MARK
Chapter 10
Mark | StatResG | 10:1 | ¶Καὶ ἐκεῖθεν ἀναστὰς, ἔρχεται εἰς τὰ ὅρια τῆς Ἰουδαίας, καὶ πέραν τοῦ Ἰορδάνου, καὶ συμπορεύονται πάλιν ὄχλοι πρὸς αὐτόν, καὶ ὡς εἰώθει, πάλιν ἐδίδασκεν αὐτούς. | |
Mark | StatResG | 10:2 | ¶Καὶ προσελθόντες, Φαρισαῖοι ἐπηρώτων αὐτὸν, “Εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι;” Πειράζοντες αὐτόν. | |
Mark | StatResG | 10:5 | Ὁ δὲ ˚Ἰησοῦς εἶπεν αὐτοῖς, “Πρὸς τὴν σκληροκαρδίαν ὑμῶν, ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην· | |
Mark | StatResG | 10:7 | ‘Ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται γυναῖκα αὑτοῦ | |
Mark | StatResG | 10:11 | Καὶ λέγει αὐτοῖς, “Ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, καὶ γαμήσῃ ἄλλην, μοιχᾶται ἐπʼ αὐτήν. | |
Mark | StatResG | 10:14 | Ἰδὼν δὲ, ὁ ˚Ἰησοῦς ἠγανάκτησεν καὶ εἶπεν αὐτοῖς, “Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με, καὶ μὴ κωλύετε αὐτά, τῶν γὰρ τοιούτων ἐστὶν ἡ Βασιλεία τοῦ ˚Θεοῦ. | |
Mark | StatResG | 10:15 | Ἀμὴν, λέγω ὑμῖν, ὃς ἂν μὴ δέξηται τὴν Βασιλείαν τοῦ ˚Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.” | |
Mark | StatResG | 10:17 | ¶Καὶ ἐκπορευομένου αὐτοῦ εἰς ὁδὸν, προσδραμὼν εἷς καὶ γονυπετήσας αὐτὸν, ἐπηρώτα αὐτόν, “Διδάσκαλε ἀγαθέ, τί ποιήσω, ἵνα ζωὴν αἰώνιον κληρονομήσω;” | |
Mark | StatResG | 10:18 | Ὁ δὲ ˚Ἰησοῦς εἶπεν αὐτῷ, “Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ ˚Θεός. | |
Mark | StatResG | 10:19 | Τὰς ἐντολὰς οἶδας: ‘μὴ φονεύσῃς, μὴ μοιχεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς’, μὴ ἀποστερήσῃς, ‘Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα.’” | |
Mark | StatResG | 10:21 | Ὁ δὲ ˚Ἰησοῦς ἐμβλέψας αὐτῷ, ἠγάπησεν αὐτὸν καὶ εἶπεν αὐτῷ, “Ἕν σε ὑστερεῖ: ὕπαγε, ὅσα ἔχεις πώλησον, καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο, ἀκολούθει μοι.” | |
Mark | StatResG | 10:23 | ¶Καὶ περιβλεψάμενος, ὁ ˚Ἰησοῦς λέγει τοῖς μαθηταῖς αὐτοῦ, “Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες, εἰς τὴν Βασιλείαν τοῦ ˚Θεοῦ εἰσελεύσονται!” | |
Mark | StatResG | 10:24 | Οἱ δὲ μαθηταὶ ἐθαμβοῦντο ἐπὶ τοῖς λόγοις αὐτοῦ. Ὁ δὲ ˚Ἰησοῦς πάλιν ἀποκριθεὶς λέγει αὐτοῖς, “Τέκνα, πῶς δύσκολόν ἐστιν εἰς τὴν Βασιλείαν τοῦ ˚Θεοῦ εἰσελθεῖν. | |
Mark | StatResG | 10:25 | Εὐκοπώτερόν ἐστιν κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος διελθεῖν, ἢ πλούσιον εἰς τὴν Βασιλείαν τοῦ ˚Θεοῦ εἰσελθεῖν.” | |
Mark | StatResG | 10:27 | Ἐμβλέψας αὐτοῖς, ὁ ˚Ἰησοῦς λέγει, “Παρὰ ἀνθρώποις ἀδύνατον, ἀλλʼ οὐ παρὰ ˚Θεῷ, πάντα γὰρ δυνατὰ παρὰ τῷ ˚Θεῷ.” | |
Mark | StatResG | 10:28 | ¶Ἤρξατο λέγειν ὁ Πέτρος αὐτῷ, “Ἰδοὺ, ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήκαμέν σοι.” | |
Mark | StatResG | 10:29 | Ἔφη ὁ ˚Ἰησοῦς, “Ἀμὴν, λέγω ὑμῖν, οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν, ἢ ἀδελφοὺς, ἢ ἀδελφὰς, ἢ μητέρα, ἢ πατέρα, ἢ τέκνα, ἢ ἀγροὺς, ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, | |
Mark | StatResG | 10:30 | ἐὰν μὴ λάβῃ ἑκατονταπλασίονα νῦν ἐν τῷ καιρῷ τούτῳ, οἰκίας, καὶ ἀδελφοὺς, καὶ ἀδελφὰς, καὶ μητέρας, καὶ τέκνα, καὶ ἀγροὺς, μετὰ διωγμῶν, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ, ζωὴν αἰώνιον. | |
Mark | StatResG | 10:32 | ¶Ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς Ἱεροσόλυμα, καὶ ἦν προάγων αὐτοὺς ὁ ˚Ἰησοῦς, καὶ ἐθαμβοῦντο, οἱ δὲ ἀκολουθοῦντες ἐφοβοῦντο. Καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα, ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν. | |
Mark | StatResG | 10:33 | Ὅτι “Ἰδοὺ, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ Υἱὸς τοῦ Ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ τοῖς γραμματεῦσιν, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ, καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν. | |
Mark | StatResG | 10:34 | Καὶ ἐμπαίξουσιν αὐτῷ, καὶ ἐμπτύσουσιν αὐτῷ, καὶ μαστιγώσουσιν αὐτὸν, καὶ ἀποκτενοῦσιν, καὶ μετὰ τρεῖς ἡμέρας ἀναστήσεται.” | |
Mark | StatResG | 10:35 | ¶Καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης, οἱ δύο υἱοὶ Ζεβεδαίου, λέγοντες αὐτῷ, “Διδάσκαλε, θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμέν σε, ποιήσῃς ἡμῖν.” | |
Mark | StatResG | 10:37 | Οἱ δὲ εἶπαν αὐτῷ, “Δὸς ἡμῖν, ἵνα εἷς σου ἐκ δεξιῶν, καὶ εἷς ἐξ εὐωνύμων καθίσωμεν ἐν τῇ δόξῃ σου.” | |
Mark | StatResG | 10:38 | Ὁ δὲ ˚Ἰησοῦς εἶπεν αὐτοῖς, “Οὐκ οἴδατε τί αἰτεῖσθε. Δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω, ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι;” | |
Mark | StatResG | 10:39 | Οἱ δὲ εἶπαν αὐτῷ, “Δυνάμεθα.” Ὁ δὲ ˚Ἰησοῦς εἶπεν αὐτοῖς, “Τὸ ποτήριον ὃ ἐγὼ πίνω, πίεσθε, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι, βαπτισθήσεσθε, | |
Mark | StatResG | 10:40 | τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου ἢ ἐξ εὐωνύμων, οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλʼ οἷς ἡτοίμασται.” | |
Mark | StatResG | 10:42 | Καὶ προσκαλεσάμενος αὐτοὺς ὁ ˚Ἰησοῦς λέγει αὐτοῖς, “Οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν, καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν. | |
Mark | StatResG | 10:43 | Οὐχ οὕτως δέ ἐστιν ἐν ὑμῖν· ἀλλʼ ὃς ἂν θέλῃ μέγας γενέσθαι ἐν ὑμῖν, ἔσται ὑμῶν διάκονος, | |
Mark | StatResG | 10:45 | Καὶ γὰρ ὁ Υἱὸς τοῦ Ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.” | |
Mark | StatResG | 10:46 | ¶Καὶ ἔρχονται εἰς Ἰεριχώ. Καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ Ἰεριχὼ, καὶ τῶν μαθητῶν αὐτοῦ, καὶ ὄχλου ἱκανοῦ, ὁ υἱὸς Τιμαίου, Βαρτιμαῖος, τυφλὸς προσαίτης, ἐκάθητο παρὰ τὴν ὁδόν. | |
Mark | StatResG | 10:47 | Καὶ ἀκούσας ὅτι ˚Ἰησοῦς ὁ Ναζωραῖός ἐστιν, ἤρξατο κράζειν καὶ λέγειν, “Υἱὲ Δαυὶδ, ˚Ἰησοῦ, ἐλέησόν με.” | |
Mark | StatResG | 10:48 | Καὶ ἐπετίμων αὐτῷ πολλοὶ ἵνα σιωπήσῃ· ὁ δὲ πολλῷ μᾶλλον ἔκραζεν, “Υἱὲ Δαυίδ, ἐλέησόν με.” | |
Mark | StatResG | 10:49 | Καὶ στὰς, ὁ ˚Ἰησοῦς εἶπεν, “Φωνήσατε αὐτόν.” Καὶ φωνοῦσι τὸν τυφλὸν, λέγοντες αὐτῷ, “Θάρσει, ἔγειρε, φωνεῖ σε.” | |
Mark | StatResG | 10:51 | Καὶ ἀποκριθεὶς αὐτῷ ὁ ˚Ἰησοῦς εἶπεν, “Τί σοι θέλεις ποιήσω;” Ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ, “Ῥαββουνί, ἵνα ἀναβλέψω.” | |