Site uses cookies to provide basic functionality.

OK
JOHN
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21
Prev Up Next Toggle notes
Chapter 21
John StatResG 21:1  ¶Μετὰ ταῦτα, ἐφανέρωσεν ἑαυτὸν πάλιν ˚Ἰησοῦς τοῖς μαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος· ἐφανέρωσεν δὲ οὕτως:
John StatResG 21:2  ἦσαν ὁμοῦ Σίμων Πέτρος, καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος, καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανὰ τῆς Γαλιλαίας, καὶ οἱ τοῦ Ζεβεδαίου, καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο.
John StatResG 21:3  Λέγει αὐτοῖς Σίμων Πέτρος, “Ὑπάγω ἁλιεύειν.” Λέγουσιν αὐτῷ, “Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί.” Ἐξῆλθον καὶ ἐνέβησαν εἰς τὸ πλοῖον, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν.
John StatResG 21:4  ¶Πρωΐας δὲ ἤδη γινομένης, ἔστη ˚Ἰησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι ˚Ἰησοῦς ἐστιν.
John StatResG 21:5  Λέγει οὖν αὐτοῖς ˚Ἰησοῦς, “Παιδία, μή τι προσφάγιον ἔχετε;” Ἀπεκρίθησαν αὐτῷ, “Οὔ.”
John StatResG 21:6  Ὁ δὲ εἶπεν αὐτοῖς, “Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε.” Ἔβαλον οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ἴσχυον ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων.
John StatResG 21:7  Λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος ὃν ἠγάπα ὁ ˚Ἰησοῦς τῷ Πέτρῳ, “Ὁ ˚Κύριός ἐστιν.” Σίμων οὖν Πέτρος ἀκούσας ὅτι ὁ ˚Κύριός ἐστιν, τὸν ἐπενδύτην διεζώσατο, ἦν γὰρ γυμνός, καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν.
John StatResG 21:8  Οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον, οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς, ἀλλὰ ὡς ἀπὸ πηχῶν διακοσίων, σύροντες τὸ δίκτυον τῶν ἰχθύων.
John StatResG 21:9  ¶Ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν, βλέπουσιν ἀνθρακιὰν κειμένην, καὶ ὀψάριον ἐπικείμενον, καὶ ἄρτον.
John StatResG 21:10  Λέγει αὐτοῖς ὁ ˚Ἰησοῦς, “Ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν.”
John StatResG 21:11  Ἀνέβη οὖν Σίμων Πέτρος, καὶ εἵλκυσεν τὸ δίκτυον εἰς τὴν γῆν μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν· καὶ τοσούτων ὄντων, οὐκ ἐσχίσθη τὸ δίκτυον.
John StatResG 21:12  Λέγει αὐτοῖς ὁ ˚Ἰησοῦς, “Δεῦτε, ἀριστήσατε.” Οὐδεὶς δὲ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν, “Σὺ τίς εἶ;” Εἰδότες ὅτι ὁ ˚Κύριός ἐστιν.
John StatResG 21:13  Ἔρχεται ˚Ἰησοῦς, καὶ λαμβάνει τὸν ἄρτον καὶ δίδωσιν αὐτοῖς, καὶ τὸ ὀψάριον ὁμοίως.
John StatResG 21:14  Τοῦτο ἤδη τρίτον ἐφανερώθη ˚Ἰησοῦς τοῖς μαθηταῖς, ἐγερθεὶς ἐκ νεκρῶν.
John StatResG 21:15  ¶Ὅτε οὖν ἠρίστησαν, λέγει τῷ Σίμωνι Πέτρῳ ὁ ˚Ἰησοῦς, “Σίμων Ἰωάννου, ἀγαπᾷς με πλέον τούτων;” Λέγει αὐτῷ, “Ναί, ˚Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε.” Λέγει αὐτῷ, “Βόσκε τὰ ἀρνία μου.”
John StatResG 21:16  Λέγει αὐτῷ πάλιν δεύτερον, “Σίμων Ἰωάννου, ἀγαπᾷς με;” Λέγει αὐτῷ, “Ναί, ˚Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε.” Λέγει αὐτῷ, “Ποίμαινε τὰ πρόβατά μου.”
John StatResG 21:17  Λέγει αὐτῷ τὸ τρίτον, “Σίμων Ἰωάννου, φιλεῖς με;” Ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον, “Φιλεῖς με;” Καὶ λέγει αὐτῷ, “˚Κύριε, πάντα σὺ οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ σε.” Λέγει αὐτῷ ˚Ἰησοῦς, “Βόσκε τὰ προβάτιά μου.”
John StatResG 21:18  Ἀμὴν, ἀμὴν, λέγω σοι, ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτὸν, καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος ζώσουσιν σε, καὶ οἴσει ὅπου οὐ θέλεις.
John StatResG 21:19  Τοῦτο δὲ εἶπεν, σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν ˚Θεόν. Καὶ τοῦτο εἰπὼν, λέγει αὐτῷ, “Ἀκολούθει μοι.”
John StatResG 21:20  ¶Ἐπιστραφεὶς, ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ ˚Ἰησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπεν, “˚Κύριε, τίς ἐστιν, ὁ παραδιδούς σε;”
John StatResG 21:21  Τοῦτον οὖν ἰδὼν, ὁ Πέτρος λέγει τῷ ˚Ἰησοῦ, “˚Κύριε, οὗτος δὲ τί;”
John StatResG 21:22  Λέγει αὐτῷ ὁ ˚Ἰησοῦς, “Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; Σύ μοι ἀκολούθει!”
John StatResG 21:23  Ἐξῆλθεν οὖν οὗτος ὁ λόγος εἰς τοὺς ἀδελφοὺς, ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνῄσκει. Οὐκ εἶπεν δὲ αὐτῷ ὁ ˚Ἰησοῦς ὅτι Οὐκ ἀποθνῄσκει, ἀλλʼ, “Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ;”
John StatResG 21:24  ¶Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων, καὶ ὁ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθὴς αὐτοῦ ἡ μαρτυρία ἐστίν.
John StatResG 21:25  Ἔστιν δὲ καὶ ἄλλα πολλὰ ἃ ἐποίησεν ὁ ˚Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθʼ ἕν, οὐδʼ αὐτὸν οἶμαι τὸν κόσμον χωρήσειν τὰ γραφόμενα βιβλία.