Site uses cookies to provide basic functionality.

OK
JOHN
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21
Prev Up Next Toggle notes
Chapter 18
John StatResG 18:1  ¶Ταῦτα εἰπὼν, ˚Ἰησοῦς ἐξῆλθεν σὺν τοῖς μαθηταῖς αὐτοῦ πέραν τοῦ χειμάρρου τοῦ Κεδρὼν, ὅπου ἦν κῆπος, εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ.
John StatResG 18:2  ἬΙδει δὲ καὶ Ἰούδας, ὁ παραδιδοὺς αὐτὸν, τὸν τόπον, ὅτι πολλάκις συνήχθη ˚Ἰησοῦς μετὰ τῶν μαθητῶν αὐτοῦ. Ἐκεῖ
John StatResG 18:3  ὁ οὖν Ἰούδας λαβὼν τὴν σπεῖραν, καὶ ἐκ τῶν ἀρχιερέων καὶ Φαρισαίων ὑπηρέτας, ἔρχεται ἐκεῖ μετὰ φανῶν, καὶ λαμπάδων, καὶ ὅπλων.
John StatResG 18:4  ˚Ἰησοῦς οὖν εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπʼ αὐτὸν, ἐξελθὼν εἶπεν αὐτοῖς, “Τίνα ζητεῖτε;”
John StatResG 18:5  Ἀπεκρίθησαν αὐτῷ, “˚Ἰησοῦν τὸν Ναζωραῖον.” Λέγει αὐτοῖς, “Ἐγώ εἰμι.” ˚Ἰησοῦς εἱστήκει δὲ καὶ Ἰούδας, ὁ παραδιδοὺς αὐτὸν, μετʼ αὐτῶν.
John StatResG 18:6  Ὡς οὖν εἶπεν αὐτοῖς, “Ἐγώ εἰμι”, ἀπῆλθαν εἰς τὰ ὀπίσω καὶ ἔπεσαν χαμαί.
John StatResG 18:7  Πάλιν οὖν ἐπηρώτησεν αὐτούς, “Τίνα ζητεῖτε;” Οἱ δὲ εἶπον, “˚Ἰησοῦν τὸν Ναζωραῖον.”
John StatResG 18:8  Ἀπεκρίθη ˚Ἰησοῦς, “Εἶπον ὑμῖν ὅτι ἐγώ εἰμι. Εἰ οὖν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν”·
John StatResG 18:9  ἵνα πληρωθῇ ὁ λόγος ὃν εἶπεν, ὅτι “Οὓς δέδωκάς μοι, οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα.”
John StatResG 18:10  Σίμων οὖν Πέτρος ἔχων μάχαιραν, εἵλκυσεν αὐτὴν καὶ ἔπαισεν τὸν τοῦ ἀρχιερέως δοῦλον, καὶ ἀπέκοψεν αὐτοῦ τὸ ὠτάριον τὸ δεξιόν. Ἦν δὲ ὄνομα τῷ δούλῳ Μάλχος.
John StatResG 18:11  Εἶπεν οὖν ὁ ˚Ἰησοῦς τῷ Πέτρῳ, “Βάλε τὴν μάχαιραν εἰς τὴν θήκην· τὸ ποτήριον ὃ δέδωκέν μοι ὁ Πατὴρ, οὐ μὴ πίω αὐτό;”
John StatResG 18:12  ¶Ἡ οὖν σπεῖρα, καὶ ὁ χιλίαρχος, καὶ οἱ ὑπηρέται τῶν Ἰουδαίων, συνέλαβον τὸν ˚Ἰησοῦν καὶ ἔδησαν αὐτὸν.
John StatResG 18:13  Καὶ ἤγαγον πρὸς Ἅνναν πρῶτον, ἦν γὰρ πενθερὸς τοῦ Καϊάφα, ὃς ἦν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου.
John StatResG 18:14  Ἦν δὲ Καϊάφας ὁ συμβουλεύσας τοῖς Ἰουδαίοις ὅτι συμφέρει ἕνα ἄνθρωπον ἀποθανεῖν ὑπὲρ τοῦ λαοῦ.
John StatResG 18:15  ¶Ἠκολούθει δὲ τῷ ˚Ἰησοῦ Σίμων Πέτρος καὶ ἄλλος μαθητής. Ὁ δὲ μαθητὴς ἐκεῖνος ἦν γνωστὸς τῷ ἀρχιερεῖ, καὶ συνεισῆλθεν τῷ ˚Ἰησοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως.
John StatResG 18:16  Ὁ δὲ Πέτρος εἱστήκει πρὸς τῇ θύρᾳ ἔξω. Ἐξῆλθεν οὖν ὁ μαθητὴς ὁ ἄλλος ὁ ἦν γνωστὸς τοῦ ἀρχιερέως, καὶ εἶπεν τῇ θυρωρῷ καὶ εἰσήγαγεν τὸν Πέτρον.
John StatResG 18:17  Λέγει οὖν ἡ παιδίσκη ἡ θυρωρὸς τῷ Πέτρῳ, “Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν εἶ τοῦ ἀνθρώπου τούτου;” Λέγει ἐκεῖνος, “Οὐκ εἰμί.”
John StatResG 18:18  Εἱστήκεισαν δὲ οἱ δοῦλοι καὶ οἱ ὑπηρέται, ἀνθρακιὰν πεποιηκότες, ὅτι ψῦχος ἦν, καὶ ἐθερμαίνοντο· ἦν δὲ καὶ ὁ Πέτρος μετʼ αὐτῶν ἑστὼς καὶ θερμαινόμενος.
John StatResG 18:19  ¶Ὁ οὖν ἀρχιερεὺς ἠρώτησεν τὸν ˚Ἰησοῦν περὶ τῶν μαθητῶν αὐτοῦ, καὶ περὶ τῆς διδαχῆς αὐτοῦ.
John StatResG 18:20  Ἀπεκρίθη αὐτῷ ˚Ἰησοῦς, “Ἐγὼ παρρησίᾳ λελάληκα τῷ κόσμῳ· ἐγὼ πάντοτε ἐδίδαξα ἐν συναγωγῇ καὶ ἐν τῷ ἱερῷ, ὅπου πάντες οἱ Ἰουδαῖοι συνέρχονται, καὶ ἐν κρυπτῷ ἐλάλησα οὐδέν.
John StatResG 18:21  Τί με ἐρωτᾷς; Ἐρώτησον τοὺς ἀκηκοότας τί ἐλάλησα αὐτοῖς· ἴδε, οὗτοι οἴδασιν ἃ εἶπον ἐγώ.”
John StatResG 18:22  Ταῦτα δὲ αὐτοῦ εἰπόντος, εἷς παρεστηκὼς τῶν ὑπηρετῶν ἔδωκεν ῥάπισμα τῷ ˚Ἰησοῦ εἰπών, “Οὕτως ἀποκρίνῃ τῷ ἀρχιερεῖ;”
John StatResG 18:23  Ἀπεκρίθη αὐτῷ ˚Ἰησοῦς, “Εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις;”
John StatResG 18:24  Ἀπέστειλεν οὖν αὐτὸν ὁ Ἅννας, δεδεμένον πρὸς Καϊάφαν τὸν ἀρχιερέα.
John StatResG 18:25  ¶Ἦν δὲ Σίμων Πέτρος ἑστὼς καὶ θερμαινόμενος. Εἶπον οὖν αὐτῷ, “Μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν αὐτοῦ εἶ;” Ἠρνήσατο ἐκεῖνος καὶ εἶπεν, “Οὐκ εἰμί.”
John StatResG 18:26  Λέγει εἷς ἐκ τῶν δούλων τοῦ ἀρχιερέως, συγγενὴς ὢν οὗ ἀπέκοψεν Πέτρος τὸ ὠτίον, “Οὐκ ἐγώ σε εἶδον ἐν τῷ κήπῳ μετʼ αὐτοῦ;”
John StatResG 18:27  Πάλιν οὖν ἠρνήσατο Πέτρος, καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν.
John StatResG 18:28  ¶Ἄγουσιν οὖν τὸν ˚Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον· ἦν δὲ πρωΐ. Καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν, ἀλλὰ φάγωσιν τὸ Πάσχα.
John StatResG 18:29  Ἐξῆλθεν οὖν ὁ Πιλᾶτος ἔξω πρὸς αὐτοὺς καὶ φησίν, “Τίνα κατηγορίαν φέρετε κατὰ τοῦ ἀνθρώπου τούτου;”
John StatResG 18:30  Ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ, “Εἰ μὴ ἦν οὗτος κακὸν ποιῶν, οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν.”
John StatResG 18:31  Εἶπεν οὖν αὐτοῖς Πιλᾶτος, “Λάβετε αὐτὸν ὑμεῖς, καὶ κατὰ τὸν νόμον ὑμῶν, κρίνατε αὐτόν.” Εἶπον αὐτῷ οἱ Ἰουδαῖοι, “Ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα”·
John StatResG 18:32  ἵνα ὁ λόγος τοῦ ˚Ἰησοῦ πληρωθῇ, ὃν εἶπεν, σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνῄσκειν.
John StatResG 18:33  ¶Εἰσῆλθεν οὖν πάλιν εἰς τὸ πραιτώριον ὁ Πιλᾶτος, καὶ ἐφώνησεν τὸν ˚Ἰησοῦν καὶ εἶπεν αὐτῷ, “Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων;”
John StatResG 18:34  Ἀπεκρίθη ˚Ἰησοῦς, “Ἀπὸ σεαυτοῦ σὺ τοῦτο λέγεις, ἢ ἄλλοι εἶπόν σοι περὶ ἐμοῦ;”
John StatResG 18:35  Ἀπεκρίθη ὁ Πιλᾶτος, “Μήτι ἐγὼ Ἰουδαῖός εἰμι; Τὸ ἔθνος τὸ σὸν καὶ οἱ ἀρχιερεῖς παρέδωκάν σε ἐμοί. Τί ἐποίησας;”
John StatResG 18:36  Ἀπεκρίθη ˚Ἰησοῦς, “Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμή, οἱ ὑπηρέται οἱ ἐμοὶ ἠγωνίζοντο ἄν, ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις. Νῦν δὲ ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν.”
John StatResG 18:37  Εἶπεν οὖν αὐτῷ ὁ Πιλᾶτος, “Οὐκοῦν βασιλεὺς εἶ σύ;” Ἀπεκρίθη ὁ ˚Ἰησοῦς, “Σὺ λέγεις ὅτι βασιλεύς εἰμι Ἐγὼ. εἰς τοῦτο γεγέννημαι, καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ. Πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας, ἀκούει μου τῆς φωνῆς.”
John StatResG 18:38  Λέγει αὐτῷ ὁ Πιλᾶτος, “Τί ἐστιν ἀλήθεια;” ¶Καὶ τοῦτο εἰπὼν, πάλιν ἐξῆλθεν πρὸς τοὺς Ἰουδαίους, καὶ λέγει αὐτοῖς, “Ἐγὼ οὐδεμίαν εὑρίσκω ἐν αὐτῷ αἰτίαν.
John StatResG 18:39  Ἔστιν δὲ συνήθεια ὑμῖν, ἵνα ἕνα ἀπολύσω ὑμῖν ἐν τῷ Πάσχα· βούλεσθε οὖν ἀπολύσω ὑμῖν τὸν Βασιλέα τῶν Ἰουδαίων;”
John StatResG 18:40  Ἐκραύγασαν οὖν πάλιν λέγοντες, “Μὴ τοῦτον, ἀλλὰ τὸν Βαραββᾶν!” Ἦν δὲ ὁ Βαραββᾶς λῃστής.