JOHN
Chapter 12
John | StatResG | 12:1 | ¶Ὁ οὖν ˚Ἰησοῦς πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα, ἦλθεν εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος, ὃν ἤγειρεν ἐκ νεκρῶν ˚Ἰησοῦς. | |
John | StatResG | 12:2 | Ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ, καὶ ἡ Μάρθα διηκόνει, ὁ δὲ Λάζαρος εἷς ἦν ἐκ τῶν ἀνακειμένων σὺν αὐτῷ. | |
John | StatResG | 12:3 | Ἡ οὖν Μαρία λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου, ἤλειψεν τοὺς πόδας τοῦ ˚Ἰησοῦ, καὶ ἐξέμαξεν ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ· ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου. | |
John | StatResG | 12:6 | Εἶπεν δὲ τοῦτο, οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ, ἀλλʼ ὅτι κλέπτης ἦν, καὶ τὸ γλωσσόκομον ἔχων τὰ βαλλόμενα ἐβάσταζεν. | |
John | StatResG | 12:7 | Εἶπεν οὖν ὁ ˚Ἰησοῦς, “Ἄφες αὐτήν, ἵνα εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου, τηρήσῃ αὐτό. | |
John | StatResG | 12:9 | ¶Ἔγνω οὖν ὁ ὄχλος πολὺς ἐκ τῶν Ἰουδαίων ὅτι ἐκεῖ ἐστιν, καὶ ἦλθον, οὐ διὰ τὸν ˚Ἰησοῦν μόνον, ἀλλʼ ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν, ὃν ἤγειρεν ἐκ νεκρῶν. | |
John | StatResG | 12:12 | ¶Τῇ ἐπαύριον ὁ ὄχλος πολὺς, ὁ ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι ἔρχεται ὁ ˚Ἰησοῦς εἰς Ἱεροσόλυμα, | |
John | StatResG | 12:13 | ἔλαβον τὰ βαΐα τῶν φοινίκων καὶ ἐξῆλθον εἰς ὑπάντησιν αὐτῷ, καὶ ἐκραύγαζον, “‘Ὡσαννά! Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι ˚Κυρίου’, καὶ ὁ Βασιλεὺς τοῦ Ἰσραήλ!” | |
John | StatResG | 12:15 | “Μὴ φοβοῦ, θυγάτηρ Σιών· ἰδοὺ, ὁ βασιλεύς σου ἔρχεται, καθήμενος ἐπὶ πῶλον ὄνου.” | |
John | StatResG | 12:16 | Ταῦτα οὐκ ἔγνωσαν αὐτοῦ οἱ μαθηταὶ τὸ πρῶτον, ἀλλʼ ὅτε ἐδοξάσθη ˚Ἰησοῦς, τότε ἐμνήσθησαν ὅτι ταῦτα ἦν ἐπʼ αὐτῷ γεγραμμένα, καὶ ταῦτα ἐποίησαν αὐτῷ. | |
John | StatResG | 12:17 | Ἐμαρτύρει οὖν ὁ ὄχλος ὁ ὢν μετʼ αὐτοῦ, ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου, καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν. | |
John | StatResG | 12:18 | Διὰ τοῦτο καὶ ὑπήντησεν αὐτῷ ὁ ὄχλος, ὅτι ἤκουσαν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον. | |
John | StatResG | 12:19 | Οἱ οὖν Φαρισαῖοι εἶπαν πρὸς ἑαυτούς, “Θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν· ἴδε, ὁ κόσμος ὀπίσω αὐτοῦ ἀπῆλθεν.” | |
John | StatResG | 12:21 | οὗτοι οὖν προσῆλθον Φιλίππῳ, τῷ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας, καὶ ἠρώτων αὐτὸν λέγοντες, “Κύριε, θέλομεν τὸν ˚Ἰησοῦν ἰδεῖν.” | |
John | StatResG | 12:22 | Ἔρχεται ὁ Φίλιππος καὶ λέγει τῷ Ἀνδρέᾳ, ἔρχεται Ἀνδρέας καὶ Φίλιππος καὶ λέγουσιν τῷ ˚Ἰησοῦ. | |
John | StatResG | 12:23 | Ὁ δὲ ˚Ἰησοῦς ἀποκρίνεται αὐτοῖς λέγων, “Ἐλήλυθεν ἡ ὥρα, ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ Ἀνθρώπου. | |
John | StatResG | 12:24 | Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει. | |
John | StatResG | 12:25 | Ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ, ἀπολλύει αὐτήν, καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ, εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. | |
John | StatResG | 12:26 | Ἐὰν ἐμοί τις διακονῇ, ἐμοὶ ἀκολουθείτω, καὶ ὅπου εἰμὶ ἐγὼ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται. Ἐάν τις ἐμοὶ διακονῇ, τιμήσει αὐτὸν ὁ Πατήρ. | |
John | StatResG | 12:27 | ¶Νῦν ἡ ψυχή μου τετάρακται, καὶ τί εἴπω, ‘Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης’; Ἀλλὰ διὰ τοῦτο, ἦλθον εἰς τὴν ὥραν ταύτην. | |
John | StatResG | 12:28 | Πάτερ, δόξασόν σου τὸ ὄνομα.” Ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ: “Καὶ ἐδόξασα, καὶ πάλιν δοξάσω.” | |
John | StatResG | 12:29 | Ὁ οὖν ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας, ἔλεγεν βροντὴν γεγονέναι. Ἄλλοι ἔλεγον, “Ἄγγελος αὐτῷ λελάληκεν.” | |
John | StatResG | 12:31 | Νῦν κρίσις ἐστὶν τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω. | |
John | StatResG | 12:34 | Ἀπεκρίθη οὖν αὐτῷ ὁ ὄχλος, “Ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι ὁ ˚Χριστὸς μένει εἰς τὸν αἰῶνα, καὶ πῶς λέγεις σὺ ὅτι δεῖ ὑψωθῆναι τὸν Υἱὸν τοῦ Ἀνθρώπου; Τίς ἐστιν οὗτος ὁ Υἱὸς τοῦ Ἀνθρώπου;” | |
John | StatResG | 12:35 | Εἶπεν οὖν αὐτοῖς ὁ ˚Ἰησοῦς, “Ἔτι μικρὸν χρόνον, τὸ φῶς ἐν ὑμῖν ἐστιν. Περιπατεῖτε ὡς τὸ φῶς ἔχετε, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ, καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ, οὐκ οἶδεν ποῦ ὑπάγει. | |
John | StatResG | 12:36 | Ὡς τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε.” ¶Ταῦτα ἐλάλησεν ˚Ἰησοῦς, καὶ ἀπελθὼν, ἐκρύβη ἀπʼ αὐτῶν. | |
John | StatResG | 12:38 | ἵνα ὁ λόγος Ἠσαΐου τοῦ προφήτου πληρωθῇ ὃν εἶπεν, “˚Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; Καὶ ὁ βραχίων ˚Κυρίου τίνι ἀπεκαλύφθη;” | |
John | StatResG | 12:40 | “Τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ ἐπήρωσεν αὐτῶν τὴν καρδίαν, ἵνα μὴ ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ νοήσωσιν τῇ καρδίᾳ, καὶ στραφῶσιν καὶ ἰάσομαι αὐτούς.” | |
John | StatResG | 12:42 | Ὅμως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν, ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται. | |
John | StatResG | 12:44 | ¶˚Ἰησοῦς δὲ ἔκραξεν καὶ εἶπεν, “Ὁ πιστεύων εἰς ἐμὲ, οὐ πιστεύει εἰς ἐμὲ, ἀλλὰ εἰς τὸν πέμψαντά με, | |
John | StatResG | 12:46 | Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ, ἐν τῇ σκοτίᾳ μὴ μείνῃ. | |
John | StatResG | 12:47 | Καὶ ἐάν τίς μου ἀκούσῃ τῶν ῥημάτων, καὶ μὴ φυλάξῃ, ἐγὼ οὐ κρίνω αὐτόν, οὐ γὰρ ἦλθον, ἵνα κρίνω τὸν κόσμον, ἀλλʼ ἵνα σώσω τὸν κόσμον. | |
John | StatResG | 12:48 | Ὁ ἀθετῶν ἐμὲ καὶ μὴ λαμβάνων τὰ ῥήματά μου, ἔχει τὸν κρίνοντα αὐτόν· ὁ λόγος ὃν ἐλάλησα, ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. | |
John | StatResG | 12:49 | Ὅτι ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα, ἀλλʼ ὁ πέμψας με Πατὴρ αὐτός μοι ἐντολὴν δέδωκεν– τί εἴπω, καὶ τί λαλήσω. | |