Site uses cookies to provide basic functionality.

OK
ACTS
Prev Up Next Toggle notes
Chapter 4
Acts MorphGNT 4:1  Λαλούντων δὲ αὐτῶν πρὸς τὸν λαὸν ἐπέστησαν αὐτοῖς οἱ ⸀ἱερεῖς καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ Σαδδουκαῖοι,
Acts MorphGNT 4:2  διαπονούμενοι διὰ τὸ διδάσκειν αὐτοὺς τὸν λαὸν καὶ καταγγέλλειν ἐν τῷ Ἰησοῦ τὴν ἀνάστασιν ⸂τὴν ἐκ⸃ νεκρῶν,
Acts MorphGNT 4:3  καὶ ἐπέβαλον αὐτοῖς τὰς χεῖρας καὶ ἔθεντο εἰς τήρησιν εἰς τὴν αὔριον, ἦν γὰρ ἑσπέρα ἤδη.
Acts MorphGNT 4:4  πολλοὶ δὲ τῶν ἀκουσάντων τὸν λόγον ἐπίστευσαν, καὶ ἐγενήθη ⸀ὁ ἀριθμὸς τῶν ἀνδρῶν ⸀ὡς χιλιάδες πέντε.
Acts MorphGNT 4:5  Ἐγένετο δὲ ἐπὶ τὴν αὔριον συναχθῆναι αὐτῶν τοὺς ἄρχοντας καὶ ⸀τοὺς πρεσβυτέρους καὶ ⸁τοὺς γραμματεῖς ⸀ἐν Ἰερουσαλήμ
Acts MorphGNT 4:6  (καὶ ⸂Ἅννας ὁ ἀρχιερεὺς καὶ Καϊάφας καὶ Ἰωάννης καὶ Ἀλέξανδρος⸃ καὶ ὅσοι ἦσαν ἐκ γένους ἀρχιερατικοῦ),
Acts MorphGNT 4:7  καὶ στήσαντες αὐτοὺς ἐν ⸀τῷ μέσῳ ἐπυνθάνοντο· Ἐν ποίᾳ δυνάμει ἢ ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς;
Acts MorphGNT 4:8  τότε Πέτρος πλησθεὶς πνεύματος ἁγίου εἶπεν πρὸς αὐτούς· Ἄρχοντες τοῦ λαοῦ καὶ ⸀πρεσβύτεροι,
Acts MorphGNT 4:9  εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, ἐν τίνι οὗτος ⸀σέσωσται,
Acts MorphGNT 4:10  γνωστὸν ἔστω πᾶσιν ὑμῖν καὶ παντὶ τῷ λαῷ Ἰσραὴλ ὅτι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ὃν ὑμεῖς ἐσταυρώσατε, ὃν ὁ θεὸς ἤγειρεν ἐκ νεκρῶν, ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής.
Acts MorphGNT 4:11  οὗτός ἐστιν ὁ λίθος ὁ ἐξουθενηθεὶς ὑφ’ ὑμῶν τῶν ⸀οἰκοδόμων, ὁ γενόμενος εἰς κεφαλὴν γωνίας.
Acts MorphGNT 4:12  καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία, ⸀οὐδὲ γὰρ ὄνομά ἐστιν ἕτερον ⸂ὑπὸ τὸν οὐρανὸν⸃ τὸ δεδομένον ἐν ἀνθρώποις ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς.
Acts MorphGNT 4:13  Θεωροῦντες δὲ τὴν τοῦ Πέτρου παρρησίαν καὶ Ἰωάννου καὶ καταλαβόμενοι ὅτι ἄνθρωποι ἀγράμματοί εἰσιν καὶ ἰδιῶται, ἐθαύμαζον, ἐπεγίνωσκόν τε αὐτοὺς ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν,
Acts MorphGNT 4:14  τόν ⸀τε ἄνθρωπον βλέποντες σὺν αὐτοῖς ἑστῶτα τὸν τεθεραπευμένον οὐδὲν εἶχον ἀντειπεῖν.
Acts MorphGNT 4:15  κελεύσαντες δὲ αὐτοὺς ἔξω τοῦ συνεδρίου ἀπελθεῖν συνέβαλλον πρὸς ἀλλήλους
Acts MorphGNT 4:16  λέγοντες· Τί ⸀ποιήσωμεν τοῖς ἀνθρώποις τούτοις; ὅτι μὲν γὰρ γνωστὸν σημεῖον γέγονεν δι’ αὐτῶν πᾶσιν τοῖς κατοικοῦσιν Ἰερουσαλὴμ φανερόν, καὶ οὐ δυνάμεθα ⸀ἀρνεῖσθαι·
Acts MorphGNT 4:17  ἀλλ’ ἵνα μὴ ἐπὶ πλεῖον διανεμηθῇ εἰς τὸν λαόν, ⸀ἀπειλησώμεθα αὐτοῖς μηκέτι λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ μηδενὶ ἀνθρώπων.
Acts MorphGNT 4:18  καὶ καλέσαντες αὐτοὺς παρήγγειλαν ⸀τὸ καθόλου μὴ φθέγγεσθαι μηδὲ διδάσκειν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ.
Acts MorphGNT 4:19  ὁ δὲ Πέτρος καὶ Ἰωάννης ἀποκριθέντες ⸂εἶπον πρὸς αὐτούς⸃· Εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ θεοῦ ὑμῶν ἀκούειν μᾶλλον ἢ τοῦ θεοῦ, κρίνατε,
Acts MorphGNT 4:20  οὐ δυνάμεθα γὰρ ἡμεῖς ἃ εἴδαμεν καὶ ἠκούσαμεν μὴ λαλεῖν.
Acts MorphGNT 4:21  οἱ δὲ προσαπειλησάμενοι ἀπέλυσαν αὐτούς, μηδὲν εὑρίσκοντες τὸ πῶς ⸀κολάσωνται αὐτούς, διὰ τὸν λαόν, ὅτι πάντες ἐδόξαζον τὸν θεὸν ἐπὶ τῷ γεγονότι·
Acts MorphGNT 4:22  ἐτῶν γὰρ ἦν πλειόνων τεσσεράκοντα ὁ ἄνθρωπος ἐφ’ ὃν ⸀γεγόνει τὸ σημεῖον τοῦτο τῆς ἰάσεως.
Acts MorphGNT 4:23  Ἀπολυθέντες δὲ ἦλθον πρὸς τοὺς ἰδίους καὶ ἀπήγγειλαν ὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι εἶπαν.
Acts MorphGNT 4:24  οἱ δὲ ἀκούσαντες ὁμοθυμαδὸν ἦραν φωνὴν πρὸς τὸν θεὸν καὶ εἶπαν· Δέσποτα, ⸀σὺ ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς,
Acts MorphGNT 4:25  ὁ ⸂τοῦ πατρὸς ἡμῶν⸃ διὰ ⸂πνεύματος ἁγίου⸃ στόματος Δαυὶδ παιδός σου εἰπών· Ἱνατί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά;
Acts MorphGNT 4:26  παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ.
Acts MorphGNT 4:27  συνήχθησαν γὰρ ἐπ’ ἀληθείας ⸂ἐν τῇ πόλει ταύτῃ⸃ ἐπὶ τὸν ἅγιον παῖδά σου Ἰησοῦν, ὃν ἔχρισας, Ἡρῴδης τε καὶ Πόντιος Πιλᾶτος σὺν ἔθνεσιν καὶ λαοῖς Ἰσραήλ,
Acts MorphGNT 4:28  ποιῆσαι ὅσα ἡ χείρ σου καὶ ἡ ⸀βουλὴ προώρισεν γενέσθαι.
Acts MorphGNT 4:29  καὶ τὰ νῦν, κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν καὶ δὸς τοῖς δούλοις σου μετὰ παρρησίας πάσης λαλεῖν τὸν λόγον σου,
Acts MorphGNT 4:30  ἐν τῷ τὴν χεῖρά ⸀σου ἐκτείνειν σε εἰς ἴασιν καὶ σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τοῦ ὀνόματος τοῦ ἁγίου παιδός σου Ἰησοῦ.
Acts MorphGNT 4:31  καὶ δεηθέντων αὐτῶν ἐσαλεύθη ὁ τόπος ἐν ᾧ ἦσαν συνηγμένοι, καὶ ἐπλήσθησαν ἅπαντες ⸂τοῦ ἁγίου πνεύματος⸃, καὶ ἐλάλουν τὸν λόγον τοῦ θεοῦ μετὰ παρρησίας.
Acts MorphGNT 4:32  Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν ⸀καρδία καὶ ⸀ψυχὴ μία, καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων ⸀αὐτῷ ἔλεγεν ἴδιον εἶναι, ἀλλ’ ἦν αὐτοῖς ⸀πάντα κοινά.
Acts MorphGNT 4:33  καὶ ⸂δυνάμει μεγάλῃ⸃ ἀπεδίδουν τὸ μαρτύριον οἱ ἀπόστολοι ⸂τῆς ἀναστάσεως τοῦ κυρίου Ἰησοῦ⸃, χάρις τε μεγάλη ἦν ἐπὶ πάντας αὐτούς.
Acts MorphGNT 4:34  οὐδὲ γὰρ ἐνδεής τις ⸀ἦν ἐν αὐτοῖς· ὅσοι γὰρ κτήτορες χωρίων ἢ οἰκιῶν ὑπῆρχον, πωλοῦντες ἔφερον τὰς τιμὰς τῶν πιπρασκομένων
Acts MorphGNT 4:35  καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων· διεδίδετο δὲ ἑκάστῳ καθότι ἄν τις χρείαν εἶχεν.
Acts MorphGNT 4:36  ⸀Ἰωσὴφ δὲ ὁ ἐπικληθεὶς Βαρναβᾶς ἀπὸ τῶν ἀποστόλων, ὅ ἐστιν μεθερμηνευόμενον υἱὸς παρακλήσεως, Λευίτης, Κύπριος τῷ γένει,
Acts MorphGNT 4:37  ὑπάρχοντος αὐτῷ ἀγροῦ πωλήσας ἤνεγκεν τὸ χρῆμα καὶ ἔθηκεν ⸀παρὰ τοὺς πόδας τῶν ἀποστόλων.