Site uses cookies to provide basic functionality.

OK
JOHN
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21
Prev Up Next Toggle notes
Chapter 1
John StatResG 1:1  ¶Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν ˚Θεόν, καὶ ˚Θεὸς ἦν ὁ λόγος.
John StatResG 1:2  Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν ˚Θεόν.
John StatResG 1:3  Πάντα διʼ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν.
John StatResG 1:4  Ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων.
John StatResG 1:5  Καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν.
John StatResG 1:6  ¶Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ ˚Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης.
John StatResG 1:7  Οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν διʼ αὐτοῦ.
John StatResG 1:8  Οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλʼ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός.
John StatResG 1:9  Ἦν τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον.
John StatResG 1:10  ¶Ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος διʼ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.
John StatResG 1:11  Εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον.
John StatResG 1:12  Ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα ˚Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ,
John StatResG 1:13  οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλʼ ἐκ ˚Θεοῦ ἐγεννήθησαν.
John StatResG 1:14  ¶Καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας.
John StatResG 1:15  Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ, καὶ κέκραγεν λέγων, “Οὗτος ἦν ὃν εἶπον, ‘Ὁ ὀπίσω μου ἐρχόμενος, ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν.’”
John StatResG 1:16  Ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ, ἡμεῖς πάντες ἐλάβομεν καὶ χάριν ἀντὶ χάριτος.
John StatResG 1:17  Ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ ˚Ἰησοῦ ˚Χριστοῦ ἐγένετο.
John StatResG 1:18  ˚Θεὸν οὐδεὶς ἑώρακεν πώποτε· μονογενὴς ˚Θεὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο.
John StatResG 1:19  ¶Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Ἰωάννου, ὅτε ἀπέστειλαν οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευίτας, ἵνα ἐρωτήσωσιν αὐτόν, “Σὺ τίς εἶ;”
John StatResG 1:20  Καὶ ὡμολόγησεν καὶ οὐκ ἠρνήσατο, καὶ ὡμολόγησεν, ὅτι “Ἐγὼ οὐκ εἰμὶ ὁ ˚Χριστός.”
John StatResG 1:21  Καὶ ἠρώτησαν αὐτόν, “Τί οὖν; Σὺ Ἠλίας εἶ;” Καὶ λέγει, “Οὐκ εἰμί.” “Ὁ προφήτης εἶ σύ;” Καὶ ἀπεκρίθη, “Οὔ.”
John StatResG 1:22  Εἶπαν οὖν αὐτῷ, “Τίς εἶ; Ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς. Τί λέγεις περὶ σεαυτοῦ;”
John StatResG 1:23  Ἔφη, “Ἐγὼ ‘Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ: “Εὐθύνατε τὴν ὁδὸν ˚Κυρίου”’, καθὼς εἶπεν Ἠσαΐας ὁ προφήτης.”
John StatResG 1:24  ¶Καὶ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων.
John StatResG 1:25  Καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπαν αὐτῷ, “Τί οὖν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ ˚Χριστὸς, οὐδὲ Ἠλίας, οὐδὲ ὁ προφήτης;”
John StatResG 1:26  Ἀπεκρίθη αὐτοῖς ὁ Ἰωάννης λέγων, “Ἐγὼ βαπτίζω ἐν ὕδατι· μέσος ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε,
John StatResG 1:27  ὁ ὀπίσω μου ἐρχόμενος, οὗ οὐκ εἰμὶ ἐγὼ ἄξιος, ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος.”
John StatResG 1:28  Ταῦτα ἐν Βηθανίᾳ ἐγένετο, πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν ὁ Ἰωάννης βαπτίζων.
John StatResG 1:29  ¶Τῇ ἐπαύριον βλέπει τὸν ˚Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει, “Ἴδε, ὁ Ἀμνὸς τοῦ ˚Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.
John StatResG 1:30  Οὗτός ἐστιν ὑπὲρ οὗ ἐγὼ εἶπον, ‘Ὀπίσω μου ἔρχεται ἀνὴρ, ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν.’
John StatResG 1:31  Κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλʼ ἵνα φανερωθῇ τῷ Ἰσραὴλ διὰ τοῦτο, ἦλθον ἐγὼ ἐν ὕδατι βαπτίζων.”
John StatResG 1:32  Καὶ ἐμαρτύρησεν Ἰωάννης λέγων, ὅτι “Τεθέαμαι τὸ ˚Πνεῦμα καταβαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπʼ αὐτόν.
John StatResG 1:33  Κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλʼ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν, ‘Ἐφʼ ὃν ἂν ἴδῃς τὸ ˚Πνεῦμα καταβαῖνον καὶ μένον ἐπʼ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν ˚Πνεύματι Ἁγίῳ.’
John StatResG 1:34  Κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ ˚Θεοῦ.”
John StatResG 1:35  ¶Τῇ ἐπαύριον πάλιν εἱστήκει ὁ Ἰωάννης, καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο.
John StatResG 1:36  Καὶ ἐμβλέψας τῷ ˚Ἰησοῦ περιπατοῦντι λέγει, “Ἴδε, ὁ Ἀμνὸς τοῦ ˚Θεοῦ!”
John StatResG 1:37  Καὶ ἤκουσαν οἱ δύο αὐτοῦ μαθηταὶ λαλοῦντος, καὶ ἠκολούθησαν τῷ ˚Ἰησοῦ.
John StatResG 1:38  Στραφεὶς δὲ ὁ ˚Ἰησοῦς, καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας, λέγει αὐτοῖς, “Τί ζητεῖτε;” Οἱ δὲ εἶπαν αὐτῷ, “Ῥαββί” (ὃ λέγεται μεθερμηνευόμενον, “Διδάσκαλε”), “Ποῦ μένεις;”
John StatResG 1:39  Λέγει αὐτοῖς, “Ἔρχεσθε καὶ ὄψεσθε.” Ἦλθαν οὖν καὶ εἶδαν ποῦ μένει, καὶ παρʼ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην· ὥρα ἦν ὡς δεκάτη.
John StatResG 1:40  Ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου, εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου, καὶ ἀκολουθησάντων αὐτῷ.
John StatResG 1:41  Εὑρίσκει οὗτος πρῶτον τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα, καὶ λέγει αὐτῷ, “Εὑρήκαμεν τὸν Μεσσίαν”, (ὅ ἐστιν μεθερμηνευόμενον, “˚Χριστός”).
John StatResG 1:42  ἤγαγεν αὐτὸν πρὸς τὸν ˚Ἰησοῦν. Ἐμβλέψας αὐτῷ, ὁ ˚Ἰησοῦς εἶπεν, “Σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωάννου, σὺ κληθήσῃ Κηφᾶς”, (ὃ ἑρμηνεύεται, “Πέτρος”).
John StatResG 1:43  ¶Τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν. Καὶ εὑρίσκει Φίλιππον, καὶ λέγει αὐτῷ ὁ ˚Ἰησοῦς, “Ἀκολούθει μοι.”
John StatResG 1:44  Ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου.
John StatResG 1:45  Εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ, καὶ λέγει αὐτῷ, “Ὃν ἔγραψεν Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν ˚Ἰησοῦν υἱὸν τοῦ Ἰωσὴφ, τὸν ἀπὸ Ναζαρέτ.”
John StatResG 1:46  Καὶ εἶπεν αὐτῷ Ναθαναήλ, “Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι;” Λέγει αὐτῷ ὁ Φίλιππος, “Ἔρχου καὶ ἴδε.”
John StatResG 1:47  Εἶδεν ὁ ˚Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ, “Ἴδε, ἀληθῶς Ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστιν.”
John StatResG 1:48  Λέγει αὐτῷ Ναθαναήλ, “Πόθεν με γινώσκεις;” Ἀπεκρίθη ˚Ἰησοῦς καὶ εἶπεν αὐτῷ, “Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν, εἶδόν σε.”
John StatResG 1:49  Ἀπεκρίθη αὐτῷ Ναθαναήλ, “Ῥαββί, σὺ εἶ ὁ Υἱὸς τοῦ ˚Θεοῦ, σὺ Βασιλεὺς εἶ τοῦ Ἰσραήλ.”
John StatResG 1:50  Ἀπεκρίθη ˚Ἰησοῦς καὶ εἶπεν αὐτῷ, “Ὅτι εἶπόν σοι ὅτι εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; Μείζω τούτων ὄψῃ.”
John StatResG 1:51  Καὶ λέγει αὐτῷ, “Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ ˚Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν Υἱὸν τοῦ Ἀνθρώπου.”