Site uses cookies to provide basic functionality.

OK
JOHN
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21
Prev Up Next Toggle notes
Chapter 9
John StatResG 9:1  ¶Καὶ παράγων, εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς.
John StatResG 9:2  Καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες, “Ῥαββί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;”
John StatResG 9:3  Ἀπεκρίθη ˚Ἰησοῦς, “Οὔτε οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλʼ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ ˚Θεοῦ ἐν αὐτῷ.
John StatResG 9:4  Ἡμᾶς δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με, ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ, ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι.
John StatResG 9:5  Ὅταν ἐν τῷ κόσμῳ ὦ, φῶς εἰμι τοῦ κόσμου.”
John StatResG 9:6  Ταῦτα εἰπὼν, ἔπτυσεν χαμαὶ καὶ ἐποίησεν πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισεν αὐτοῦ τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμούς.
John StatResG 9:7  Καὶ εἶπεν αὐτῷ, “Ὕπαγε, νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ” (ὃ ἑρμηνεύεται, “Ἀπεσταλμένος”). Ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθεν βλέπων.
John StatResG 9:8  Οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον, ὅτι προσαίτης ἦν, ἔλεγον, “Οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν;”
John StatResG 9:9  Ἄλλοι ἔλεγον, ὅτι “Οὗτός ἐστιν”, ἄλλοι ἔλεγον, “Οὐχί, ἀλλὰ ὅμοιος αὐτῷ ἐστιν.” Ἐκεῖνος ἔλεγεν, ὅτι “Ἐγώ εἰμι.”
John StatResG 9:10  Ἔλεγον οὖν αὐτῷ, “Πῶς ἠνεῴχθησάν σου οἱ ὀφθαλμοί;”
John StatResG 9:11  Ἀπεκρίθη ἐκεῖνος, ἄνθρωπος ὁ λεγόμενος ˚Ἰησοῦς πηλὸν ἐποίησεν, καὶ ἐπέχρισέν μου τοὺς ὀφθαλμοὺς, καὶ εἶπέν μοι, ὅτι ‘Ὕπαγε εἰς τὸν Σιλωὰμ καὶ νίψαι.’ Ἀπελθὼν οὖν καὶ νιψάμενος, ἀνέβλεψα.”
John StatResG 9:12  Καὶ εἶπαν αὐτῷ, “Ποῦ ἐστιν ἐκεῖνος;” Λέγει, “Οὐκ οἶδα.”
John StatResG 9:13  ¶Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους, τόν ποτε τυφλόν.
John StatResG 9:14  Ἦν δὲ Σάββατον ἐν ᾗ ἡμέρᾳ τὸν πηλὸν ἐποίησεν ὁ ˚Ἰησοῦς, καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς.
John StatResG 9:15  Πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν. Ὁ δὲ εἶπεν αὐτοῖς, “Πηλὸν ἐπέθηκέν μου ἐπὶ τοὺς ὀφθαλμούς, καὶ ἐνιψάμην, καὶ βλέπω.”
John StatResG 9:16  Ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές, “Οὐκ ἔστιν οὗτος παρὰ ˚Θεοῦ ὁ ἄνθρωπος, ὅτι τὸ Σάββατον οὐ τηρεῖ.” Ἄλλοι ἔλεγον, “Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν;” Καὶ σχίσμα ἦν ἐν αὐτοῖς.
John StatResG 9:17  Λέγουσιν οὖν τῷ τυφλῷ πάλιν, “Σὺ τί λέγεις περὶ αὐτοῦ, ὅτι ἠνέῳξέν σου τοὺς ὀφθαλμούς;” Ὁ δὲ εἶπεν, ὅτι “Προφήτης ἐστίν.”
John StatResG 9:18  ¶Οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι ἦν τυφλὸς καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος.
John StatResG 9:19  Καὶ ἠρώτησαν αὐτοὺς λέγοντες, “Οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; Πῶς οὖν βλέπει ἄρτι;”
John StatResG 9:20  Ἀπεκρίθησαν οὖν οἱ γονεῖς αὐτοῦ καὶ εἶπαν, “Οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν, καὶ ὅτι τυφλὸς ἐγεννήθη.
John StatResG 9:21  Πῶς δὲ νῦν βλέπει, οὐκ οἴδαμεν, ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς, ἡμεῖς οὐκ οἴδαμεν· αὐτὸς ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε, αὐτὸς περὶ ἑαυτοῦ λαλήσει.”
John StatResG 9:22  Ταῦτα εἶπον οἱ γονεῖς αὐτοῦ, ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους, ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ ˚Χριστόν, ἀποσυνάγωγος γένηται.
John StatResG 9:23  Διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπαν, ὅτι “Ἡλικίαν ἔχει, αὐτὸν ἐπερωτήσατε.”
John StatResG 9:24  ¶Ἐφώνησαν οὖν τὸν ἄνθρωπον ἐκ δευτέρου ὃς ἦν τυφλὸς, καὶ εἶπαν αὐτῷ, “Δὸς δόξαν τῷ ˚Θεῷ· ἡμεῖς οἴδαμεν ὅτι οὗτος ὁ ἄνθρωπος ἁμαρτωλός ἐστιν.”
John StatResG 9:25  Ἀπεκρίθη οὖν ἐκεῖνος, “Εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα. Ἓν οἶδα, ὅτι τυφλὸς ὢν, ἄρτι βλέπω.”
John StatResG 9:26  Εἶπον οὖν αὐτῷ, “Τί ἐποίησέν σοι; Πῶς ἤνοιξέν σου τοὺς ὀφθαλμούς;”
John StatResG 9:27  Ἀπεκρίθη αὐτοῖς, “Εἶπον ὑμῖν ἤδη, καὶ οὐκ ἠκούσατε. Τί πάλιν θέλετε ἀκούειν; Μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι;”
John StatResG 9:28  Καὶ ἐλοιδόρησαν αὐτὸν, καὶ εἶπον, “Σὺ μαθητὴς εἶ ἐκείνου, ἡμεῖς δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί.
John StatResG 9:29  Ἡμεῖς οἴδαμεν ὅτι Μωϋσεῖ λελάληκεν ὁ ˚Θεός, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.”
John StatResG 9:30  Ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς, “Ἐν τούτῳ γὰρ τὸ θαυμαστόν ἐστιν, ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστίν, καὶ ἤνοιξέν μου τοὺς ὀφθαλμούς.
John StatResG 9:31  Οἴδαμεν ὅτι ἁμαρτωλῶν ὁ ˚Θεὸς οὐκ ἀκούει, ἀλλʼ ἐάν τις θεοσεβὴς ᾖ, καὶ τὸ θέλημα αὐτοῦ ποιῇ, τούτου ἀκούει.
John StatResG 9:32  Ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἤνοιξέν τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου.
John StatResG 9:33  Εἰ μὴ ἦν οὗτος παρὰ ˚Θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν.”
John StatResG 9:34  Ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ, “Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς;” Καὶ ἐξέβαλον αὐτὸν ἔξω.
John StatResG 9:35  ¶Ἤκουσεν ˚Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω, καὶ εὑρὼν αὐτὸν εἶπεν, “Σὺ πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Ἀνθρώπου;”
John StatResG 9:36  Ἀπεκρίθη ἐκεῖνος, “Καὶ τίς ἐστιν,” ἔφη, “κύριε, ἵνα πιστεύσω εἰς αὐτόν;”
John StatResG 9:37  Εἶπεν αὐτῷ ὁ ˚Ἰησοῦς, “Καὶ ἑώρακας αὐτὸν, καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν.”
John StatResG 9:38  Ὁ δὲ ἔφη, “Πιστεύω, ˚Κύριε”· καὶ προσεκύνησεν αὐτῷ.
John StatResG 9:39  Καὶ εἶπεν ὁ ˚Ἰησοῦς, “Εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες, βλέπωσιν, καὶ οἱ βλέποντες, τυφλοὶ γένωνται.”
John StatResG 9:40  Ἤκουσαν ἐκ τῶν Φαρισαίων ταῦτα οἱ μετʼ αὐτοῦ ὄντες, καὶ εἶπον αὐτῷ, “Μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν;”
John StatResG 9:41  Εἶπεν αὐτοῖς ὁ ˚Ἰησοῦς, “Εἰ τυφλοὶ ἦτε, οὐκ ἂν εἴχετε ἁμαρτίαν· νῦν δὲ λέγετε, ὅτι ‘Βλέπομεν’, ἡ ἁμαρτία ὑμῶν μένει.