Site uses cookies to provide basic functionality.

OK
JOHN
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21
Prev Up Next Toggle notes
Chapter 2
John StatResG 2:1  ¶Καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ γάμος ἐγένετο ἐν Κανὰ τῆς Γαλιλαίας, καὶ ἦν ἡ μήτηρ τοῦ ˚Ἰησοῦ ἐκεῖ.
John StatResG 2:2  Ἐκλήθη δὲ καὶ ὁ ˚Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον.
John StatResG 2:3  Καὶ ὑστερήσαντος οἴνου, λέγει ἡ μήτηρ τοῦ ˚Ἰησοῦ πρὸς αὐτόν, “Οἶνον οὐκ ἔχουσιν.”
John StatResG 2:4  Καὶ λέγει αὐτῇ ὁ ˚Ἰησοῦς, “Τί ἐμοὶ καὶ σοί, γύναι; Οὔπω ἥκει ἡ ὥρα μου.”
John StatResG 2:5  Λέγει ἡ μήτηρ αὐτοῦ τοῖς διακόνοις, “Ὅ τι ἂν λέγῃ ὑμῖν ποιήσατε.”
John StatResG 2:6  Ἦσαν δὲ ἐκεῖ λίθιναι ὑδρίαι ἓξ κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων κείμεναι, χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς.
John StatResG 2:7  Λέγει αὐτοῖς ὁ ˚Ἰησοῦς, “Γεμίσατε τὰς ὑδρίας ὕδατος.” Καὶ ἐγέμισαν αὐτὰς ἕως ἄνω.
John StatResG 2:8  Καὶ λέγει αὐτοῖς, “Ἀντλήσατε νῦν καὶ φέρετε τῷ ἀρχιτρικλίνῳ.” Οἱ δὲ ἤνεγκαν.
John StatResG 2:9  Ὡς δὲ ἐγεύσατο ὁ ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον, καὶ οὐκ ᾔδει πόθεν ἐστίν, οἱ δὲ διάκονοι ᾔδεισαν οἱ ἠντληκότες τὸ ὕδωρ, φωνεῖ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος
John StatResG 2:10  καὶ λέγει αὐτῷ, “Πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησιν, καὶ ὅταν μεθυσθῶσιν τὸν ἐλάσσω· σὺ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι.”
John StatResG 2:11  Ταύτην ἐποίησεν ἀρχὴν τῶν σημείων ὁ ˚Ἰησοῦς ἐν Κανὰ τῆς Γαλιλαίας, καὶ ἐφανέρωσεν τὴν δόξαν αὐτοῦ, καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ.
John StatResG 2:12  ¶Μετὰ τοῦτο κατέβη εἰς Καφαρναοὺμ, αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ, καὶ οἱ ἀδελφοὶ καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας.
John StatResG 2:13  ¶Καὶ ἐγγὺς ἦν τὸ Πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβη εἰς Ἱεροσόλυμα ὁ ˚Ἰησοῦς.
John StatResG 2:14  Καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστερὰς, καὶ τοὺς κερματιστὰς καθημένους.
John StatResG 2:15  Καὶ ποιήσας φραγέλλιον ἐκ σχοινίων, πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ, τά τε πρόβατα καὶ τοὺς βόας, καὶ τῶν κολλυβιστῶν ἐξέχεεν τὰ κέρματα, καὶ τὰς τραπέζας ἀνέτρεψεν.
John StatResG 2:16  Καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν, “Ἄρατε ταῦτα ἐντεῦθεν, μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου.”
John StatResG 2:17  Ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι γεγραμμένον ἐστίν, “Ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί με.”
John StatResG 2:18  Ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ, “Τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα ποιεῖς;”
John StatResG 2:19  Ἀπεκρίθη ˚Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, “Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.”
John StatResG 2:20  Εἶπαν οὖν οἱ Ἰουδαῖοι, “Τεσσεράκοντα καὶ ἓξ ἔτεσιν οἰκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν;”
John StatResG 2:21  Ἐκεῖνος δὲ ἔλεγεν περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ.
John StatResG 2:22  Ὅτε οὖν ἠγέρθη ἐκ νεκρῶν, ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο ἔλεγεν, καὶ ἐπίστευσαν τῇ Γραφῇ καὶ τῷ λόγῳ ὃν εἶπεν ὁ ˚Ἰησοῦς.
John StatResG 2:23  ¶Ὡς δὲ ἦν ἐν τοῖς Ἱεροσολύμοις ἐν τῷ Πάσχα ἐν τῇ ἑορτῇ, πολλοὶ ἐπίστευσαν εἰς τὸ ὄνομα αὐτοῦ, θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει.
John StatResG 2:24  Αὐτὸς δὲ ˚Ἰησοῦς οὐκ ἐπίστευεν ἑαυτὸν αὐτοῖς, διὰ τὸ αὐτὸν γινώσκειν πάντας.
John StatResG 2:25  Καὶ ὅτι οὐ χρείαν εἶχεν ἵνα τις μαρτυρήσῃ περὶ τοῦ ἀνθρώπου, αὐτὸς γὰρ ἐγίνωσκεν τί ἦν ἐν τῷ ἀνθρώπῳ.