JOHN
Chapter 14
John | StatResG | 14:2 | Ἐν τῇ οἰκίᾳ τοῦ Πατρός μου, μοναὶ πολλαί εἰσιν· εἰ δὲ μή, εἶπον ἂν ὑμῖν, ὅτι πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν. | |
John | StatResG | 14:3 | Καὶ ἐὰν πορευθῶ καὶ ἑτοιμάσω ὑμῖν τόπον πάλιν ἔρχομαι καὶ παραλήμψομαι ὑμᾶς πρὸς ἐμαυτόν, ἵνα ὅπου εἰμὶ ἐγὼ, καὶ ὑμεῖς ἦτε. | |
John | StatResG | 14:5 | Λέγει αὐτῷ Θωμᾶς, “˚Κύριε, οὐκ οἴδαμεν ποῦ ὑπάγεις· πῶς δυνάμεθα τὴν ὁδὸν εἰδέναι;” | |
John | StatResG | 14:6 | Λέγει αὐτῷ ˚Ἰησοῦς, “Ἐγώ εἰμι ἡ ὁδὸς, καὶ ἡ ἀλήθεια, καὶ ἡ ζωή. Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ διʼ ἐμοῦ. | |
John | StatResG | 14:7 | Εἰ ἐγνώκειτέ με, καὶ τὸν Πατέρα μου γνώσεσθε, καὶ ἀπʼ ἄρτι γινώσκετε αὐτὸν καὶ ἑωράκατε αὐτόν.” | |
John | StatResG | 14:9 | Λέγει αὐτῷ ὁ ˚Ἰησοῦς, “Τοσοῦτον χρόνον μεθʼ ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακεν τὸν Πατέρα· πῶς σὺ λέγεις, ‘Δεῖξον ἡμῖν τὸν Πατέρα’; | |
John | StatResG | 14:10 | Οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστιν; Τὰ ῥήματα ἃ ἐγὼ λέγω ὑμῖν, ἀπʼ ἐμαυτοῦ οὐ λαλῶ, ὁ δὲ Πατὴρ ἐν ἐμοὶ μένων, ποιεῖ τὰ ἔργα αὐτοῦ. | |
John | StatResG | 14:11 | Πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· εἰ δὲ μή, διὰ τὰ ἔργα αὐτὰ πιστεύετε. | |
John | StatResG | 14:12 | Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμὲ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ, κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει, ὅτι ἐγὼ πρὸς τὸν Πατέρα πορεύομαι. | |
John | StatResG | 14:13 | Καὶ ὅ τι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου, τοῦτο ποιήσω, ἵνα δοξασθῇ ὁ Πατὴρ ἐν τῷ Υἱῷ. | |
John | StatResG | 14:16 | Κἀγὼ ἐρωτήσω τὸν Πατέρα, καὶ ἄλλον Παράκλητον δώσει ὑμῖν, ἵνα μεθʼ ὑμῶν εἰς τὸν αἰῶνα ᾖ | |
John | StatResG | 14:17 | τὸ ˚Πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ οὐδὲ γινώσκει. Ὑμεῖς γινώσκετε αὐτό, ὅτι παρʼ ὑμῖν μένει, καὶ ἐν ὑμῖν ἐστίν. | |
John | StatResG | 14:19 | Ἔτι μικρὸν καὶ ὁ κόσμος με οὐκέτι θεωρεῖ, ὑμεῖς δὲ θεωρεῖτέ με, ὅτι ἐγὼ ζῶ, καὶ ὑμεῖς ζήσεσθε. | |
John | StatResG | 14:20 | Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὑμεῖς γνώσεσθε ὅτι ἐγὼ ἐν τῷ Πατρί μου, καὶ ὑμεῖς ἐν ἐμοὶ, κἀγὼ ἐν ὑμῖν. | |
John | StatResG | 14:21 | Ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτὰς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με· ὁ δὲ ἀγαπῶν με, ἀγαπηθήσεται ὑπὸ τοῦ Πατρός μου, κἀγὼ ἀγαπήσω αὐτὸν, καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν.” | |
John | StatResG | 14:22 | Λέγει αὐτῷ Ἰούδας, οὐχ ὁ Ἰσκαριώτης, “˚Κύριε, τί γέγονεν, ὅτι ἡμῖν μέλλεις ἐμφανίζειν σεαυτὸν, καὶ οὐχὶ τῷ κόσμῳ;” | |
John | StatResG | 14:23 | Ἀπεκρίθη ˚Ἰησοῦς καὶ εἶπεν αὐτῷ, “Ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει, καὶ ὁ Πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ μονὴν παρʼ αὐτῷ ποιησόμεθα. | |
John | StatResG | 14:24 | Ὁ μὴ ἀγαπῶν με, τοὺς λόγους μου οὐ τηρεῖ· καὶ ὁ λόγος ὃν ἀκούετε, οὐκ ἔστιν ἐμὸς, ἀλλὰ τοῦ πέμψαντός με Πατρός. | |
John | StatResG | 14:26 | Ὁ δὲ Παράκλητος, τὸ ˚Πνεῦμα τὸ Ἅγιον, ὃ πέμψει ὁ Πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα, καὶ ὑπομνήσει ὑμᾶς πάντα ἃ εἶπον ὑμῖν. | |
John | StatResG | 14:27 | Εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ καθὼς ὁ κόσμος δίδωσιν, ἐγὼ δίδωμι ὑμῖν. Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία, μηδὲ δειλιάτω. | |
John | StatResG | 14:28 | Ἠκούσατε ὅτι ἐγὼ εἶπον ὑμῖν, ‘Ὑπάγω καὶ ἔρχομαι πρὸς ὑμᾶς.’ Εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἄν ὅτι πορεύομαι πρὸς τὸν Πατέρα, μου ὅτι ὁ Πατὴρ μείζων μού ἐστιν. | |
John | StatResG | 14:30 | Οὐκέτι πολλὰ λαλήσω μεθʼ ὑμῶν, ἔρχεται γὰρ ὁ τοῦ κόσμου ἄρχων, καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν, | |