Site uses cookies to provide basic functionality.

OK
JOHN
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21
Prev Up Next Toggle notes
Chapter 4
John StatResG 4:1  ¶Ὡς οὖν ἔγνω ὁ ˚Κύριος ὅτι ἤκουσαν οἱ Φαρισαῖοι ὅτι ˚Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει ἢ Ἰωάννης
John StatResG 4:2  (καίτοιγε ˚Ἰησοῦς αὐτὸς οὐκ ἐβάπτιζεν, ἀλλʼ οἱ μαθηταὶ αὐτοῦ),
John StatResG 4:3  ἀφῆκεν τὴν Ἰουδαίαν καὶ ἀπῆλθεν πάλιν εἰς τὴν Γαλιλαίαν.
John StatResG 4:4  Ἔδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρείας.
John StatResG 4:5  Ἔρχεται οὖν εἰς πόλιν τῆς Σαμαρείας λεγομένην Συχὰρ, πλησίον τοῦ χωρίου ὃ ἔδωκεν Ἰακὼβ τῷ Ἰωσὴφ, τῷ υἱῷ αὐτοῦ·
John StatResG 4:6  ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ. Ὁ οὖν ˚Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας, ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ. Ὥρα ἦν ὡς ἕκτη.
John StatResG 4:7  ¶Ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ. Λέγει αὐτῇ ὁ ˚Ἰησοῦς, “Δός μοι πεῖν”·
John StatResG 4:8  οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν, ἵνα τροφὰς ἀγοράσωσιν.
John StatResG 4:9  Λέγει οὖν αὐτῷ ἡ γυνὴ ἡ Σαμαρεῖτις, “Πῶς σὺ Ἰουδαῖος ὢν, παρʼ ἐμοῦ πεῖν αἰτεῖς γυναικὸς Σαμαρείτιδος οὔσης;” Οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαμαρείταις.
John StatResG 4:10  Ἀπεκρίθη ˚Ἰησοῦς καὶ εἶπεν αὐτῇ, “Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ ˚Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι, ‘Δός μοι πεῖν’, σὺ ἂν ᾔτησας αὐτὸν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν.”
John StatResG 4:11  Λέγει αὐτῷ ἡ γυνή, “Κύριε, οὔτε ἄντλημα ἔχεις καὶ τὸ φρέαρ ἐστὶν βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν;
John StatResG 4:12  Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ, ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ, καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιεν, καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ τὰ θρέμματα αὐτοῦ;”
John StatResG 4:13  Ἀπεκρίθη ˚Ἰησοῦς καὶ εἶπεν αὐτῇ, “Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου, διψήσει πάλιν·
John StatResG 4:14  ὃς δʼ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει, εἰς τὸν αἰῶνα, ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος, ἁλλομένου εἰς ζωὴν αἰώνιον.”
John StatResG 4:15  Λέγει πρὸς αὐτὸν ἡ γυνή, “Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ, μηδὲ διέρχομαι ἐνθάδε ἀντλεῖν.”
John StatResG 4:16  ¶Λέγει αὐτῇ, “Ὕπαγε, φώνησον τὸν ἄνδρα σου καὶ ἐλθὲ ἐνθάδε.”
John StatResG 4:17  Ἀπεκρίθη ἡ γυνὴ καὶ εἶπεν αὐτῷ, “Οὐκ ἔχω ἄνδρα.” Λέγει αὐτῇ ὁ ˚Ἰησοῦς, “Καλῶς εἶπας, ὅτι ‘Ἄνδρα οὐκ ἔχω’·
John StatResG 4:18  πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις, οὐκ ἔστιν σου ἀνήρ· τοῦτο ἀληθὲς εἴρηκας.”
John StatResG 4:19  Λέγει αὐτῷ ἡ γυνή, “Κύριε, θεωρῶ ὅτι προφήτης εἶ σύ.
John StatResG 4:20  Οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν, καὶ ὑμεῖς λέγετε ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος ὅπου προσκυνεῖν δεῖ.”
John StatResG 4:21  Λέγει αὐτῇ ὁ ˚Ἰησοῦς, “Πίστευέ μοι, γύναι, ὅτι ἔρχεται ὥρα, ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ, οὔτε ἐν Ἱεροσολύμοις, προσκυνήσετε τῷ Πατρί.
John StatResG 4:22  Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν.
John StatResG 4:23  Ἀλλὰ ἔρχεται ὥρα καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσιν τῷ Πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ, καὶ γὰρ ὁ Πατὴρ τοιούτους ζητεῖ, τοὺς προσκυνοῦντας αὐτόν.
John StatResG 4:24  ˚Πνεῦμα ὁ ˚Θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.”
John StatResG 4:25  Λέγει αὐτῷ ἡ γυνή, “Οἶδα ὅτι Μεσσίας ἔρχεται, ὁ λεγόμενος ‘˚Χριστός’· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν ἅπαντα.”
John StatResG 4:26  Λέγει αὐτῇ ὁ ˚Ἰησοῦς, “Ἐγώ εἰμι, ὁ λαλῶν σοι.”
John StatResG 4:27  ¶Καὶ ἐπὶ τούτῳ ἦλθον οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐθαύμαζον ὅτι μετὰ γυναικὸς ἐλάλει· οὐδεὶς μέντοι εἶπεν, “Τί ζητεῖς;” Ἢ, “Τί λαλεῖς μετʼ αὐτῆς;”
John StatResG 4:28  Ἀφῆκεν οὖν τὴν ὑδρίαν αὐτῆς ἡ γυνὴ, καὶ ἀπῆλθεν εἰς τὴν πόλιν, καὶ λέγει τοῖς ἀνθρώποις,
John StatResG 4:29  “Δεῦτε, ἴδετε ἄνθρωπον ὃς εἶπέν μοι πάντα ὅσα ἐποίησα· μήτι οὗτός ἐστιν ὁ ˚Χριστός;”
John StatResG 4:30  Ἐξῆλθον ἐκ τῆς πόλεως, καὶ ἤρχοντο πρὸς αὐτόν.
John StatResG 4:31  ¶Ἐν τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ λέγοντες, “Ῥαββί, φάγε.”
John StatResG 4:32  Ὁ δὲ εἶπεν αὐτοῖς, “Ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε.”
John StatResG 4:33  Ἔλεγον οὖν οἱ μαθηταὶ πρὸς ἀλλήλους, “Μή τις ἤνεγκεν αὐτῷ φαγεῖν;”
John StatResG 4:34  Λέγει αὐτοῖς ὁ ˚Ἰησοῦς, “Ἐμὸν βρῶμά ἐστιν ἵνα ποιήσω τὸ θέλημα τοῦ πέμψαντός με, καὶ τελειώσω αὐτοῦ τὸ ἔργον.
John StatResG 4:35  Οὐχ ὑμεῖς λέγετε, ὅτι ‘Ἔτι τετράμηνός ἐστιν καὶ ὁ θερισμὸς ἔρχεται’; Ἰδοὺ, λέγω ὑμῖν, ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσιν πρὸς θερισμόν ἤδη.
John StatResG 4:36  Ὁ θερίζων μισθὸν, λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ἵνα ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων.
John StatResG 4:37  Ἐν γὰρ τούτῳ ὁ λόγος ἐστὶν ὁ ἀληθινὸς: ὅτι ‘Ἄλλος ἐστὶν ὁ σπείρων, καὶ ἄλλος ὁ θερίζων.’
John StatResG 4:38  Ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν ὃ οὐχ ὑμεῖς κεκοπιάκατε· ἄλλοι κεκοπιάκασιν, καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε.”
John StatResG 4:39  ¶Ἐκ δὲ τῆς πόλεως ἐκείνης, πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν Σαμαρειτῶν, διὰ τὸν λόγον τῆς γυναικὸς μαρτυρούσης, ὅτι “Εἶπέν μοι πάντα ἃ ἐποίησα.”
John StatResG 4:40  Ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρεῖται, ἠρώτων αὐτὸν μεῖναι παρʼ αὐτοῖς, καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας.
John StatResG 4:41  Καὶ πολλῷ πλείους ἐπίστευσαν, διὰ τὸν λόγον αὐτοῦ,
John StatResG 4:42  τῇ τε γυναικὶ ἔλεγον, ὅτι “Οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν· αὐτοὶ γὰρ ἀκηκόαμεν καὶ οἴδαμεν ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ Σωτὴρ τοῦ κόσμου.”
John StatResG 4:43  ¶Μετὰ δὲ τὰς δύο ἡμέρας, ἐξῆλθεν ἐκεῖθεν εἰς τὴν Γαλιλαίαν.
John StatResG 4:44  Αὐτὸς γὰρ ˚Ἰησοῦς ἐμαρτύρησεν ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι, τιμὴν οὐκ ἔχει.
John StatResG 4:45  Ὅτε οὖν ἦλθεν εἰς τὴν Γαλιλαίαν, ἐδέξαντο αὐτὸν οἱ Γαλιλαῖοι, πάντα ἑωρακότες ὅσα ἐποίησεν ἐν Ἱεροσολύμοις ἐν τῇ ἑορτῇ, καὶ αὐτοὶ γὰρ ἦλθον εἰς τὴν ἑορτήν.
John StatResG 4:46  ¶Ἦλθεν οὖν πάλιν εἰς τὴν Κανὰ τῆς Γαλιλαίας, ὅπου ἐποίησεν τὸ ὕδωρ οἶνον. Καὶ ἦν τις βασιλικὸς, οὗ ὁ υἱὸς ἠσθένει ἐν Καφαρναούμ.
John StatResG 4:47  Οὗτος ἀκούσας ὅτι ˚Ἰησοῦς ἥκει ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν, ἀπῆλθεν πρὸς αὐτὸν, καὶ ἠρώτα ἵνα καταβῇ, καὶ ἰάσηται αὐτοῦ τὸν υἱόν, ἤμελλεν γὰρ ἀποθνῄσκειν.
John StatResG 4:48  Εἶπεν οὖν ὁ ˚Ἰησοῦς πρὸς αὐτόν, “Ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε.”
John StatResG 4:49  Λέγει πρὸς αὐτὸν ὁ βασιλικός, “Κύριε, κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον μου.”
John StatResG 4:50  Λέγει αὐτῷ ὁ ˚Ἰησοῦς, “Πορεύου, ὁ υἱός σου ζῇ.” Ἐπίστευσεν ὁ ἄνθρωπος τῷ λόγῳ ὃν εἶπεν αὐτῷ ὁ ˚Ἰησοῦς, καὶ ἐπορεύετο.
John StatResG 4:51  Ἤδη δὲ αὐτοῦ καταβαίνοντος, οἱ δοῦλοι αὐτοῦ ὑπήντησαν αὐτῷ καὶ ἀπήγγειλαν λέγοντες ὅτι ὁ παῖς αὐτοῦ ζῇ.
John StatResG 4:52  Ἐπύθετο οὖν τὴν ὥραν παρʼ αὐτῶν ἐν ᾗ κομψότερον ἔσχεν. Εἶπον οὖν αὐτῷ, ὅτι “Ἐχθὲς ὥραν ἑβδόμην, ἀφῆκεν αὐτὸν ὁ πυρετός.”
John StatResG 4:53  Ἔγνω οὖν ὁ πατὴρ ὅτι ἐκείνῃ τῇ ὥρᾳ ἐν ᾗ εἶπεν αὐτῷ ὁ ˚Ἰησοῦς, “Ὁ υἱός σου ζῇ”, καὶ ἐπίστευσεν αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ ὅλη.
John StatResG 4:54  Τοῦτο δὲ πάλιν δεύτερον σημεῖον ἐποίησεν ὁ ˚Ἰησοῦς, ἐλθὼν ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν.