JOHN
Chapter 7
John | StatResG | 7:1 | ¶Καὶ μετὰ ταῦτα, περιεπάτει ὁ ˚Ἰησοῦς ἐν τῇ Γαλιλαίᾳ, οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι. | |
John | StatResG | 7:3 | Εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ, “Μετάβηθι ἐντεῦθεν, καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου θεωρήσουσιν σοῦ τὰ ἔργα ἃ ποιεῖς. | |
John | StatResG | 7:4 | Οὐδεὶς γάρ τι ἐν κρυπτῷ ποιεῖ καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι.” Εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσμῳ. | |
John | StatResG | 7:6 | Λέγει οὖν αὐτοῖς ὁ ˚Ἰησοῦς, “Ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν, ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος. | |
John | StatResG | 7:7 | Οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς, ἐμὲ δὲ μισεῖ, ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν. | |
John | StatResG | 7:8 | Ὑμεῖς ἀνάβητε εἰς τὴν ἑορτήν· ἐγὼ οὔπω ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην, ὅτι ὁ ἐμὸς καιρὸς οὔπω πεπλήρωται.” | |
John | StatResG | 7:10 | ¶Ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ εἰς τὴν ἑορτήν, τότε καὶ αὐτὸς ἀνέβη, οὐ φανερῶς, ἀλλʼ ὡς ἐν κρυπτῷ. | |
John | StatResG | 7:12 | Καὶ γογγυσμὸς περὶ αὐτοῦ ἦν πολὺς ἐν τοῖς ὄχλοις. Οἱ μὲν ἔλεγον, ὅτι “Ἀγαθός ἐστιν”, ἄλλοι δὲ ἔλεγον, “Οὔ, ἀλλὰ πλανᾷ τὸν ὄχλον.” | |
John | StatResG | 7:16 | Ἀπεκρίθη οὖν αὐτοῖς ˚Ἰησοῦς καὶ εἶπεν, “Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμὴ, ἀλλὰ τοῦ πέμψαντός με. | |
John | StatResG | 7:17 | Ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν, γνώσεται περὶ τῆς διδαχῆς, πότερον ἐκ τοῦ ˚Θεοῦ ἐστιν, ἢ ἐγὼ ἀπʼ ἐμαυτοῦ λαλῶ. | |
John | StatResG | 7:18 | Ὁ ἀφʼ ἑαυτοῦ λαλῶν, τὴν δόξαν τὴν ἰδίαν ζητεῖ· ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτὸν, οὗτος ἀληθής ἐστιν, καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν. | |
John | StatResG | 7:19 | ¶Οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν νόμον, καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον; Τί με ζητεῖτε ἀποκτεῖναι;” | |
John | StatResG | 7:22 | Διὰ τοῦτο Μωϋσῆς δέδωκεν ὑμῖν τὴν περιτομήν (οὐχ ὅτι ἐκ τοῦ Μωϋσέως ἐστὶν, ἀλλʼ ἐκ τῶν πατέρων), καὶ ἐν Σαββάτῳ περιτέμνετε ἄνθρωπον. | |
John | StatResG | 7:23 | Εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν Σαββάτῳ, ἵνα μὴ λυθῇ ὁ νόμος Μωϋσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν Σαββάτῳ; | |
John | StatResG | 7:26 | Καὶ ἴδε, παρρησίᾳ λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσιν. Μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν ὁ ˚Χριστός; | |
John | StatResG | 7:27 | Ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν. Ὁ δὲ ˚Χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστίν.” | |
John | StatResG | 7:28 | Ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων ὁ ˚Ἰησοῦς, καὶ λέγων, “Κἀμὲ οἴδατε, καὶ οἴδατε πόθεν εἰμί· καὶ ἀπʼ ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλʼ ἔστιν ἀληθινὸς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε. | |
John | StatResG | 7:30 | Ἐζήτουν οὖν αὐτὸν πιάσαι, καὶ οὐδεὶς ἐπέβαλεν ἐπʼ αὐτὸν τὴν χεῖρα, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ. | |
John | StatResG | 7:31 | Ἐκ τοῦ ὄχλου δὲ πολλοὶ ἐπίστευσαν εἰς αὐτόν, καὶ ἔλεγον, “Ὁ ˚Χριστὸς, ὅταν ἔλθῃ, μὴ πλείονα σημεῖα ποιήσει ὧν οὗτος ἐποίησεν;” | |
John | StatResG | 7:32 | ¶Ἤκουσαν οἱ Φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος περὶ αὐτοῦ ταῦτα, καὶ ἀπέστειλαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ὑπηρέτας, ἵνα πιάσωσιν αὐτόν. | |
John | StatResG | 7:33 | Εἶπεν οὖν ὁ ˚Ἰησοῦς, “Ἔτι χρόνον μικρὸν μεθʼ ὑμῶν εἰμι, καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με. | |
John | StatResG | 7:35 | Εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς, “Ποῦ οὗτος μέλλει πορεύεσθαι, ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν; Μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι, καὶ διδάσκειν τοὺς Ἕλληνας; | |
John | StatResG | 7:36 | Τίς ἐστιν ὁ λόγος οὗτος ὃν εἶπεν, ‘Ζητήσετέ με, καὶ οὐχ εὑρήσετέ, με καὶ ὅπου εἰμὶ ἐγὼ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν’;” | |
John | StatResG | 7:37 | ¶Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ ˚Ἰησοῦς, καὶ ἔκραξεν λέγων, “Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω. | |
John | StatResG | 7:38 | Ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ Γραφή, ‘Ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος.’” | |
John | StatResG | 7:39 | Τοῦτο δὲ εἶπεν περὶ τοῦ ˚Πνεύματος, οὗ ἔμελλον λαμβάνειν, οἱ πιστεύσαντες εἰς αὐτόν· οὔπω γὰρ ἦν ˚Πνεῦμα, ὅτι ˚Ἰησοῦς οὐδέπω ἐδοξάσθη. | |
John | StatResG | 7:40 | ¶Ἐκ τοῦ ὄχλου οὖν, ἀκούσαντες τῶν λόγων τούτων, ἔλεγον, “Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης”. | |
John | StatResG | 7:41 | Ἄλλοι ἔλεγον, “Οὗτός ἐστιν ὁ ˚Χριστός.” Οἱ δὲ ἔλεγον, “Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ ˚Χριστὸς ἔρχεται; | |
John | StatResG | 7:42 | Οὐχ ἡ Γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυὶδ, καὶ ἀπὸ Βηθλέεμ, τῆς κώμης ὅπου ἦν Δαυὶδ, ἔρχεται ὁ ˚Χριστός;” | |
John | StatResG | 7:45 | ¶Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι, “Διὰ τί οὐκ ἠγάγετε αὐτόν;” | |
John | StatResG | 7:51 | “Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ πρῶτον παρʼ αὐτοῦ, καὶ γνῷ τί ποιεῖ;” | |