Site uses cookies to provide basic functionality.

OK
PHILIPPIANS
1 2 3 4
Prev Up Next Toggle notes
Chapter 2
Phil StatResG 2:1  ¶Εἴ τις οὖν παράκλησις ἐν ˚Χριστῷ, εἴ τι παραμύθιον ἀγάπης, εἴ τις κοινωνία ˚Πνεύματος, εἴ τις σπλάγχνα καὶ οἰκτιρμοί,
Phil StatResG 2:2  πληρώσατέ μου τὴν χαρὰν, ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύμψυχοι, τὸ ἓν φρονοῦντες.
Phil StatResG 2:3  Μηδὲν κατʼ ἐριθείαν μηδὲ κατὰ κενοδοξίαν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν,
Phil StatResG 2:4  μὴ τὰ ἑαυτῶν ἕκαστος σκοποῦντες, ἀλλὰ καὶ τὰ ἑτέρων ἕκαστοι.
Phil StatResG 2:5  Τοῦτο φρονεῖτε ἐν ὑμῖν, ὃ καὶ ἐν ˚Χριστῷ ˚Ἰησοῦ,
Phil StatResG 2:6  ὃς ἐν μορφῇ ˚Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα ˚Θεῷ,
Phil StatResG 2:7  ἀλλὰ ἑαυτὸν ἐκένωσεν, μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος. Καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος,
Phil StatResG 2:8  ἐταπείνωσεν ἑαυτὸν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.
Phil StatResG 2:9  Διὸ καὶ ὁ ˚Θεὸς αὐτὸν ὑπερύψωσεν, καὶ ἐχαρίσατο αὐτῷ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα,
Phil StatResG 2:10  ἵνα ἐν τῷ ὀνόματι ˚Ἰησοῦ, πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων,
Phil StatResG 2:11  καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι ˚Κύριος ˚Ἰησοῦς ˚Χριστὸς, εἰς δόξαν ˚Θεοῦ Πατρός.
Phil StatResG 2:12  ¶Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσατε, μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον, ἀλλὰ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε.
Phil StatResG 2:13  ˚Θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν, καὶ τὸ θέλειν, καὶ τὸ ἐνεργεῖν, ὑπὲρ τῆς εὐδοκίας.
Phil StatResG 2:14  ¶Πάντα ποιεῖτε χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν,
Phil StatResG 2:15  ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι, τέκνα ˚Θεοῦ ἄμωμα μέσον γενεᾶς σκολιᾶς καὶ διεστραμμένης, ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ,
Phil StatResG 2:16  λόγον ζωῆς ἐπέχοντες εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν ˚Χριστοῦ, ὅτι οὐκ εἰς κενὸν ἔδραμον, οὐδὲ εἰς κενὸν ἐκοπίασα,
Phil StatResG 2:17  ἀλλʼ εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν, χαίρω καὶ συγχαίρω πᾶσιν ὑμῖν.
Phil StatResG 2:18  Τὸ δὲ αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ συγχαίρετέ μοι.
Phil StatResG 2:19  ¶Ἐλπίζω δὲ ἐν ˚Κυρίῳ ˚Ἰησοῦ, Τιμόθεον ταχέως πέμψαι ὑμῖν, ἵνα κἀγὼ εὐψυχῶ, γνοὺς τὰ περὶ ὑμῶν.
Phil StatResG 2:20  Οὐδένα γὰρ ἔχω ἰσόψυχον, ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει.
Phil StatResG 2:21  Οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ ˚Ἰησοῦ ˚Χριστοῦ.
Phil StatResG 2:22  Τὴν δὲ δοκιμὴν αὐτοῦ γινώσκετε, ὅτι ὡς πατρὶ τέκνον, σὺν ἐμοὶ ἐδούλευσεν εἰς τὸ εὐαγγέλιον.
Phil StatResG 2:23  Τοῦτον μὲν οὖν ἐλπίζω πέμψαι, ὡς ἂν ἀφίδω τὰ περὶ ἐμὲ ἐξαυτῆς·
Phil StatResG 2:24  πέποιθα δὲ ἐν ˚Κυρίῳ ὅτι καὶ αὐτὸς ταχέως ἐλεύσομαι.
Phil StatResG 2:25  ¶Ἀναγκαῖον δὲ ἡγησάμην, Ἐπαφρόδιτον, τὸν ἀδελφὸν καὶ συνεργὸν καὶ συστρατιώτην μου, ὑμῶν δὲ ἀπόστολον καὶ λειτουργὸν τῆς χρείας μου, πέμψαι πρὸς ὑμᾶς,
Phil StatResG 2:26  ἐπειδὴ ἐπιποθῶν ἦν πάντας ὑμᾶς, καὶ ἀδημονῶν διότι ἠκούσατε ὅτι ἠσθένησεν.
Phil StatResG 2:27  Καὶ γὰρ ἠσθένησεν παραπλήσιον θανάτῳ, ἀλλὰ ὁ ˚Θεὸς ἠλέησεν αὐτόν, οὐκ αὐτὸν δὲ μόνον, ἀλλὰ καὶ ἐμέ, ἵνα μὴ λύπην ἐπὶ λύπην σχῶ.
Phil StatResG 2:28  Σπουδαιοτέρως οὖν ἔπεμψα αὐτὸν, ἵνα ἰδόντες αὐτὸν πάλιν, χαρῆτε κἀγὼ ἀλυπότερος ὦ.
Phil StatResG 2:29  Προσδέχεσθε οὖν αὐτὸν ἐν ˚Κυρίῳ μετὰ πάσης χαρᾶς, καὶ τοὺς τοιούτους ἐντίμους ἔχετε,
Phil StatResG 2:30  ὅτι διὰ τὸ ἔργον ˚Χριστοῦ μέχρι θανάτου ἤγγισεν, παραβολευσάμενος τῇ ψυχῇ, ἵνα ἀναπληρώσῃ τὸ ὑμῶν ὑστέρημα, τῆς πρός με λειτουργίας.