔλαβεν αὐτήν, καὶ ἀπέθανεν, μὴ καταλιπὼν σπέρμα, καὶ ὁ τρίτος ὡσαύτως. | |
Mark | StatResG | 12:24 | Ἔφη αὐτοῖς ὁ ˚Ἰησοῦς, “Οὐ διὰ τοῦτο πλανᾶσθε, μὴ εἰδότες τὰς Γραφὰς, μηδὲ τὴν δύναμιν τοῦ ˚Θεοῦ; | |
Mark | StatResG | 12:25 | Ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν, οὔτε γαμοῦσιν οὔτε γαμίζονται, ἀλλʼ εἰσὶν ὡς ἄγγελοι ἐν τοῖς οὐρανοῖς. | |
Mark | StatResG | 12:26 | Περὶ δὲ τῶν νεκρῶν, ὅτι ἐγείρονται, οὐκ ἀνέγνωτε ἐν τῇ βίβλῳ Μωϋσέως ἐπὶ τοῦ βάτου, πῶς εἶπεν αὐτῷ ὁ ˚Θεὸς λέγων, ‘Ἐγὼ ὁ ˚Θεὸς Ἀβραὰμ, καὶ ˚Θεὸς Ἰσαὰκ, καὶ ὁ ˚Θεὸς Ἰακώβ’; | |
Mark | StatResG | 12:28 | ¶Καὶ προσελθὼν εἷς τῶν γραμματέων, ἀκούσας αὐτῶν συζητούντων, ἰδὼν ὅτι καλῶς ἀπεκρίθη αὐτοῖς, ἐπηρώτησεν αὐτόν, “Ποία ἐστὶν ἐντολὴ πρώτη πάντων;” | |
Mark | StatResG | 12:29 | ἀπεκρίθη ὁ ˚Ἰησοῦς, ὅτι “Πρώτη ἐστίν: ‘Ἄκουε, Ἰσραήλ, ˚Κύριος ὁ ˚Θεὸς ἡμῶν ˚Κύριος εἷς ἐστιν, | |
Mark | StatResG | 12:30 | καὶ ἀγαπήσεις ˚Κύριον τὸν ˚Θεόν σου, ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου.’ | |
Mark | StatResG | 12:31 | Δευτέρα αὕτη: ‘Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.’ Μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστιν.” | |
Mark | StatResG | 12:32 | Καὶ εἶπεν αὐτῷ ὁ γραμματεύς, “Καλῶς, Διδάσκαλε, ἐπʼ ἀληθείας εἶπας, ὅτι ‘Εἷς ἐστιν, καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ’, | |
Mark | StatResG | 12:33 | καὶ, τὸ ‘Ἀγαπᾶν αὐτὸν ἐξ ὅλης τῆς καρδίας, καὶ ἐξ ὅλης τῆς συνέσεως, καὶ ἐξ ὅλης τῆς ἰσχύος’, καὶ, τὸ ‘Ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτὸν’, περισσότερόν ἐστιν πάντων τῶν ὁλοκαυτωμάτων καὶ θυσιῶν.” | |
Mark | StatResG | 12:34 | Καὶ ὁ ˚Ἰησοῦς, ἰδὼν αὐτὸν, ὅτι νουνεχῶς ἀπεκρίθη, εἶπεν αὐτῷ, “Οὐ μακρὰν εἶ ἀπὸ τῆς Βασιλείας τοῦ ˚Θεοῦ.” Καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι. | |
Mark | StatResG | 12:35 | ¶Καὶ ἀποκριθεὶς ὁ ˚Ἰησοῦς ἔλεγεν διδάσκων ἐν τῷ ἱερῷ, “Πῶς λέγουσιν οἱ γραμματεῖς ὅτι ὁ ˚Χριστὸς, υἱὸς Δαυίδ ἐστιν; | |
Mark | StatResG | 12:36 | Αὐτὸς Δαυὶδ εἶπεν ἐν τῷ ˚Πνεύματι τῷ ἁγίῳ, ‘Εἶπεν ὁ ˚Κύριος τῷ ˚Κυρίῳ μου, “Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποκάτω τῶν ποδῶν σου.”’ | |
Mark | StatResG | 12:37 | Αὐτὸς Δαυὶδ λέγει αὐτὸν, ‘˚Κύριον’, καὶ πόθεν υἱός αὐτοῦ ἐστιν;” Καὶ ὁ πολὺς ὄχλος ἤκουεν αὐτοῦ ἡδέως. | |
Mark | StatResG | 12:38 | ¶Καὶ ἐν τῇ διδαχῇ αὐτοῦ, ἔλεγεν, “Βλέπετε ἀπὸ τῶν γραμματέων, τῶν θελόντων ἐν στολαῖς περιπατεῖν, καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς, | |
Mark | StatResG | 12:40 | οἱ κατεσθίοντες τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσευχόμενοι. Οὗτοι λήμψονται περισσότερον κρίμα.” | |
Mark | StatResG | 12:41 | ¶Καὶ καθίσας κατέναντι τοῦ γαζοφυλακίου, ἐθεώρει πῶς ὁ ὄχλος βάλλει χαλκὸν εἰς τὸ γαζοφυλάκιον· καὶ πολλοὶ πλούσιοι ἔβαλλον πολλά. | |
Mark | StatResG | 12:43 | Καὶ προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ, εἶπεν αὐτοῖς, “Ἀμὴν, λέγω ὑμῖν ὅτι ἡ χήρα αὕτη ἡ πτωχὴ, πλεῖον πάντων ἔβαλεν τῶν βαλλόντων εἰς τὸ γαζοφυλάκιον. | |