MARK
Chapter 1
Mark | StatResG | 1:2 | ¶Καθὼς γέγραπται ἐν τῷ Ἠσαΐᾳ τῷ προφήτῃ: “Ἰδοὺ, ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου.” | |
Mark | StatResG | 1:3 | “Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ: ‘Ἑτοιμάσατε τὴν ὁδὸν ˚Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.’” | |
Mark | StatResG | 1:4 | Ἐγένετο Ἰωάννης, ὁ βαπτίζων ἐν τῇ ἐρήμῳ, καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν. | |
Mark | StatResG | 1:5 | Καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα καὶ οἱ Ἱεροσολυμῖται πάντες, καὶ ἐβαπτίζοντο ὑπʼ αὐτοῦ ἐν τῷ Ἰορδάνῃ ποταμῷ, ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. | |
Mark | StatResG | 1:6 | Καὶ ἦν ὁ Ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου, καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἔσθων ἀκρίδας καὶ μέλι ἄγριον. | |
Mark | StatResG | 1:7 | Καὶ ἐκήρυσσεν λέγων, “Ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς, κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ. | |
Mark | StatResG | 1:9 | ¶Καὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις, ἦλθεν ˚Ἰησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας, καὶ ἐβαπτίσθη εἰς τὸν Ἰορδάνην ὑπὸ Ἰωάννου. | |
Mark | StatResG | 1:10 | Καὶ εὐθὺς ἀναβαίνων ἐκ τοῦ ὕδατος, εἶδεν σχιζομένους τοὺς οὐρανοὺς, καὶ τὸ ˚Πνεῦμα ὡς περιστερὰν καταβαῖνον ἐπʼ αὐτόν. | |
Mark | StatResG | 1:13 | Καὶ ἦν ἐν τῇ ἐρήμῳ τεσσεράκοντα ἡμέρας, πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ, καὶ ἦν μετὰ τῶν θηρίων, καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ. | |
Mark | StatResG | 1:14 | ¶Καὶ ¶Μετὰ τὸ παραδοθῆναι τὸν Ἰωάννην, ἦλθεν ὁ ˚Ἰησοῦς εἰς τὴν Γαλιλαίαν, κηρύσσων τὸ εὐαγγέλιον τοῦ ˚Θεοῦ | |
Mark | StatResG | 1:15 | καὶ λέγων, ὅτι “Πεπλήρωται ὁ καιρὸς καὶ ἤγγικεν ἡ Βασιλεία τοῦ ˚Θεοῦ· μετανοεῖτε καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ.” | |
Mark | StatResG | 1:16 | ¶Καὶ παράγων παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, εἶδεν Σίμωνα καὶ Ἀνδρέαν, τὸν ἀδελφὸν Σίμωνος, ἀμφιβάλλοντας ἐν τῇ θαλάσσῃ, ἦσαν γὰρ ἁλεεῖς. | |
Mark | StatResG | 1:17 | Καὶ εἶπεν αὐτοῖς ὁ ˚Ἰησοῦς, “Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλεεῖς ἀνθρώπων.” | |
Mark | StatResG | 1:19 | Καὶ προβὰς ὀλίγον, εἶδεν Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου, καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζοντας τὰ δίκτυα. | |
Mark | StatResG | 1:20 | Καὶ εὐθὺς ἐκάλεσεν αὐτούς. Καὶ ἀφέντες τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶν, ἀπῆλθον ὀπίσω αὐτοῦ. | |
Mark | StatResG | 1:21 | ¶Καὶ εἰσπορεύονται εἰς Καφαρναούμ. Καὶ εὐθέως τοῖς Σάββασιν, εἰσελθὼν εἰς τὴν συναγωγὴν, ἐδίδασκεν. | |
Mark | StatResG | 1:22 | Καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς. | |
Mark | StatResG | 1:24 | λέγων, “Τί ἡμῖν καὶ σοί, ˚Ἰησοῦ Ναζαρηνέ; Ἦλθες ἀπολέσαι ἡμᾶς; Οἶδά σε τίς εἶ, ὁ Ἅγιος τοῦ ˚Θεοῦ!” | |
Mark | StatResG | 1:26 | Καὶ σπαράξαν αὐτὸν, τὸ πνεῦμα τὸ ἀκάθαρτον, καὶ φωνῆσαν φωνῇ μεγάλῃ, ἐξῆλθεν ἐξ αὐτοῦ. | |
Mark | StatResG | 1:27 | Καὶ ἐθαμβήθησαν ἅπαντες, ὥστε συζητεῖν αὐτοὺς λέγοντας, “Τί ἐστιν τοῦτο; διδαχὴ καινή, κατʼ ἐξουσίαν καὶ τοῖς πνεύμασιν τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ!” | |
Mark | StatResG | 1:29 | ¶Καὶ εὐθὺς ἐκ τῆς συναγωγῆς ἐξελθὼν, ἦλθεν εἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδρέου, μετὰ Ἰακώβου καὶ Ἰωάννου. | |
Mark | StatResG | 1:31 | Καὶ προσελθὼν, ἤγειρεν αὐτὴν, κρατήσας τῆς χειρός. Καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός, καὶ διηκόνει αὐτοῖς. | |
Mark | StatResG | 1:32 | ¶Ὀψίας δὲ γενομένης, ὅτε ἔδυ ὁ ἥλιος, ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιμονιζομένους. | |
Mark | StatResG | 1:34 | Καὶ ἐθεράπευσεν πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις, καὶ δαιμόνια πολλὰ ἐξέβαλεν, καὶ οὐκ ἤφιεν τὰ δαιμόνια, λαλεῖν ὅτι ᾔδεισαν αὐτόν. ˚Χριστὸν εἶναι. | |
Mark | StatResG | 1:35 | ¶Καὶ πρωῒ ἔννυχα λίαν, ἀναστὰς ἐξῆλθεν καὶ ἀπῆλθεν εἰς ἔρημον τόπον, κἀκεῖ προσηύχετο. | |
Mark | StatResG | 1:38 | Καὶ λέγει αὐτοῖς, “Ἄγωμεν ἀλλαχοῦ εἰς τὰς ἐχομένας κωμοπόλεις, ἵνα καὶ ἐκεῖ κηρύξω, εἰς τοῦτο γὰρ ἐξῆλθον.” | |
Mark | StatResG | 1:39 | Καὶ ἦλθεν κηρύσσων, εἰς τὰς συναγωγὰς αὐτῶν εἰς ὅλην τὴν Γαλιλαίαν, καὶ τὰ δαιμόνια ἐκβάλλων. | |
Mark | StatResG | 1:40 | ¶Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρὸς, παρακαλῶν αὐτὸν λέγων αὐτῷ, ὅτι “Ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι.” | |
Mark | StatResG | 1:41 | Καὶ σπλαγχνισθεὶς, ἐκτείνας τὴν χεῖρα αὐτοῦ, ἥψατο καὶ λέγει αὐτῷ, “Θέλω, καθαρίσθητι.” | |
Mark | StatResG | 1:44 | καὶ λέγει αὐτῷ, “Ὅρα, μηδενὶ μηδὲν εἴπῃς, ἀλλὰ ὕπαγε, σεαυτὸν δεῖξον τῷ ἱερεῖ, καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου ἃ προσέταξεν Μωϋσῆς, εἰς μαρτύριον αὐτοῖς.” | |