JOHN
Chapter 10
John | StatResG | 10:1 | ¶Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας, εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶν καὶ λῃστής. | |
John | StatResG | 10:3 | Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα φωνεῖ κατʼ ὄνομα, καὶ ἐξάγει αὐτά. | |
John | StatResG | 10:4 | Ὅταν τὰ ἴδια πάντα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασιν τὴν φωνὴν αὐτοῦ. | |
John | StatResG | 10:5 | Ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπʼ αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν.” | |
John | StatResG | 10:6 | Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ ˚Ἰησοῦς, ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν, ἃ ἐλάλει αὐτοῖς. | |
John | StatResG | 10:7 | ¶Εἶπεν οὖν αὐτοῖς πάλιν ὁ ˚Ἰησοῦς, “Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. | |
John | StatResG | 10:8 | Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ κλέπται εἰσὶν καὶ λῃσταί, ἀλλʼ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. | |
John | StatResG | 10:9 | Ἐγώ εἰμι ἡ θύρα· διʼ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται, καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. | |
John | StatResG | 10:10 | Ὁ κλέπτης οὐκ ἔρχεται, εἰ μὴ ἵνα κλέψῃ, καὶ θύσῃ, καὶ ἀπολέσῃ. Ἐγὼ ἦλθον, ἵνα ζωὴν ἔχωσιν, καὶ περισσὸν ἔχωσιν. | |
John | StatResG | 10:11 | ¶Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. | |
John | StatResG | 10:12 | Ὁ μισθωτὸς καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ ἔστιν τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει, καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει, | |
John | StatResG | 10:15 | Καθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. | |
John | StatResG | 10:16 | Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνα δεῖ με ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσιν, καὶ γενήσονται μία ποίμνη, εἷς ποιμήν. | |
John | StatResG | 10:17 | Διὰ τοῦτό, με ὁ Πατὴρ ἀγαπᾷ, ὅτι ἐγὼ τίθημι τὴν ψυχήν μου, ἵνα πάλιν λάβω αὐτήν. | |
John | StatResG | 10:18 | Οὐδεὶς ἦρεν αὐτὴν ἀπʼ ἐμοῦ, ἀλλʼ ἐγὼ τίθημι αὐτὴν ἀπʼ ἐμαυτοῦ. Ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ Πατρός μου.” | |
John | StatResG | 10:21 | Ἄλλοι ἔλεγον, “Ταῦτα τὰ ῥήματα οὐκ ἔστιν δαιμονιζομένου. Μὴ δαιμόνιον δύναται τυφλῶν ὀφθαλμοὺς ἀνοῖξαι;” | |
John | StatResG | 10:24 | Ἐκύκλωσαν οὖν αὐτὸν οἱ Ἰουδαῖοι, καὶ ἔλεγον αὐτῷ, “Ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; Εἰ σὺ εἶ ὁ ˚Χριστός, εἰπὲ ἡμῖν παρρησίᾳ.” | |
John | StatResG | 10:25 | Ἀπεκρίθη αὐτοῖς ὁ ˚Ἰησοῦς, “Εἶπον ὑμῖν καὶ οὐ πιστεύετε. Τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ, | |
John | StatResG | 10:27 | Τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούουσιν, κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσίν μοι, | |
John | StatResG | 10:28 | κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον, καὶ οὐ μὴ ἀπόλωνται, εἰς τὸν αἰῶνα, καὶ οὐχ ἁρπάσει τις αὐτὰ ἐκ τῆς χειρός μου. | |
John | StatResG | 10:29 | Ὁ Πατήρ μου ὃς δέδωκέν μοι, πάντων μεῖζόν ἐστιν, καὶ οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ Πατρός. | |
John | StatResG | 10:32 | Ἀπεκρίθη αὐτοῖς ὁ ˚Ἰησοῦς, “Πολλὰ ἔργα καλὰ ἔδειξα ὑμῖν ἐκ τοῦ Πατρός· μου διὰ ποῖον αὐτῶν ἔργον, ἐμὲ λιθάζετε;” | |
John | StatResG | 10:33 | Ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι, “Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν ˚Θεόν.” | |
John | StatResG | 10:34 | Ἀπεκρίθη αὐτοῖς ὁ ˚Ἰησοῦς, “Οὐκ ἔστιν γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν, ὅτι ‘Ἐγὼ εἶπα, “Θεοί ἐστε”’; | |
John | StatResG | 10:35 | Εἰ ἐκείνους εἶπεν ‘θεοὺς’, πρὸς οὓς ὁ λόγος τοῦ ˚Θεοῦ ἐγένετο (καὶ οὐ δύναται λυθῆναι ἡ Γραφή), | |
John | StatResG | 10:36 | ὃν ὁ Πατὴρ ἡγίασεν καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε, ὅτι ‘Βλασφημεῖς’, ὅτι εἶπον, ‘Υἱὸς τοῦ ˚Θεοῦ εἰμι’; | |
John | StatResG | 10:38 | εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πιστεύετε, ἵνα γνῶτε καὶ γινώσκητε ὅτι ἐν ἐμοὶ ὁ Πατὴρ, κἀγὼ ἐν τῷ Πατρί.” | |
John | StatResG | 10:40 | ¶Καὶ ἀπῆλθεν πάλιν πέραν τοῦ Ἰορδάνου, εἰς τὸν τόπον ὅπου ἦν Ἰωάννης τὸ πρῶτον βαπτίζων, καὶ ἔμεινεν ἐκεῖ. | |
John | StatResG | 10:41 | Καὶ πολλοὶ ἦλθον πρὸς αὐτὸν, καὶ ἔλεγον, ὅτι “Ἰωάννης μὲν σημεῖον ἐποίησεν οὐδέν, πάντα δὲ ὅσα εἶπεν Ἰωάννης περὶ τούτου ἀληθῆ ἦν.” | |