MARK
Chapter 14
Mark | StatResG | 14:1 | ¶Ἦν δὲ τὸ Πάσχα καὶ τὰ Ἄζυμα μετὰ δύο ἡμέρας. Καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς, πῶς αὐτὸν ἐν δόλῳ κρατήσαντες, ἀποκτείνωσιν. | |
Mark | StatResG | 14:3 | ¶Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ, ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, κατακειμένου αὐτοῦ, ἦλθεν γυνὴ ἔχουσα ἀλάβαστρον μύρου, νάρδου πιστικῆς πολυτελοῦς· συντρίψασα τὴν ἀλάβαστρον, κατέχεεν αὐτοῦ τῆς κεφαλῆς. | |
Mark | StatResG | 14:4 | Ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς ἑαυτούς, “Εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν; | |
Mark | StatResG | 14:5 | Ἠδύνατο γὰρ τοῦτο τὸ μύρον πραθῆναι ἐπάνω δηναρίων τριακοσίων, καὶ δοθῆναι τοῖς πτωχοῖς.” Καὶ ἐνεβριμῶντο αὐτῇ. | |
Mark | StatResG | 14:6 | Ὁ δὲ ˚Ἰησοῦς εἶπεν, “Ἄφετε αὐτήν· τί αὐτῇ κόπους παρέχετε; Καλὸν ἔργον ἠργάσατο ἐν ἐμοί. | |
Mark | StatResG | 14:7 | Πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθʼ ἑαυτῶν, καὶ ὅταν θέλητε, δύνασθε αὐτοῖς εὖ ποιῆσαι, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. | |
Mark | StatResG | 14:9 | Ἀμὴν, δὲ λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον εἰς ὅλον τὸν κόσμον, καὶ ὃ ἐποίησεν αὕτη, λαληθήσεται εἰς μνημόσυνον αὐτῆς.” | |
Mark | StatResG | 14:10 | ¶Καὶ Ἰούδας Ἰσκαριὼθ, ὁ εἷς τῶν δώδεκα, ἀπῆλθεν πρὸς τοὺς ἀρχιερεῖς, ἵνα αὐτὸν παραδῷ αὐτοῖς. | |
Mark | StatResG | 14:11 | Οἱ δὲ ἀκούσαντες ἐχάρησαν, καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύριον δοῦναι. Καὶ ἐζήτει πῶς αὐτὸν εὐκαίρως παραδοῖ. | |
Mark | StatResG | 14:12 | ¶Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν Ἀζύμων, ὅτε τὸ Πάσχα ἔθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, “Ποῦ θέλεις ἀπελθόντες ἑτοιμάσωμεν, ἵνα φάγῃς τὸ Πάσχα;” | |
Mark | StatResG | 14:13 | Καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ, καὶ λέγει αὐτοῖς, “Ὑπάγετε εἰς τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος, κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ. | |
Mark | StatResG | 14:14 | Καὶ ὅπου ἐὰν εἰσέλθῃ, εἴπατε τῷ οἰκοδεσπότῃ, ὅτι ‘Ὁ διδάσκαλος λέγει, “Ποῦ ἐστιν τὸ κατάλυμά μου, ὅπου τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου φάγω;”’ | |
Mark | StatResG | 14:16 | Καὶ ἐξῆλθον οἱ μαθηταὶ, καὶ ἦλθον εἰς τὴν πόλιν, καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ Πάσχα. | |
Mark | StatResG | 14:18 | Καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων, ὁ ˚Ἰησοῦς εἶπεν, “Ἀμὴν, λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με, ὁ ἐσθίων μετʼ ἐμοῦ.” | |
Mark | StatResG | 14:21 | ὅτι Ὁ μὲν Υἱὸς τοῦ Ἀνθρώπου ὑπάγει, καθὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ διʼ οὗ ὁ Υἱὸς τοῦ Ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.” | |
Mark | StatResG | 14:22 | ¶Καὶ ἐσθιόντων αὐτῶν, λαβὼν ἄρτον, εὐλογήσας, ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς, καὶ εἶπεν, “Λάβετε, τοῦτό ἐστιν τὸ σῶμά μου.” | |
Mark | StatResG | 14:24 | Καὶ εἶπεν αὐτοῖς, “Τοῦτό ἐστιν τὸ αἷμά μου τῆς διαθήκης, τὸ ἐκχυννόμενον ὑπὲρ πολλῶν. | |
Mark | StatResG | 14:25 | Ἀμὴν, λέγω ὑμῖν ὅτι οὐκέτι οὐ μὴ πίω ἐκ τοῦ γενήματος τῆς ἀμπέλου, ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω καινὸν, ἐν τῇ Βασιλείᾳ τοῦ ˚Θεοῦ.” | |
Mark | StatResG | 14:27 | Καὶ λέγει αὐτοῖς ὁ ˚Ἰησοῦς, ὅτι “Πάντες σκανδαλισθήσεσθε, ὅτι γέγραπται, ‘Πατάξω τὸν ποιμένα καὶ τὰ πρόβατα διασκορπισθήσονται.’ | |
Mark | StatResG | 14:30 | Καὶ λέγει αὐτῷ ὁ ˚Ἰησοῦς, “Ἀμὴν, λέγω σοι ὅτι σὺ σήμερον, ταύτῃ τῇ νυκτὶ, πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι, τρίς με ἀπαρνήσῃ.” | |
Mark | StatResG | 14:31 | Ὁ δὲ ἐκπερισσῶς ἐλάλει, “Ἐὰν δέῃ με συναποθανεῖν σοι, οὐ μή σε ἀπαρνήσομαι.” Ὡσαύτως δὲ καὶ πάντες ἔλεγον. | |
Mark | StatResG | 14:32 | ¶Καὶ ἔρχονται εἰς χωρίον, οὗ τὸ ὄνομα Γεθσημανί, καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ, “Καθίσατε ὧδε, ἕως προσεύξωμαι.” | |
Mark | StatResG | 14:33 | Καὶ παραλαμβάνει τὸν Πέτρον, καὶ τὸν Ἰάκωβον, καὶ τὸν Ἰωάννην, μετʼ αὐτοῦ, καὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν. | |
Mark | StatResG | 14:34 | Καὶ λέγει αὐτοῖς, “Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε.” | |
Mark | StatResG | 14:35 | Καὶ προελθὼν μικρὸν, ἔπιπτεν ἐπὶ τῆς γῆς καὶ προσηύχετο ἵνα εἰ δυνατόν ἐστιν, παρέλθῃ ἀπʼ αὐτοῦ ἡ ὥρα. | |
Mark | StatResG | 14:36 | Καὶ ἔλεγεν, “Ἀββά, ὁ Πατήρ, πάντα δυνατά σοι. Παρένεγκε τὸ ποτήριον τοῦτο ἀπʼ ἐμοῦ· ἀλλʼ οὐ τί ἐγὼ θέλω, ἀλλὰ τί σύ.” | |
Mark | StatResG | 14:37 | Καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ, “Σίμων, καθεύδεις; Οὐκ ἴσχυσας μίαν ὥραν γρηγορῆσαι; | |
Mark | StatResG | 14:38 | Γρηγορεῖτε καὶ προσεύχεσθε ἵνα μὴ ἔλθητε εἰς πειρασμόν. Τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.” | |
Mark | StatResG | 14:40 | Καὶ πάλιν ἐλθὼν, εὗρεν αὐτοὺς καθεύδοντας, ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ καταβαρυνόμενοι, καὶ οὐκ ᾔδεισαν τί ἀποκριθῶσιν αὐτῷ. | |
Mark | StatResG | 14:41 | Καὶ ἔρχεται τὸ τρίτον, καὶ λέγει αὐτοῖς, “Καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε. Ἀπέχει, ἦλθεν ἡ ὥρα. Ἰδοὺ, παραδίδοται ὁ Υἱὸς τοῦ Ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν. | |
Mark | StatResG | 14:43 | ¶Καὶ εὐθὺς ἔτι αὐτοῦ λαλοῦντος, παραγίνεται Ἰούδας, εἷς τῶν δώδεκα, καὶ μετʼ αὐτοῦ ὄχλος μετὰ μαχαιρῶν καὶ ξύλων, παρὰ τῶν ἀρχιερέων, καὶ τῶν γραμματέων, καὶ τῶν πρεσβυτέρων. | |
Mark | StatResG | 14:44 | Δεδώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς λέγων, “Ὃν ἂν φιλήσω, αὐτός ἐστιν· κρατήσατε αὐτὸν, καὶ ἀπάγετε ἀσφαλῶς.” | |
Mark | StatResG | 14:47 | Εἷς δέ τις τῶν παρεστηκότων, σπασάμενος τὴν μάχαιραν, ἔπαισεν τὸν δοῦλον τοῦ ἀρχιερέως, καὶ ἀφεῖλεν αὐτοῦ τὸ ὠτάριον. | |
Mark | StatResG | 14:48 | Καὶ ἀποκριθεὶς ὁ ˚Ἰησοῦς εἶπεν αὐτοῖς, “Ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; | |
Mark | StatResG | 14:49 | Καθʼ ἡμέραν ἤμην πρὸς ὑμᾶς ἐν τῷ ἱερῷ διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με· ἀλλʼ ἵνα πληρωθῶσιν αἱ Γραφαί.” | |
Mark | StatResG | 14:51 | ¶Καὶ νεανίσκος τις συνηκολούθει αὐτῷ, περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ. Καὶ κρατοῦσιν αὐτόν, | |
Mark | StatResG | 14:53 | ¶Καὶ ἀπήγαγον τὸν ˚Ἰησοῦν πρὸς τὸν ἀρχιερέα, καὶ συνέρχονται αὐτῷ πάντες οἱ ἀρχιερεῖς, καὶ οἱ πρεσβύτεροι, καὶ οἱ γραμματεῖς. | |
Mark | StatResG | 14:54 | Καὶ ὁ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ, ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως· καὶ ἦν συγκαθήμενος μετὰ τῶν ὑπηρετῶν, καὶ θερμαινόμενος πρὸς τὸ φῶς. | |
Mark | StatResG | 14:55 | Οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ Συνέδριον ἐζήτουν κατὰ τοῦ ˚Ἰησοῦ μαρτυρίαν, εἰς τὸ θανατῶσαι αὐτόν, καὶ οὐχ ηὕρισκον. | |
Mark | StatResG | 14:58 | ὅτι “Ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος, ὅτι ‘Ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον, τὸν χειροποίητον, καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω.’” | |
Mark | StatResG | 14:60 | Καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰς μέσον, ἐπηρώτησεν τὸν ˚Ἰησοῦν λέγων, “Οὐκ ἀποκρίνῃ οὐδέν; Τί οὗτοί σου καταμαρτυροῦσιν;” | |
Mark | StatResG | 14:61 | Ὁ δὲ ἐσιώπα, καὶ οὐκ ἀπεκρίνατο οὐδέν. Πάλιν ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτὸν, καὶ λέγει αὐτῷ, “Σὺ εἶ ὁ ˚Χριστὸς, ὁ Υἱὸς τοῦ εὐλογητοῦ;” | |
Mark | StatResG | 14:62 | Ὁ δὲ ˚Ἰησοῦς εἶπεν, “Ἐγώ εἰμι. Καὶ ὄψεσθε τὸν Υἱὸν τοῦ Ἀνθρώπου ‘ἐκ δεξιῶν καθήμενον’ τῆς δυνάμεως, καὶ ‘ἐρχόμενον μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ’.” | |
Mark | StatResG | 14:63 | Ὁ δὲ ἀρχιερεὺς διαρρήξας τοὺς χιτῶνας αὐτοῦ λέγει, “Τί ἔτι χρείαν ἔχομεν μαρτύρων; | |
Mark | StatResG | 14:64 | Ἠκούσατε τῆς βλασφημίας. Τί ὑμῖν φαίνεται;” Οἱ δὲ πάντες κατέκριναν αὐτὸν, ἔνοχον εἶναι θανάτου. | |
Mark | StatResG | 14:65 | Καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ, καὶ περικαλύπτειν αὐτοῦ τὸ πρόσωπον, καὶ κολαφίζειν αὐτὸν, καὶ λέγειν αὐτῷ, “Προφήτευσον!” Καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν ἔλαβον. | |
Mark | StatResG | 14:67 | καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον, ἐμβλέψασα αὐτῷ λέγει, “Καὶ σὺ μετὰ τοῦ Ναζαρηνοῦ ἦσθα τοῦ ˚Ἰησοῦ.” | |
Mark | StatResG | 14:68 | Ὁ δὲ ἠρνήσατο λέγων, “Οὔτε οἶδα, οὔτε ἐπίσταμαι σὺ τί λέγεις”. Καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον. | |
Mark | StatResG | 14:69 | Καὶ ἡ παιδίσκη ἰδοῦσα αὐτὸν, ἤρξατο πάλιν λέγειν τοῖς παρεστῶσιν, ὅτι “Οὗτος ἐξ αὐτῶν ἐστιν.” | |
Mark | StatResG | 14:70 | Ὁ δὲ πάλιν ἠρνεῖτο. Καὶ μετὰ μικρὸν, πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ, “Ἀληθῶς ἐξ αὐτῶν εἶ, καὶ γὰρ Γαλιλαῖος εἶ”, | |
Mark | StatResG | 14:71 | ὁ δὲ ἤρξατο ἀναθεματίζειν καὶ ὀμνύειν, ὅτι “Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον, ὃν λέγετε!” | |