MARK
Chapter 9
Mark | StatResG | 9:1 | Καὶ ἔλεγεν αὐτοῖς, “Ἀμὴν, λέγω ὑμῖν ὅτι εἰσίν τινες τῶν ὧδε ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσιν τὴν Βασιλείαν τοῦ ˚Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.” | |
Mark | StatResG | 9:2 | ¶Καὶ μετὰ ἡμέρας ἓξ, παραλαμβάνει ὁ ˚Ἰησοῦς τὸν Πέτρον, καὶ τὸν Ἰάκωβον, καὶ τὸν Ἰωάννην, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατʼ ἰδίαν μόνους. Καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, | |
Mark | StatResG | 9:3 | καὶ τὰ ἱμάτια αὐτοῦ ἐγένετο στίλβοντα λευκὰ λίαν, οἷα γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται οὕτως λευκᾶναι. | |
Mark | StatResG | 9:5 | Καὶ ἀποκριθεὶς ὁ Πέτρος λέγει τῷ ˚Ἰησοῦ, “Ῥαββί, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν τρεῖς σκηνάς, σοὶ μίαν, καὶ Μωϋσεῖ μίαν, καὶ Ἠλίᾳ μίαν.” | |
Mark | StatResG | 9:7 | Καὶ ἐγένετο νεφέλη ἐπισκιάζουσα αὐτοῖς, καὶ ἐγένετο φωνὴ ἐκ τῆς νεφέλης: “Οὗτός ἐστιν ὁ Υἱός μου, ὁ ἀγαπητός, ἀκούετε αὐτοῦ.” | |
Mark | StatResG | 9:8 | Καὶ ἐξάπινα περιβλεψάμενοι, οὐκέτι οὐδένα εἶδον, εἰ μὴ τὸν ˚Ἰησοῦν μόνον μεθʼ ἑαυτῶν. | |
Mark | StatResG | 9:9 | ¶Καὶ καταβαινόντων αὐτῶν ἀπὸ τοῦ ὄρους, διεστείλατο αὐτοῖς ἵνα μηδενὶ ἃ εἶδον διηγήσωνται, εἰ μὴ ὅταν ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ. | |
Mark | StatResG | 9:10 | Καὶ τὸν λόγον ἐκράτησαν πρὸς ἑαυτοὺς, συζητοῦντες τί ἐστιν τὸ ἐκ νεκρῶν ἀναστῆναι. | |
Mark | StatResG | 9:11 | Καὶ ἐπηρώτων αὐτὸν λέγοντες, ὅτι “Λέγουσιν Οἱ γραμματεῖς ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον;” | |
Mark | StatResG | 9:12 | Ὁ δὲ ἔφη αὐτοῖς, “Ἠλίας μὲν ἐλθὼν πρῶτον ἀποκαθιστάνει πάντα, καὶ πῶς γέγραπται ἐπὶ τὸν Υἱὸν τοῦ Ἀνθρώπου, ἵνα πολλὰ πάθῃ καὶ ἐξουδενηθῇ; | |
Mark | StatResG | 9:13 | Ἀλλὰ λέγω ὑμῖν ὅτι καὶ Ἠλίας ἐλήλυθεν, καὶ ἐποίησαν αὐτῷ ὅσα ἤθελον, καθὼς γέγραπται ἐπʼ αὐτόν.” | |
Mark | StatResG | 9:14 | ¶Καὶ ἐλθόντες πρὸς τοὺς μαθητὰς, εἶδεν ὄχλον πολὺν περὶ αὐτοὺς, καὶ γραμματεῖς συζητοῦντας πρὸς αὐτούς. | |
Mark | StatResG | 9:15 | Καὶ εὐθὺς πᾶς ὁ ὄχλος ἰδόντες αὐτὸν ἐξεθαμβήθησαν, καὶ προστρέχοντες ἠσπάζοντο αὐτόν. | |
Mark | StatResG | 9:17 | Καὶ ἀπεκρίθη αὐτῷ εἷς ἐκ τοῦ ὄχλου, “Διδάσκαλε, ἤνεγκα τὸν υἱόν μου πρὸς σέ, ἔχοντα πνεῦμα ἄλαλον. | |
Mark | StatResG | 9:18 | Καὶ ὅπου ἐὰν αὐτὸν καταλάβῃ, ῥήσσει αὐτόν, καὶ ἀφρίζει καὶ τρίζει τοὺς ὀδόντας, καὶ ξηραίνεται. Καὶ εἶπα τοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσιν, καὶ οὐκ ἴσχυσαν.” | |
Mark | StatResG | 9:19 | Ὁ δὲ ἀποκριθεὶς αὐτοῖς λέγει, “Ὦ γενεὰ ἄπιστος! Ἕως πότε πρὸς ὑμᾶς ἔσομαι; Ἕως πότε ἀνέξομαι ὑμῶν; Φέρετε αὐτὸν πρός με.” | |
Mark | StatResG | 9:20 | Καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν. Καὶ ἰδὼν αὐτὸν, τὸ πνεῦμα εὐθὺς συνεσπάραξεν αὐτόν, καὶ πεσὼν ἐπὶ τῆς γῆς, ἐκυλίετο ἀφρίζων. | |
Mark | StatResG | 9:21 | Καὶ ἐπηρώτησεν τὸν πατέρα αὐτοῦ, “Πόσος χρόνος ἐστὶν, ὡς τοῦτο γέγονεν αὐτῷ;” Ὁ δὲ εἶπεν, “Ἐκ παιδιόθεν. | |
Mark | StatResG | 9:22 | Καὶ πολλάκις καὶ εἰς πῦρ αὐτὸν ἔβαλεν καὶ εἰς ὕδατα, ἵνα ἀπολέσῃ αὐτόν. Ἀλλʼ εἴ τι δύνῃ, βοήθησον ἡμῖν, σπλαγχνισθεὶς ἐφʼ ἡμᾶς.” | |
Mark | StatResG | 9:25 | Ἰδὼν δὲ ὁ ˚Ἰησοῦς ὅτι ἐπισυντρέχει ὄχλος, ἐπετίμησεν τῷ πνεύματι τῷ ἀκαθάρτῳ λέγων αὐτῷ, “τὸ ἄλαλον καὶ κωφὸν πνεῦμα, ἐγὼ ἐπιτάσσω σοι, ἔξελθε ἐξ αὐτοῦ, καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν.” | |
Mark | StatResG | 9:26 | Καὶ κράξας, καὶ πολλὰ σπαράξας, ἐξῆλθεν· καὶ ἐγένετο ὡσεὶ νεκρὸς, ὥστε τοὺς πολλοὺς λέγειν ὅτι ἀπέθανεν. | |
Mark | StatResG | 9:28 | Καὶ εἰσελθόντος αὐτοῦ εἰς οἶκον, οἱ μαθηταὶ αὐτοῦ κατʼ ἰδίαν ἐπηρώτων αὐτόν, Ὅτι “Ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό;” | |
Mark | StatResG | 9:29 | Καὶ εἶπεν αὐτοῖς, “Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν, εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ.” | |
Mark | StatResG | 9:30 | ¶Κἀκεῖθεν ἐξελθόντες, παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνοῖ· | |
Mark | StatResG | 9:31 | ἐδίδασκεν γὰρ τοὺς μαθητὰς αὐτοῦ, καὶ ἔλεγεν αὐτοῖς, ὅτι “Ὁ Υἱὸς τοῦ Ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς, μετὰ τρεῖς ἡμέρας ἀναστήσεται.” | |
Mark | StatResG | 9:33 | ¶Καὶ ἦλθον εἰς Καφαρναούμ. Καὶ ἐν τῇ οἰκίᾳ γενόμενος, ἐπηρώτα αὐτούς, “Τί ἐν τῇ ὁδῷ διελογίζεσθε;” | |
Mark | StatResG | 9:35 | Καὶ καθίσας, ἐφώνησεν τοὺς δώδεκα καὶ λέγει αὐτοῖς, “Εἴ τις θέλει πρῶτος εἶναι, ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος.” | |
Mark | StatResG | 9:36 | Καὶ λαβὼν παιδίον, ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν, καὶ ἐναγκαλισάμενος αὐτὸ, εἶπεν αὐτοῖς, | |
Mark | StatResG | 9:37 | “Ὃς ἂν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· καὶ ὃς ἂν ἐμὲ δέξηται, οὐκ ἐμὲ δέχεται, ἀλλὰ τὸν ἀποστείλαντά με.” | |
Mark | StatResG | 9:38 | ¶Ἔφη αὐτῷ ὁ Ἰωάννης, “Διδάσκαλε, εἴδομέν τινα ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, καὶ ἐκωλύομεν αὐτόν, ὅτι οὐκ ἠκολούθει ἡμῖν.” | |
Mark | StatResG | 9:39 | Ὁ δὲ ˚Ἰησοῦς εἶπεν, “Μὴ κωλύετε αὐτόν, οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου, καὶ δυνήσεται ταχὺ κακολογῆσαί με. | |
Mark | StatResG | 9:41 | Ὃς γὰρ ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὕδατος ἐν ὀνόματι, ὅτι ˚Χριστοῦ ἐστε, ἀμὴν, λέγω ὑμῖν ὅτι οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ. | |
Mark | StatResG | 9:42 | ¶Καὶ ὃς ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ, καλόν ἐστιν αὐτῷ μᾶλλον εἰ περίκειται μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ, καὶ βέβληται εἰς τὴν θάλασσαν. | |
Mark | StatResG | 9:43 | Καὶ ἐὰν σκανδαλίζῃ σε ἡ χείρ σου, ἀπόκοψον αὐτήν· καλόν ἐστίν σε κυλλὸν εἰσελθεῖν εἰς τὴν ζωὴν, ἢ τὰς δύο χεῖρας ἔχοντα ἀπελθεῖν εἰς τὴν Γέενναν, εἰς τὸ πῦρ τὸ ἄσβεστον. | |
Mark | StatResG | 9:45 | Καὶ ἐὰν ὁ πούς σου σκανδαλίζῃ σε, ἀπόκοψον αὐτόν· καλόν ἐστίν σε εἰσελθεῖν εἰς τὴν ζωὴν χωλὸν, ἢ τοὺς δύο πόδας ἔχοντα βληθῆναι εἰς τὴν Γέενναν. | |
Mark | StatResG | 9:47 | Καὶ ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε, ἔκβαλε αὐτόν· καλόν σέ ἐστιν μονόφθαλμον εἰσελθεῖν εἰς τὴν Βασιλείαν τοῦ ˚Θεοῦ, ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν Γέενναν, | |