MARK
Chapter 8
Mark | StatResG | 8:1 | ¶Ἐν ἐκείναις ταῖς ἡμέραις πάλιν, πολλοῦ ὄχλου ὄντος, καὶ μὴ ἐχόντων τί φάγωσιν, προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ, λέγει αὐτοῖς, | |
Mark | StatResG | 8:2 | “Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσίν μοι, καὶ οὐκ ἔχουσιν τί φάγωσιν. | |
Mark | StatResG | 8:3 | Καὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστεις εἰς οἶκον αὐτῶν, ἐκλυθήσονται ἐν τῇ ὁδῷ. Καί τινες αὐτῶν ἀπὸ μακρόθεν ἥκασιν.” | |
Mark | StatResG | 8:4 | Καὶ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, “Πόθεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων ἐπʼ ἐρημίας;” | |
Mark | StatResG | 8:6 | Καὶ παραγγέλλει τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς. Καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους, εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ, ἵνα παρατιθῶσιν, καὶ παρέθηκαν τῷ ὄχλῳ. | |
Mark | StatResG | 8:10 | Καὶ εὐθὺς ἐμβὰς εἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ, ἦλθεν εἰς τὰ μέρη Δαλμανουθά. | |
Mark | StatResG | 8:11 | ¶Καὶ ἐξῆλθον οἱ Φαρισαῖοι καὶ, ἤρξαντο συζητεῖν αὐτῷ, ζητοῦντες παρʼ αὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ, πειράζοντες αὐτόν. | |
Mark | StatResG | 8:12 | Καὶ ἀναστενάξας τῷ πνεύματι αὐτοῦ λέγει, “Τί ἡ γενεὰ αὕτη ζητεῖ σημεῖον; Ἀμὴν, λέγω ὑμῖν, εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον.” | |
Mark | StatResG | 8:14 | ¶Καὶ ἐπελάθοντο λαβεῖν ἄρτους, καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχον μεθʼ ἑαυτῶν ἐν τῷ πλοίῳ. | |
Mark | StatResG | 8:15 | Καὶ διεστέλλετο αὐτοῖς λέγων, “Ὁρᾶτε, βλέπετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ τῆς ζύμης Ἡρῴδου.” | |
Mark | StatResG | 8:17 | Καὶ γνοὺς, ὁ ˚Ἰησοῦς λέγει αὐτοῖς, “Τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε; Οὔπω νοεῖτε, οὐδὲ συνίετε; Πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμῶν; | |
Mark | StatResG | 8:18 | ‘Ὀφθαλμοὺς ἔχοντες, οὐ βλέπετε; Καὶ ὦτα ἔχοντες, οὐκ ἀκούετε;’ Καὶ οὐ μνημονεύετε; | |
Mark | StatResG | 8:19 | Ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς πεντακισχιλίους, πόσους κοφίνους κλασμάτων πλήρεις ἤρατε;” Λέγουσιν αὐτῷ, “Δώδεκα.” | |
Mark | StatResG | 8:20 | “Ὅτε δὲ τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους, πόσων σπυρίδων πληρώματα κλασμάτων ἤρατε;” καὶ λέγουσιν “Ἑπτά.” | |
Mark | StatResG | 8:22 | ¶Καὶ ἔρχονται εἰς Βηθσαϊδάν, καὶ φέρουσιν αὐτῷ τυφλὸν, καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται. | |
Mark | StatResG | 8:23 | Καὶ ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυφλοῦ, ἐξήνεγκεν αὐτὸν ἔξω τῆς κώμης, καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ἐπηρώτα αὐτόν, “Εἴ τι βλέπεις;” | |
Mark | StatResG | 8:25 | Εἶτα πάλιν ἐπέθηκεν τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ διέβλεψεν καὶ ἀπεκατέστη καὶ ἐνέβλεπεν τηλαυγῶς ἅπαντα. | |
Mark | StatResG | 8:27 | ¶Καὶ ἐξῆλθεν ὁ ˚Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμας Καισαρείας τῆς Φιλίππου. Καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων αὐτοῖς, “Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι;” | |
Mark | StatResG | 8:28 | Οἱ δὲ εἶπαν αὐτῷ λέγοντες, ὅτι “Ἰωάννην τὸν Βαπτιστήν, καὶ ἄλλοι Ἠλίαν, ἄλλοι δὲ ὅτι εἷς τῶν προφητῶν.” | |
Mark | StatResG | 8:29 | Καὶ αὐτὸς ἐπηρώτα αὐτούς, “Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι;” Ἀποκριθεὶς δὲ ὁ Πέτρος λέγει αὐτῷ, “Σὺ εἶ ὁ ˚Χριστός.” | |
Mark | StatResG | 8:31 | ¶Καὶ ἤρξατο διδάσκειν αὐτοὺς ὅτι δεῖ τὸν Υἱὸν τοῦ Ἀνθρώπου πολλὰ παθεῖν, καὶ ἀποδοκιμασθῆναι ὑπὸ τῶν πρεσβυτέρων καὶ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι. | |
Mark | StatResG | 8:32 | Καὶ παρρησίᾳ τὸν λόγον ἐλάλει. Καὶ προσλαβόμενος αὐτὸν, ὁ Πέτρος ἤρξατο ἐπιτιμᾶν αὐτῷ. | |
Mark | StatResG | 8:33 | Ὁ δὲ, ἐπιστραφεὶς καὶ ἰδὼν τοὺς μαθητὰς αὐτοῦ, ἐπετίμησεν τῷ Πέτρῳ καὶ λέγει, “Ὕπαγε ὀπίσω μου, Σατανᾶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ ˚Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων.” | |
Mark | StatResG | 8:34 | ¶Καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ, εἶπεν αὐτοῖς, “Εἴ τις θέλει ὀπίσω μου ἀκολουθεῖν ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. | |
Mark | StatResG | 8:35 | Ὃς γὰρ ἐὰν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν, ὃς δʼ ἂν ἀπολέσει τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, σώσει αὐτήν. | |