JOHN
Chapter 3
John | StatResG | 3:2 | οὗτος ἦλθεν πρὸς αὐτὸν νυκτὸς, καὶ εἶπεν αὐτῷ, “Ῥαββί, οἴδαμεν ὅτι ἀπὸ ˚Θεοῦ ἐλήλυθας διδάσκαλος· οὐδεὶς γὰρ δύναται ταῦτα τὰ σημεῖα ποιεῖν, ἃ σὺ ποιεῖς, ἐὰν μὴ ᾖ ὁ ˚Θεὸς μετʼ αὐτοῦ.” | |
John | StatResG | 3:3 | Ἀπεκρίθη ˚Ἰησοῦς καὶ εἶπεν αὐτῷ, “Ἀμὴν, ἀμὴν, λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν Βασιλείαν τοῦ ˚Θεοῦ.” | |
John | StatResG | 3:4 | Λέγει πρὸς αὐτὸν Νικόδημος, “Πῶς δύναται ἄνθρωπος γεννηθῆναι, γέρων ὤν; Μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι;” | |
John | StatResG | 3:5 | Ἀπεκρίθη ˚Ἰησοῦς, “Ἀμὴν, ἀμὴν, λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ ˚Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν Βασιλείαν τοῦ ˚Θεοῦ. | |
John | StatResG | 3:6 | Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς, σάρξ ἐστιν, καὶ τὸ γεγεννημένον ἐκ τοῦ ˚Πνεύματος, πνεῦμά ἐστιν. | |
John | StatResG | 3:8 | Τὸ πνεῦμα ὅπου θέλει, πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλʼ οὐκ οἶδας πόθεν ἔρχεται, καὶ ποῦ ὑπάγει· οὕτως ἐστὶν πᾶς ὁ γεγεννημένος ἐκ τοῦ ˚Πνεύματος.” | |
John | StatResG | 3:10 | Ἀπεκρίθη ˚Ἰησοῦς καὶ εἶπεν αὐτῷ, “Σὺ εἶ ὁ διδάσκαλος τοῦ Ἰσραὴλ, καὶ ταῦτα οὐ γινώσκεις; | |
John | StatResG | 3:11 | Ἀμὴν, ἀμὴν, λέγω σοι ὅτι ὃ οἴδαμεν λαλοῦμεν, καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν, καὶ τὴν μαρτυρίαν ἡμῶν οὐ λαμβάνετε. | |
John | StatResG | 3:12 | Εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε, πῶς ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια, πιστεύσετε; | |
John | StatResG | 3:13 | Καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς– ὁ Υἱὸς τοῦ Ἀνθρώπου. | |
John | StatResG | 3:14 | Καὶ καθὼς Μωϋσῆς ὕψωσεν τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν Υἱὸν τοῦ Ἀνθρώπου, | |
John | StatResG | 3:16 | ¶Οὕτως γὰρ ἠγάπησεν ὁ ˚Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλʼ ἔχῃ ζωὴν αἰώνιον. | |
John | StatResG | 3:17 | Οὐ γὰρ ἀπέστειλεν ὁ ˚Θεὸς τὸν Υἱὸν εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλʼ ἵνα σωθῇ ὁ κόσμος διʼ αὐτοῦ. | |
John | StatResG | 3:18 | Ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται. Ὁ δὲ μὴ πιστεύων, ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς Υἱοῦ τοῦ ˚Θεοῦ. | |
John | StatResG | 3:19 | Αὕτη δέ ἐστιν ἡ κρίσις, ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον, καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς, ἦν γὰρ αὐτῶν πονηρὰ τὰ ἔργα. | |
John | StatResG | 3:20 | Πᾶς γὰρ ὁ φαῦλα πράσσων, μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ. | |
John | StatResG | 3:21 | Ὁ δὲ ποιῶν τὴν ἀλήθειαν, ἔρχεται πρὸς τὸ φῶς, ἵνα φανερωθῇ αὐτοῦ τὰ ἔργα, ὅτι ἐν ˚Θεῷ ἐστιν εἰργασμένα.” | |
John | StatResG | 3:22 | ¶Μετὰ ταῦτα ἦλθεν ὁ ˚Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὴν Ἰουδαίαν γῆν, καὶ ἐκεῖ διέτριβεν μετʼ αὐτῶν καὶ ἐβάπτιζεν. | |
John | StatResG | 3:23 | Ἦν δὲ καὶ ὁ Ἰωάννης βαπτίζων ἐν Αἰνὼν ἐγγὺς τοῦ Σαλείμ, ὅτι ὕδατα πολλὰ ἦν ἐκεῖ, καὶ παρεγίνοντο καὶ ἐβαπτίζοντο. | |
John | StatResG | 3:26 | Καὶ ἦλθαν πρὸς τὸν Ἰωάννην καὶ εἶπαν αὐτῷ, “Ῥαββί, ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου, ᾧ σὺ μεμαρτύρηκας, ἴδε, οὗτος βαπτίζει καὶ πάντες ἔρχονται πρὸς αὐτόν.” | |
John | StatResG | 3:27 | Ἀπεκρίθη Ἰωάννης καὶ εἶπεν, “Οὐ δύναται ἄνθρωπος λαμβάνειν, οὐδὲ ἓν ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ. | |
John | StatResG | 3:28 | Αὐτοὶ ὑμεῖς μοι μαρτυρεῖτε ὅτι εἶπον, ‘Οὐκ εἰμὶ ἐγὼ ὁ ˚Χριστός’, ἀλλʼ, ὅτι ‘Ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου.’ | |
John | StatResG | 3:29 | Ὁ ἔχων τὴν νύμφην, νυμφίος ἐστίν· ὁ δὲ φίλος τοῦ νυμφίου, ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ, χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου. Αὕτη οὖν ἡ χαρὰ ἡ ἐμὴ πεπλήρωται. | |
John | StatResG | 3:31 | ¶Ὁ ἄνωθεν ἐρχόμενος, ἐπάνω πάντων ἐστίν. Ὁ ὢν ἐκ τῆς γῆς, ἐκ τῆς γῆς ἐστιν, καὶ ἐκ τῆς γῆς λαλεῖ. Ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος, ἐπάνω πάντων ἐστίν. | |
John | StatResG | 3:34 | Ὃν γὰρ ἀπέστειλεν ὁ ˚Θεὸς, τὰ ῥήματα τοῦ ˚Θεοῦ λαλεῖ, οὐ γὰρ ἐκ μέτρου δίδωσιν τὸ ˚Πνεῦμα. | |