Site uses cookies to provide basic functionality.

OK
JOHN
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21
Prev Up Next Toggle notes
Chapter 6
John StatResG 6:1  ¶Μετὰ ταῦτα, ἀπῆλθεν ὁ ˚Ἰησοῦς πέραν τῆς θαλάσσης τῆς Γαλιλαίας τῆς Τιβεριάδος.
John StatResG 6:2  Ἠκολούθει δὲ αὐτῷ ὄχλος πολύς, ὅτι ἐθεώρων τὰ σημεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων.
John StatResG 6:3  Ἀνῆλθεν δὲ εἰς τὸ ὄρος ˚Ἰησοῦς, καὶ ἐκεῖ ἐκάθητο μετὰ τῶν μαθητῶν αὐτοῦ.
John StatResG 6:4  Ἦν δὲ ἐγγὺς τὸ Πάσχα, ἡ ἑορτὴ τῶν Ἰουδαίων.
John StatResG 6:5  Ἐπάρας οὖν τοὺς ὀφθαλμοὺς ὁ ˚Ἰησοῦς, καὶ θεασάμενος ὅτι πολὺς ὄχλος ἔρχεται πρὸς αὐτὸν, λέγει πρὸς Φίλιππον, “Πόθεν ἀγοράσωμεν ἄρτους, ἵνα φάγωσιν οὗτοι;”
John StatResG 6:6  Τοῦτο δὲ ἔλεγεν πειράζων αὐτόν, αὐτὸς γὰρ ᾔδει τί ἔμελλεν ποιεῖν.
John StatResG 6:7  Ἀπεκρίθη αὐτῷ Φίλιππος, “Διακοσίων δηναρίων ἄρτοι οὐκ ἀρκοῦσιν αὐτοῖς, ἵνα ἕκαστος βραχύ λάβῃ.”
John StatResG 6:8  Λέγει αὐτῷ εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ, Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου,
John StatResG 6:9  “Ἔστιν παιδάριον ὧδε, ὃς ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια, ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους;”
John StatResG 6:10  Εἶπεν ὁ ˚Ἰησοῦς, “Ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν.” Ἦν δὲ χόρτος πολὺς ἐν τῷ τόπῳ. Ἀνέπεσαν οὖν οἱ ἄνδρες, τὸν ἀριθμὸν ὡς πεντακισχίλιοι.
John StatResG 6:11  Ἔλαβεν οὖν τοὺς ἄρτους ὁ ˚Ἰησοῦς, καὶ εὐχαριστήσας, διέδωκεν τοῖς ἀνακειμένοις, ὁμοίως καὶ ἐκ τῶν ὀψαρίων, ὅσον ἤθελον.
John StatResG 6:12  Ὡς δὲ ἐνεπλήσθησαν, λέγει τοῖς μαθηταῖς αὐτοῦ, “Συναγάγετε τὰ περισσεύσαντα κλάσματα, ἵνα μή τι ἀπόληται.”
John StatResG 6:13  Συνήγαγον οὖν καὶ ἐγέμισαν δώδεκα κοφίνους κλασμάτων ἐκ τῶν πέντε ἄρτων τῶν κριθίνων, ἃ ἐπερίσσευσαν τοῖς βεβρωκόσιν.
John StatResG 6:14  Οἱ οὖν ἄνθρωποι ἰδόντες ἃ ἐποίησεν σημεῖα ἔλεγον, ὅτι “Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης ὁ ἐρχόμενος εἰς τὸν κόσμον.”
John StatResG 6:15  ¶˚Ἰησοῦς οὖν γνοὺς ὅτι μέλλουσιν ἔρχεσθαι καὶ ἁρπάζειν αὐτὸν, ἵνα ποιήσωσιν βασιλέα, ἀνεχώρησεν πάλιν εἰς τὸ ὄρος αὐτὸς μόνος.
John StatResG 6:16  ¶Ὡς δὲ ὀψία ἐγένετο, κατέβησαν οἱ μαθηταὶ αὐτοῦ ἐπὶ τὴν θάλασσαν,
John StatResG 6:17  καὶ ἐμβάντες εἰς πλοῖον, ἤρχοντο πέραν τῆς θαλάσσης εἰς Καφαρναούμ. Καὶ σκοτία ἤδη ἐγεγόνει, καὶ οὔπω πρὸς αὐτοὺς ἐληλύθει ὁ ˚Ἰησοῦς.
John StatResG 6:18  Ἥ τε θάλασσα ἀνέμου μεγάλου πνέοντος διηγείρετο.
John StatResG 6:19  Ἐληλακότες οὖν ὡς σταδίους εἴκοσι πέντε ἢ τριάκοντα, θεωροῦσιν τὸν ˚Ἰησοῦν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης, καὶ ἐγγὺς τοῦ πλοίου γινόμενον, καὶ ἐφοβήθησαν.
John StatResG 6:20  Ὁ δὲ λέγει αὐτοῖς, “Ἐγώ εἰμι, μὴ φοβεῖσθε.”
John StatResG 6:21  Ἤθελον οὖν λαβεῖν αὐτὸν εἰς τὸ πλοῖον, καὶ εὐθέως ἐγένετο τὸ πλοῖον ἐπὶ τῆς γῆς εἰς ἣν ὑπῆγον.
John StatResG 6:22  ¶Τῇ ἐπαύριον ὁ ὄχλος ὁ ἑστηκὼς πέραν τῆς θαλάσσης, εἶδον ὅτι πλοιάριον ἄλλο οὐκ ἦν ἐκεῖ εἰ μὴ ἕν, καὶ ὅτι οὐ συνεισῆλθεν τοῖς μαθηταῖς αὐτοῦ ὁ ˚Ἰησοῦς εἰς τὸ πλοῖον, ἀλλὰ μόνοι οἱ μαθηταὶ αὐτοῦ ἀπῆλθον·
John StatResG 6:23  ἄλλα ἦλθεν πλοῖα ἐκ Τιβεριάδος, ἐγγὺς τοῦ τόπου ὅπου ἔφαγον τὸν ἄρτον, εὐχαριστήσαντος τοῦ ˚Κυρίου.
John StatResG 6:24  Ὅτε οὖν εἶδεν ὁ ὄχλος ὅτι ˚Ἰησοῦς οὐκ ἔστιν ἐκεῖ, οὐδὲ οἱ μαθηταὶ αὐτοῦ, ἐνέβησαν αὐτοὶ εἰς τὰ πλοιάρια, καὶ ἦλθον εἰς Καφαρναοὺμ ζητοῦντες τὸν ˚Ἰησοῦν.
John StatResG 6:25  ¶Καὶ εὑρόντες αὐτὸν πέραν τῆς θαλάσσης, εἶπον αὐτῷ, “Ῥαββί, πότε ὧδε γέγονας;”
John StatResG 6:26  Ἀπεκρίθη αὐτοῖς ὁ ˚Ἰησοῦς καὶ εἶπεν, “Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, ζητεῖτέ με, οὐχ ὅτι εἴδετε σημεῖα, ἀλλʼ ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων καὶ ἐχορτάσθητε.
John StatResG 6:27  Ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον, ἣν ὁ Υἱὸς τοῦ Ἀνθρώπου ὑμῖν δώσει, τοῦτον γὰρ ὁ Πατὴρ ἐσφράγισεν ὁ ˚Θεός.”
John StatResG 6:28  Εἶπον οὖν πρὸς αὐτόν, “Τί ποιῶμεν, ἵνα ἐργαζώμεθα τὰ ἔργα τοῦ ˚Θεοῦ;”
John StatResG 6:29  Ἀπεκρίθη ὁ ˚Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, “Τοῦτό ἐστιν τὸ ἔργον τοῦ ˚Θεοῦ, ἵνα πιστεύητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος.”
John StatResG 6:30  Εἶπον οὖν αὐτῷ, “Τί οὖν ποιεῖς σὺ σημεῖον, ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι; Τί ἐργάζῃ;
John StatResG 6:31  Οἱ πατέρες ἡμῶν τὸ μάννα ἔφαγον ἐν τῇ ἐρήμῳ, καθώς ἐστιν γεγραμμένον, ‘Ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν.’”
John StatResG 6:32  Εἶπεν οὖν αὐτοῖς ὁ ˚Ἰησοῦς, “Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ, ἀλλʼ ὁ Πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν.
John StatResG 6:33  Ὁ γὰρ ἄρτος τοῦ ˚Θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ.”
John StatResG 6:34  Εἶπον οὖν πρὸς αὐτόν, “Κύριε, πάντοτε δὸς ἡμῖν τὸν ἄρτον τοῦτον.”
John StatResG 6:35  ¶Εἶπεν αὐτοῖς ὁ ˚Ἰησοῦς, “Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς· ὁ ἐρχόμενος πρὸς ἐμὲ, οὐ μὴ πεινάσῃ, καὶ ὁ πιστεύων εἰς ἐμὲ, οὐ μὴ διψήσει πώποτε.
John StatResG 6:36  Ἀλλʼ εἶπον ὑμῖν ὅτι καὶ ἑωράκατέ με καὶ οὐ πιστεύετε.
John StatResG 6:37  Πᾶν ὃ δίδωσίν μοι ὁ Πατὴρ, πρὸς ἐμὲ ἥξει, καὶ τὸν ἐρχόμενον πρός ἐμὲ, οὐ μὴ ἐκβάλω ἔξω.
John StatResG 6:38  Ὅτι καταβέβηκα ἀπὸ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με.
John StatResG 6:39  Τοῦτο δέ ἐστιν τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶν ὃ δέδωκέν μοι, μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλὰ ἀναστήσω αὐτὸ τῇ ἐσχάτῃ ἡμέρᾳ.
John StatResG 6:40  Τοῦτο γάρ ἐστιν τὸ θέλημα τοῦ Πατρός μου, ἵνα πᾶς ὁ θεωρῶν τὸν Υἱὸν καὶ πιστεύων εἰς αὐτὸν, ἔχῃ ζωὴν αἰώνιον, καὶ ἀναστήσω αὐτὸν ἐγὼ τῇ ἐσχάτῃ ἡμέρᾳ.”
John StatResG 6:41  ¶Ἐγόγγυζον οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ, ὅτι εἶπεν, “Ἐγώ εἰμι ὁ ἄρτος ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ.”
John StatResG 6:42  Καὶ ἔλεγον, “Οὐχ οὗτός ἐστιν ˚Ἰησοῦς ὁ υἱὸς Ἰωσήφ, οὗ ἡμεῖς οἴδαμεν τὸν πατέρα καὶ τὴν μητέρα; Πῶς νῦν λέγει, ὅτι ‘Ἐκ τοῦ οὐρανοῦ καταβέβηκα’;”
John StatResG 6:43  Ἀπεκρίθη ˚Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, “Μὴ γογγύζετε μετʼ ἀλλήλων.
John StatResG 6:44  Οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ, ὁ πέμψας με, ἑλκύσῃ αὐτόν, κἀγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ.
John StatResG 6:45  Ἔστιν γεγραμμένον ἐν τοῖς προφήταις, ‘Καὶ ἔσονται πάντες διδακτοὶ ˚Θεοῦ.’ Πᾶς ὁ ἀκούσας παρὰ τοῦ Πατρὸς καὶ μαθὼν, ἔρχεται πρὸς με.
John StatResG 6:46  Οὐχ ὅτι τὸν Πατέρα ἑώρακέν τις, εἰ μὴ ὁ ὢν παρὰ τοῦ ˚Θεοῦ, οὗτος ἑώρακεν τὸν Πατέρα.
John StatResG 6:47  Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, ὁ πιστεύων ἔχει ζωὴν αἰώνιον.
John StatResG 6:48  Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς.
John StatResG 6:49  Οἱ πατέρες ὑμῶν ἔφαγον ἐν τῇ ἐρήμῳ τὸ μάννα, καὶ ἀπέθανον.
John StatResG 6:50  Οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, ἵνα τις ἐξ αὐτοῦ φάγῃ, καὶ μὴ ἀποθάνῃ.
John StatResG 6:51  Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου, ζήσεται εἰς τὸν αἰῶνα. Καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω, ἡ σάρξ μού ἐστιν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς.”
John StatResG 6:52  ¶Ἐμάχοντο οὖν πρὸς ἀλλήλους οἱ Ἰουδαῖοι λέγοντες, “Πῶς δύναται οὗτος ἡμῖν δοῦναι τὴν σάρκα αὐτοῦ φαγεῖν;”
John StatResG 6:53  Εἶπεν οὖν αὐτοῖς ὁ ˚Ἰησοῦς, “Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς.
John StatResG 6:54  Ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν τῇ ἐσχάτῃ ἡμέρᾳ.
John StatResG 6:55  Ἡ γὰρ σάρξ μου ἀληθής ἐστιν βρῶσις, καὶ τὸ αἷμά μου ἀληθής ἐστιν πόσις.
John StatResG 6:56  Ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ.
John StatResG 6:57  Καθὼς ἀπέστειλέν με ὁ ζῶν Πατὴρ, κἀγὼ ζῶ διὰ τὸν Πατέρα, καὶ ὁ τρώγων με, κἀκεῖνος ζήσει διʼ ἐμέ.
John StatResG 6:58  Οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐξ οὐρανοῦ καταβάς, οὐ καθὼς ἔφαγον οἱ πατέρες καὶ ἀπέθανον· ὁ τρώγων τοῦτον τὸν ἄρτον ζήσει εἰς τὸν αἰῶνα.”
John StatResG 6:59  Ταῦτα εἶπεν ἐν συναγωγῇ, διδάσκων ἐν Καφαρναούμ.
John StatResG 6:60  ¶Πολλοὶ οὖν ἀκούσαντες ἐκ τῶν μαθητῶν αὐτοῦ εἶπον, “Σκληρός ἐστιν ὁ λόγος οὗτος· τίς δύναται αὐτοῦ ἀκούειν;”
John StatResG 6:61  Εἰδὼς δὲ ὁ ˚Ἰησοῦς ἐν ἑαυτῷ ὅτι γογγύζουσιν περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ, εἶπεν αὐτοῖς, “Τοῦτο ὑμᾶς σκανδαλίζει;
John StatResG 6:62  Ἐὰν οὖν θεωρῆτε τὸν Υἱὸν τοῦ Ἀνθρώπου, ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον;
John StatResG 6:63  Τὸ ˚Πνεῦμά ἐστιν τὸ ζῳοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν. Τὰ ῥήματα ἃ ἐγὼ λελάληκα ὑμῖν πνεῦμά ἐστιν καὶ ζωή ἐστιν.
John StatResG 6:64  Ἀλλʼ εἰσὶν ἐξ ὑμῶν τινες, οἳ οὐ πιστεύουσιν.” ἬΙδει γὰρ ἐξ ἀρχῆς ὁ ˚Ἰησοῦς, τίνες εἰσὶν οἱ μὴ πιστεύοντες, καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν.
John StatResG 6:65  Καὶ ἔλεγεν, “Διὰ τοῦτο εἴρηκα ὑμῖν ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ Πατρός.”
John StatResG 6:66  ¶Ἐκ τούτου πολλοὶ ἐκ τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον εἰς τὰ ὀπίσω, καὶ οὐκέτι μετʼ αὐτοῦ περιεπάτουν.
John StatResG 6:67  Εἶπεν οὖν ὁ ˚Ἰησοῦς τοῖς δώδεκα, “Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν;”
John StatResG 6:68  Ἀπεκρίθη αὐτῷ Σίμων Πέτρος, “˚Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; Ῥήματα ζωῆς αἰωνίου ἔχεις.
John StatResG 6:69  Καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἶ ὁ Ἅγιος τοῦ ˚Θεοῦ.”
John StatResG 6:70  Ἀπεκρίθη αὐτοῖς ὁ ˚Ἰησοῦς, “Οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην, καὶ ἐξ ὑμῶν εἷς διάβολός ἐστιν;”
John StatResG 6:71  Ἔλεγεν δὲ τὸν Ἰούδαν Σίμωνος Ἰσκαριώτου· οὗτος γὰρ ἔμελλεν παραδιδόναι αὐτόν, εἷς ἐκ τῶν δώδεκα.