Site uses cookies to provide basic functionality.

OK
JOHN
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21
Prev Up Next Toggle notes
Chapter 13
John StatResG 13:1  ¶Πρὸ δὲ τῆς ἑορτῆς τοῦ Πάσχα, εἰδὼς ὁ ˚Ἰησοῦς ὅτι ἦλθεν αὐτοῦ ἡ ὥρα, ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν Πατέρα, ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ, εἰς τέλος ἠγάπησεν αὐτούς.
John StatResG 13:2  Καὶ δείπνου γινομένου, τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν ἵνα παραδῷ αὐτὸν Ἰούδας Σίμωνος Ἰσκαριώτης,
John StatResG 13:3  εἰδὼς ὅτι πάντα δέδωκεν αὐτῷ ὁ Πατὴρ εἰς τὰς χεῖρας, καὶ ὅτι ἀπὸ ˚Θεοῦ ἐξῆλθεν καὶ πρὸς τὸν ˚Θεὸν ὑπάγει,
John StatResG 13:4  ἐγείρεται ἐκ τοῦ δείπνου καὶ τίθησιν τὰ ἱμάτια, καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν.
John StatResG 13:5  Εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα, καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν, καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος.
John StatResG 13:6  Ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον. Λέγει αὐτῷ, “˚Κύριε, σύ μου νίπτεις τοὺς πόδας;”
John StatResG 13:7  Ἀπεκρίθη ˚Ἰησοῦς καὶ εἶπεν αὐτῷ, “Ὃ ἐγὼ ποιῶ, σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα.”
John StatResG 13:8  Λέγει αὐτῷ Πέτρος, “Οὐ μὴ νίψῃς μου τοὺς πόδας εἰς τὸν αἰῶνα.” Ἀπεκρίθη ˚Ἰησοῦς αὐτῷ, “Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετʼ ἐμοῦ.”
John StatResG 13:9  Λέγει αὐτῷ Σίμων Πέτρος, “˚Κύριε, μὴ τοὺς πόδας μου μόνον, ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν.”
John StatResG 13:10  Λέγει αὐτῷ ὁ ˚Ἰησοῦς, “Ὁ λελουμένος οὐκ ἔχει χρείαν, εἰ μὴ τοὺς πόδας νίψασθαι, ἀλλʼ ἔστιν καθαρὸς ὅλος· καὶ ὑμεῖς καθαροί ἐστε, ἀλλʼ οὐχὶ πάντες.”
John StatResG 13:11  ἬΙδει γὰρ τὸν παραδιδόντα αὐτόν· διὰ τοῦτο εἶπεν, ὅτι “Οὐχὶ πάντες καθαροί ἐστε.”
John StatResG 13:12  ¶Ὅτε οὖν ἔνιψεν τοὺς πόδας αὐτῶν, καὶ ἔλαβεν τὰ ἱμάτια αὐτοῦ, καὶ ἀνέπεσεν, πάλιν εἶπεν αὐτοῖς, “Γινώσκετε τί πεποίηκα ὑμῖν;
John StatResG 13:13  Ὑμεῖς φωνεῖτέ με ὁ ‘Διδάσκαλος’ καὶ, ὁ ‘˚Κύριος’, καὶ καλῶς λέγετε, εἰμὶ γάρ.
John StatResG 13:14  Εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας, ὁ ˚Κύριος καὶ ὁ Διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας.
John StatResG 13:15  Ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν, καὶ ὑμεῖς ποιῆτε.
John StatResG 13:16  Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ, οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν.
John StatResG 13:17  Εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά.
John StatResG 13:18  Οὐ περὶ πάντων ὑμῶν λέγω. Ἐγὼ οἶδα οὓς ἐξελεξάμην, ἀλλʼ ἵνα ἡ Γραφὴ πληρωθῇ, ‘Ὁ τρώγων μετʼ ἐμοῦ τὸν ἄρτον, ἐπῆρεν ἐπʼ ἐμὲ τὴν πτέρναν αὐτοῦ.’
John StatResG 13:19  Ἀπʼ ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι, ἵνα πιστεύσητε ὅταν γένηται ὅτι ἐγώ εἰμι.
John StatResG 13:20  Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, ὁ λαμβάνων ἄν τινα πέμψω, ἐμὲ λαμβάνει, ὁ δὲ ἐμὲ λαμβάνων, λαμβάνει τὸν πέμψαντά με.”
John StatResG 13:21  ¶Ταῦτα εἰπὼν, ὁ ˚Ἰησοῦς ἐταράχθη τῷ πνεύματι καὶ ἐμαρτύρησεν καὶ εἶπεν, “Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.”
John StatResG 13:22  Ἔβλεπον οὖν εἰς ἀλλήλους οἱ μαθηταὶ, ἀπορούμενοι περὶ τίνος λέγει.
John StatResG 13:23  Ἦν δὲ ἀνακείμενος εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ ˚Ἰησοῦ, ὃν ἠγάπα ὁ ˚Ἰησοῦς.
John StatResG 13:24  Νεύει οὖν τούτῳ Σίμων Πέτρος, πυθέσθαι τίς ἂν εἴη περὶ οὗ λέγει.
John StatResG 13:25  Ἐπιπεσὼν οὖν ἐκεῖνος οὕτως ἐπὶ τὸ στῆθος τοῦ ˚Ἰησοῦ, λέγει αὐτῷ, “˚Κύριε, τίς ἐστιν;”
John StatResG 13:26  Ἀποκρίνεται ὁ ˚Ἰησοῦς, “Ἐκεῖνός ἐστιν ᾧ ἐγὼ, βάψας τὸ ψωμίον ἐπιδώσω.” Καὶ βάψας τὸ ψωμίον, δίδωσιν Ἰούδᾳ Σίμωνος Ἰσκαριώτου.
John StatResG 13:27  Καὶ μετὰ τὸ ψωμίον, τότε εἰσῆλθεν εἰς ἐκεῖνον ὁ Σατανᾶς. Λέγει οὖν αὐτῷ ὁ ˚Ἰησοῦς, “Ὃ ποιεῖς, ποίησον τάχιον.”
John StatResG 13:28  Τοῦτο δὲ οὐδεὶς ἔγνω τῶν ἀνακειμένων, πρὸς τί εἶπεν αὐτῷ.
John StatResG 13:29  Τινὲς γὰρ ἐδόκουν, ἐπεὶ τὸ γλωσσόκομον εἶχεν Ἰούδας, ὅτι λέγει αὐτῷ ὁ ˚Ἰησοῦς, “Ἀγόρασον ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν”, ἢ τοῖς πτωχοῖς, ἵνα τι δῷ.
John StatResG 13:30  Λαβὼν οὖν τὸ ψωμίον, ἐκεῖνος ἐξῆλθεν εὐθύς. Ἦν δὲ νύξ.
John StatResG 13:31  ¶Ὅτε οὖν ἐξῆλθεν, λέγει ˚Ἰησοῦς, “Νῦν ἐδοξάσθη ὁ Υἱὸς τοῦ Ἀνθρώπου, καὶ ὁ ˚Θεὸς ἐδοξάσθη ἐν αὐτῷ.
John StatResG 13:32  Καὶ ὁ ˚Θεὸς δοξάσει αὐτὸν ἐν αὑτῷ, καὶ εὐθὺς δοξάσει αὐτόν.
John StatResG 13:33  Τεκνία, ἔτι μικρὸν μεθʼ ὑμῶν εἰμι. Ζητήσετέ με, καὶ καθὼς εἶπον τοῖς Ἰουδαίοις, ὅτι ‘Ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν’, καὶ ὑμῖν λέγω ἄρτι.
John StatResG 13:34  Ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἠγάπησα ὑμᾶς, ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους.
John StatResG 13:35  Ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις.”
John StatResG 13:36  ¶Λέγει αὐτῷ Σίμων Πέτρος, “˚Κύριε, ποῦ ὑπάγεις;” Ἀπεκρίθη αὐτῷ ˚Ἰησοῦς, “Ὅπου ὑπάγω, οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι, ἀκολουθήσεις δὲ ὕστερον.”
John StatResG 13:37  Λέγει αὐτῷ ὁ Πέτρος, “˚Κύριε, διὰ τί οὐ δύναμαί σοι ἀκολουθῆσαι ἄρτι; Τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω.”
John StatResG 13:38  Ἀποκρίνεται ˚Ἰησοῦς, “Τὴν ψυχήν σου ὑπὲρ ἐμοῦ θήσεις; Ἀμὴν, ἀμὴν, λέγω σοι, οὐ μὴ ἀλέκτωρ φωνήσῃ, ἕως οὗ ἀρνήσῃ με τρίς.