ACTS
Chapter 12
Acts | StatResG | 12:1 | ¶Κατʼ ἐκεῖνον δὲ τὸν καιρὸν, ἐπέβαλεν Ἡρῴδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας. | |
Acts | StatResG | 12:3 | Ἰδὼν δὲ ὅτι ἀρεστόν ἐστιν τοῖς Ἰουδαίοις, προσέθετο συλλαβεῖν καὶ Πέτρον (ἦσαν δὲ ἡμέραι τῶν Ἀζύμων), | |
Acts | StatResG | 12:4 | ὃν καὶ πιάσας, ἔθετο εἰς φυλακήν, παραδοὺς τέσσαρσιν τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν, βουλόμενος μετὰ τὸ Πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ. | |
Acts | StatResG | 12:5 | Ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ· προσευχὴ δὲ ἦν ἐκτενῶς γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν ˚Θεὸν περὶ αὐτοῦ. | |
Acts | StatResG | 12:6 | ¶Ὅτε δὲ ἤμελλεν προσαγαγεῖν αὐτὸν ὁ Ἡρῴδης τῇ νυκτὶ ἐκείνῃ, ἦν ὁ Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν, δεδεμένος ἁλύσεσιν δυσίν, φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν. | |
Acts | StatResG | 12:7 | Καὶ ἰδοὺ, ἄγγελος ˚Κυρίου ἐπέστη, καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι. Πατάξας δὲ τὴν πλευρὰν τοῦ Πέτρου, ἤγειρεν αὐτὸν λέγων, “Ἀνάστα ἐν τάχει.” Καὶ ἐξέπεσαν αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν. | |
Acts | StatResG | 12:8 | Εἶπεν δὲ ὁ ἄγγελος πρὸς αὐτόν, “Ζῶσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου.” Ἐποίησεν δὲ οὕτως. Καὶ λέγει αὐτῷ, “Περιβαλοῦ τὸ ἱμάτιόν σου, καὶ ἀκολούθει μοι.” | |
Acts | StatResG | 12:9 | Καὶ ἐξελθὼν ἠκολούθει, καὶ οὐκ ᾔδει ὅτι ἀληθές ἐστιν τὸ γινόμενον διὰ τοῦ ἀγγέλου, ἐδόκει δὲ ὅραμα βλέπειν. | |
Acts | StatResG | 12:10 | Διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν, ἦλθαν ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν, τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτομάτη ἠνοίγη αὐτοῖς, καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν, καὶ εὐθέως ἀπέστη ὁ ἄγγελος ἀπʼ αὐτοῦ. | |
Acts | StatResG | 12:11 | Καὶ ὁ Πέτρος ἐν ἑαυτῷ γενόμενος εἶπεν, “Νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλεν ˚Κύριος τὸν ἄγγελον αὐτοῦ, καὶ ἐξείλατό με ἐκ χειρὸς Ἡρῴδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων.” | |
Acts | StatResG | 12:12 | ¶Συνιδών τε, ἦλθεν ἐπὶ τὴν οἰκίαν τῆς Μαρίας, τῆς μητρὸς Ἰωάννου, τοῦ ἐπικαλουμένου Μάρκου, οὗ ἦσαν ἱκανοὶ συνηθροισμένοι καὶ προσευχόμενοι. | |
Acts | StatResG | 12:13 | Κρούσαντος δὲ αὐτοῦ τὴν θύραν τοῦ πυλῶνος, προσῆλθεν παιδίσκη ὑπακοῦσαι, ὀνόματι Ῥόδη. | |
Acts | StatResG | 12:14 | Καὶ ἐπιγνοῦσα τὴν φωνὴν τοῦ Πέτρου, ἀπὸ τῆς χαρᾶς οὐκ ἤνοιξεν τὸν πυλῶνα, εἰσδραμοῦσα δὲ ἀπήγγειλεν ἑστάναι τὸν Πέτρον πρὸ τοῦ πυλῶνος. | |
Acts | StatResG | 12:15 | Οἱ δὲ πρὸς αὐτὴν εἶπαν, “Μαίνῃ!” Ἡ δὲ διϊσχυρίζετο οὕτως ἔχειν. Οἱ δὲ ἔλεγον, “Ὁ ἄγγελός ἐστιν αὐτοῦ.” | |
Acts | StatResG | 12:17 | Κατασείσας δὲ αὐτοῖς τῇ χειρὶ σιγᾶν, διηγήσατο αὐτοῖς πῶς ὁ ˚Κύριος αὐτὸν ἐξήγαγεν ἐκ τῆς φυλακῆς. Εἶπέν τε, “Ἀπαγγείλατε Ἰακώβῳ καὶ τοῖς ἀδελφοῖς ταῦτα.” Καὶ ἐξελθὼν, ἐπορεύθη εἰς ἕτερον τόπον. | |
Acts | StatResG | 12:18 | ¶Γενομένης δὲ ἡμέρας, ἦν τάραχος οὐκ ὀλίγος ἐν τοῖς στρατιώταις, τί ἄρα ὁ Πέτρος ἐγένετο. | |
Acts | StatResG | 12:19 | Ἡρῴδης δὲ ἐπιζητήσας αὐτὸν καὶ μὴ εὑρὼν, ἀνακρίνας τοὺς φύλακας, ἐκέλευσεν ἀπαχθῆναι. Καὶ κατελθὼν ἀπὸ τῆς Ἰουδαίας εἰς Καισάρειαν, διέτριβεν. | |
Acts | StatResG | 12:20 | ¶Ἦν δὲ θυμομαχῶν Τυρίοις καὶ Σιδωνίοις· ὁμοθυμαδὸν δὲ παρῆσαν πρὸς αὐτόν, καὶ πείσαντες Βλάστον, τὸν ἐπὶ τοῦ κοιτῶνος τοῦ βασιλέως, ᾐτοῦντο εἰρήνην, διὰ τὸ τρέφεσθαι αὐτῶν τὴν χώραν ἀπὸ τῆς βασιλικῆς. | |
Acts | StatResG | 12:21 | Τακτῇ δὲ ἡμέρᾳ, ὁ Ἡρῴδης, ἐνδυσάμενος ἐσθῆτα βασιλικὴν, καθίσας ἐπὶ τοῦ βήματος, ἐδημηγόρει πρὸς αὐτούς. | |
Acts | StatResG | 12:23 | Παραχρῆμα δὲ ἐπάταξεν αὐτὸν ἄγγελος ˚Κυρίου, ἀνθʼ ὧν οὐκ ἔδωκεν τὴν δόξαν τῷ ˚Θεῷ, καὶ γενόμενος σκωληκόβρωτος, ἐξέψυξεν. | |