Site uses cookies to provide basic functionality.

OK
JOHN
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21
Prev Up Next Toggle notes
Chapter 19
John StatResG 19:1  ¶Τότε οὖν ἔλαβεν ὁ Πιλᾶτος τὸν ˚Ἰησοῦν καὶ ἐμαστίγωσεν.
John StatResG 19:2  Καὶ οἱ στρατιῶται πλέξαντες στέφανον ἐξ ἀκανθῶν, ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ, καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτόν,
John StatResG 19:3  καὶ ἤρχοντο πρὸς αὐτὸν καὶ ἔλεγον, “Χαῖρε, ὁ Βασιλεὺς τῶν Ἰουδαίων!” Καὶ ἐδίδοσαν αὐτῷ ῥαπίσματα.
John StatResG 19:4  Καὶ ἐξῆλθεν πάλιν ἔξω ὁ Πιλᾶτος, καὶ λέγει αὐτοῖς, “Ἴδε, ἄγω ὑμῖν αὐτὸν ἔξω, ἵνα γνῶτε ὅτι αἰτίαν ἐν αὐτῷ οὐχ εὑρίσκω.”
John StatResG 19:5  Ἐξῆλθεν οὖν ὁ ˚Ἰησοῦς ἔξω, φορῶν τὸν ἀκάνθινον στέφανον καὶ τὸ πορφυροῦν ἱμάτιον. Καὶ λέγει αὐτοῖς, “Ἰδοὺ, ὁ ἄνθρωπος!”
John StatResG 19:6  Ὅτε οὖν εἶδον αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται, ἐκραύγασαν λέγοντες, “Σταύρωσον! Σταύρωσον!” Λέγει αὐτοῖς ὁ Πιλᾶτος, “Λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε, ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν.”
John StatResG 19:7  Ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι, “Ἡμεῖς νόμον ἔχομεν, καὶ κατὰ τὸν νόμον ὀφείλει ἀποθανεῖν, ὅτι Υἱὸν ˚Θεοῦ ἑαυτὸν ἐποίησεν.”
John StatResG 19:8  ¶Ὅτε οὖν ἤκουσεν ὁ Πιλᾶτος τοῦτον τὸν λόγον, μᾶλλον ἐφοβήθη.
John StatResG 19:9  Καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν, καὶ λέγει τῷ ˚Ἰησοῦ, “Πόθεν εἶ σύ;” Ὁ δὲ ˚Ἰησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ.
John StatResG 19:10  Λέγει οὖν αὐτῷ ὁ Πιλᾶτος, “Ἐμοὶ οὐ λαλεῖς; Οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω ἀπολῦσαί σε, καὶ ἐξουσίαν ἔχω σταυρῶσαί σε;”
John StatResG 19:11  Ἀπεκρίθη αὐτῷ ˚Ἰησοῦς, “Οὐκ εἶχες ἐξουσίαν κατʼ ἐμοῦ οὐδεμίαν, εἰ μὴ ἦν δεδομένον σοι ἄνωθεν. Διὰ τοῦτο ὁ παραδούς μέ σοι, μείζονα ἁμαρτίαν ἔχει.”
John StatResG 19:12  Ἐκ τούτου ὁ Πιλᾶτος ἐζήτει ἀπολῦσαι αὐτόν. Οἱ δὲ Ἰουδαῖοι ἐκραύγασαν λέγοντες, “Ἐὰν τοῦτον ἀπολύσῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος. Πᾶς ὁ βασιλέα ἑαυτὸν ποιῶν, ἀντιλέγει τῷ Καίσαρι.”
John StatResG 19:13  ¶Ὁ οὖν Πιλᾶτος, ἀκούσας τῶν λόγων τούτων, ἤγαγεν ἔξω τὸν ˚Ἰησοῦν, καὶ ἐκάθισεν ἐπὶ βήματος, εἰς τόπον λεγόμενον Λιθόστρωτον, Ἑβραϊστὶ δὲ, Γαββαθᾶ.
John StatResG 19:14  Ἦν δὲ παρασκευὴ τοῦ Πάσχα, ὥρα ἦν ὡς ἕκτη. Καὶ λέγει τοῖς Ἰουδαίοις, “Ἴδε, ὁ βασιλεὺς ὑμῶν!”
John StatResG 19:15  Οἱ δὲ ἐκραύγασαν, “Ἆρον! Ἆρον! Σταύρωσον αὐτόν!” Λέγει αὐτοῖς ὁ Πιλᾶτος, “Τὸν βασιλέα ὑμῶν σταυρώσω;” Ἀπεκρίθησαν οἱ ἀρχιερεῖς, “Οὐκ ἔχομεν βασιλέα, εἰ μὴ Καίσαρα.”
John StatResG 19:16  Τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς, ἵνα σταυρωθῇ. ¶Παρέλαβον Δὲ τὸν ˚Ἰησοῦν· αὑτόν ἀπήγαγον
John StatResG 19:17  Καὶ βαστάζων ἑαυτῷ τὸν σταυρὸν, ἐξῆλθεν εἰς τὸν λεγόμενον, “Κρανίου Τόπον”, ὃ λέγεται Ἑβραϊστὶ, Γολγοθᾶ,
John StatResG 19:18  ὅπου αὐτὸν ἐσταύρωσαν, καὶ μετʼ αὐτοῦ ἄλλους δύο, ἐντεῦθεν καὶ ἐντεῦθεν, μέσον δὲ τὸν ˚Ἰησοῦν.
John StatResG 19:19  Ἔγραψεν δὲ καὶ τίτλον ὁ Πιλᾶτος, καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ. Ἦν δὲ γεγραμμένον, “˚Ἰησοῦς ὁ Ναζωραῖος, ὁ Βασιλεὺς τῶν Ἰουδαίων.”
John StatResG 19:20  Τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν ὁ τόπος τῆς πόλεως, ὅπου ἐσταυρώθη ὁ ˚Ἰησοῦς· καὶ ἦν γεγραμμένον Ἑβραϊστί, Ῥωμαϊστί, Ἑλληνιστί.
John StatResG 19:21  Ἔλεγον οὖν τῷ Πιλάτῳ οἱ ἀρχιερεῖς τῶν Ἰουδαίων, “Μὴ γράφε, ‘Ὁ Βασιλεὺς τῶν Ἰουδαίων’, ἀλλʼ ὅτι ἐκεῖνος εἶπεν, ‘Βασιλεὺς εἰμι τῶν Ἰουδαίων.’”
John StatResG 19:22  Ἀπεκρίθη ὁ Πιλᾶτος, “Ὃ γέγραφα, γέγραφα.”
John StatResG 19:23  Οἱ οὖν στρατιῶται ὅτε ἐσταύρωσαν τὸν ˚Ἰησοῦν, ἔλαβον τὰ ἱμάτια αὐτοῦ, καὶ ἐποίησαν τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος, καὶ τὸν χιτῶνα. Ἦν δὲ ὁ χιτὼν ἄραφος, ἐκ τῶν ἄνωθεν ὑφαντὸς διʼ ὅλου.
John StatResG 19:24  Εἶπον οὖν πρὸς ἀλλήλους, “Μὴ σχίσωμεν αὐτόν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ, τίνος ἔσται”· ἵνα ἡ Γραφὴ πληρωθῇ ἡ λέγουσα, “Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.” Οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν.
John StatResG 19:25  Εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ ˚Ἰησοῦ ἡ μήτηρ αὐτοῦ, καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ, καὶ Μαρία ἡ Μαγδαληνή.
John StatResG 19:26  ˚Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα, καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα, λέγει τῇ μητρί, “Γύναι, ἰδοὺ, ὁ υἱός σου.”
John StatResG 19:27  Εἶτα λέγει τῷ μαθητῇ, “Ἴδε, ἡ μήτηρ σου.” Καὶ ἀπʼ ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια.
John StatResG 19:28  ¶Μετὰ τοῦτο εἰδὼς ὁ ˚Ἰησοῦς ὅτι ἤδη πάντα τετέλεσται, ἵνα τελειωθῇ ἡ Γραφὴ, λέγει, “Διψῶ.”
John StatResG 19:29  Σκεῦος ἔκειτο ὄξους μεστόν· σπόγγον οὖν μεστὸν τοῦ ὄξους ὑσσώπῳ περιθέντες, προσήνεγκαν αὐτοῦ τῷ στόματι.
John StatResG 19:30  Ὅτε οὖν ἔλαβεν τὸ ὄξος ὁ ˚Ἰησοῦς, εἶπεν, “Τετέλεσται!” Καὶ κλίνας τὴν κεφαλὴν, παρέδωκεν τὸ πνεῦμα.
John StatResG 19:31  ¶Οἱ οὖν Ἰουδαῖοι, ἐπεὶ παρασκευὴ ἦν, ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ Σαββάτῳ (ἦν γὰρ μεγάλη ἡ ἡμέρα ἐκείνου τοῦ Σαββάτου), ἠρώτησαν τὸν Πιλᾶτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη, καὶ ἀρθῶσιν.
John StatResG 19:32  Ἦλθον οὖν οἱ στρατιῶται, καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη, καὶ τοῦ ἄλλου τοῦ συσταυρωθέντος αὐτῷ·
John StatResG 19:33  ἐπὶ δὲ τὸν ˚Ἰησοῦν ἐλθόντες, ὡς εἶδον ἤδη αὐτὸν τεθνηκότα, οὐ κατέαξαν αὐτοῦ τὰ σκέλη.
John StatResG 19:34  Ἀλλʼ εἷς τῶν στρατιωτῶν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξεν, καὶ ἐξῆλθεν εὐθὺς αἷμα καὶ ὕδωρ.
John StatResG 19:35  Καὶ ὁ ἑωρακὼς μεμαρτύρηκεν, καὶ ἀληθινὴ αὐτοῦ ἐστιν ἡ μαρτυρία, καὶ ἐκεῖνος οἶδεν ὅτι ἀληθῆ λέγει, ἵνα καὶ ὑμεῖς πιστεύητε.
John StatResG 19:36  Ἐγένετο γὰρ ταῦτα, ἵνα ἡ Γραφὴ πληρωθῇ, “Ὀστοῦν οὐ συντριβήσεται αὐτοῦ.”
John StatResG 19:37  Καὶ πάλιν ἑτέρα Γραφὴ λέγει, “Ὄψονται εἰς ὃν ἐξεκέντησαν.”
John StatResG 19:38  ¶Μετὰ δὲ ταῦτα, ἠρώτησεν τὸν Πιλᾶτον Ἰωσὴφ ὁ ἀπὸ Ἁριμαθαίας, ὢν μαθητὴς τοῦ ˚Ἰησοῦ, κεκρυμμένος δὲ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἵνα ἄρῃ τὸ σῶμα τοῦ ˚Ἰησοῦ· καὶ ἐπέτρεψεν ὁ Πιλᾶτος. Ἦλθον οὖν καὶ ἦραν αὑτόν.
John StatResG 19:39  Ἦλθεν δὲ καὶ Νικόδημος, ὁ ἐλθὼν πρὸς αὐτὸν νυκτὸς τὸ πρῶτον, φέρων ἕλιγμα σμύρνης καὶ ἀλόης, ὡσεὶ λίτρας ἑκατόν.
John StatResG 19:40  Ἔλαβον οὖν τὸ σῶμα τοῦ ˚Ἰησοῦ, καὶ ἔδησαν αὐτὸ ὀθονίοις μετὰ τῶν ἀρωμάτων, καθὼς ἔθος ἐστὶν τοῖς Ἰουδαίοις ἐνταφιάζειν.
John StatResG 19:41  Ἦν δὲ ἐν τῷ τόπῳ ὅπου ἐσταυρώθη κῆπος, καὶ ἐν τῷ κήπῳ μνημεῖον καινόν, ἐν ᾧ οὐδέπω οὐδεὶς ἦν τεθειμένος.
John StatResG 19:42  Ἐκεῖ οὖν διὰ τὴν παρασκευὴν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν τὸ μνημεῖον, ἔθηκαν τὸν ˚Ἰησοῦν.