Site uses cookies to provide basic functionality.

OK
ACTS
Prev Up Next Toggle notes
Chapter 2
Acts MorphGNT 2:1  Καὶ ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς πεντηκοστῆς ἦσαν ⸂πάντες ὁμοῦ⸃ ἐπὶ τὸ αὐτό,
Acts MorphGNT 2:2  καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι,
Acts MorphGNT 2:3  καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, ⸂καὶ ἐκάθισεν⸃ ἐφ’ ἕνα ἕκαστον αὐτῶν,
Acts MorphGNT 2:4  καὶ ἐπλήσθησαν ⸀πάντες πνεύματος ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις καθὼς τὸ πνεῦμα ἐδίδου ⸂ἀποφθέγγεσθαι αὐτοῖς⸃.
Acts MorphGNT 2:5  Ἦσαν δὲ ⸀ἐν Ἰερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι, ἄνδρες εὐλαβεῖς ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν·
Acts MorphGNT 2:6  γενομένης δὲ τῆς φωνῆς ταύτης συνῆλθε τὸ πλῆθος καὶ συνεχύθη, ὅτι ⸀ἤκουον εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν·
Acts MorphGNT 2:7  ἐξίσταντο ⸀δὲ καὶ ἐθαύμαζον ⸀λέγοντες· ⸀Οὐχ ἰδοὺ ⸀πάντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι;
Acts MorphGNT 2:8  καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ᾗ ἐγεννήθημεν;
Acts MorphGNT 2:9  Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται, καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν,
Acts MorphGNT 2:10  Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, καὶ οἱ ἐπιδημοῦντες Ῥωμαῖοι,
Acts MorphGNT 2:11  Ἰουδαῖοί τε καὶ προσήλυτοι, Κρῆτες καὶ Ἄραβες, ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ θεοῦ.
Acts MorphGNT 2:12  ἐξίσταντο δὲ πάντες καὶ ⸀διηπόρουν, ἄλλος πρὸς ἄλλον λέγοντες· Τί ⸀θέλει τοῦτο εἶναι;
Acts MorphGNT 2:13  ἕτεροι δὲ ⸀διαχλευάζοντες ἔλεγον ὅτι Γλεύκους μεμεστωμένοι εἰσίν.
Acts MorphGNT 2:14  Σταθεὶς δὲ ⸀ὁ Πέτρος σὺν τοῖς ἕνδεκα ἐπῆρεν τὴν φωνὴν αὐτοῦ καὶ ἀπεφθέγξατο αὐτοῖς· Ἄνδρες Ἰουδαῖοι καὶ οἱ κατοικοῦντες Ἰερουσαλὴμ ⸀πάντες, τοῦτο ὑμῖν γνωστὸν ἔστω καὶ ἐνωτίσασθε τὰ ῥήματά μου.
Acts MorphGNT 2:15  οὐ γὰρ ὡς ὑμεῖς ὑπολαμβάνετε οὗτοι μεθύουσιν, ἔστιν γὰρ ὥρα τρίτη τῆς ἡμέρας,
Acts MorphGNT 2:16  ἀλλὰ τοῦτό ἐστιν τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ·
Acts MorphGNT 2:17  Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει ὁ θεός, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται, καὶ οἱ πρεσβύτεροι ὑμῶν ⸀ἐνυπνίοις ἐνυπνιασθήσονται·
Acts MorphGNT 2:18  καί γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου, καὶ προφητεύσουσιν.
Acts MorphGNT 2:19  καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω, αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ·
Acts MorphGNT 2:20  ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα πρὶν ⸀ἢ ⸀ἐλθεῖν ἡμέραν κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ.
Acts MorphGNT 2:21  καὶ ἔσται πᾶς ὃς ⸀ἐὰν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται.
Acts MorphGNT 2:22  Ἄνδρες Ἰσραηλῖται, ἀκούσατε τοὺς λόγους τούτους. Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα ⸂ἀποδεδειγμένον ἀπὸ τοῦ θεοῦ⸃ εἰς ὑμᾶς δυνάμεσι καὶ τέρασι καὶ σημείοις οἷς ἐποίησεν δι’ αὐτοῦ ὁ θεὸς ἐν μέσῳ ὑμῶν, ⸀καθὼς αὐτοὶ οἴδατε,
Acts MorphGNT 2:23  τοῦτον τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ θεοῦ ⸀ἔκδοτον διὰ ⸀χειρὸς ἀνόμων προσπήξαντες ἀνείλατε,
Acts MorphGNT 2:24  ὃν ὁ θεὸς ἀνέστησεν λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ’ αὐτοῦ·
Acts MorphGNT 2:25  Δαυὶδ γὰρ λέγει εἰς αὐτόν· Προορώμην τὸν κύριον ἐνώπιόν μου διὰ παντός, ὅτι ἐκ δεξιῶν μού ἐστιν ἵνα μὴ σαλευθῶ.
Acts MorphGNT 2:26  διὰ τοῦτο ηὐφράνθη ⸂ἡ καρδία μου⸃ καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου, ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ’ ἐλπίδι·
Acts MorphGNT 2:27  ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ⸀ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.
Acts MorphGNT 2:28  ἐγνώρισάς μοι ὁδοὺς ζωῆς, πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου.
Acts MorphGNT 2:29  Ἄνδρες ἀδελφοί, ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαυὶδ, ὅτι καὶ ἐτελεύτησεν καὶ ἐτάφη, καὶ τὸ μνῆμα αὐτοῦ ἔστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης·
Acts MorphGNT 2:30  προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ θεὸς ἐκ καρποῦ τῆς ὀσφύος ⸀αὐτοῦ καθίσαι ἐπὶ ⸂τὸν θρόνον⸃ αὐτοῦ,
Acts MorphGNT 2:31  προϊδὼν ἐλάλησεν περὶ τῆς ἀναστάσεως τοῦ χριστοῦ ὅτι ⸂οὔτε ἐγκατελείφθη⸃ εἰς ⸀ᾅδην ⸀οὔτε ἡ σὰρξ αὐτοῦ εἶδεν διαφθοράν.
Acts MorphGNT 2:32  τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ θεός, οὗ πάντες ἡμεῖς ἐσμεν μάρτυρες.
Acts MorphGNT 2:33  τῇ δεξιᾷ οὖν τοῦ θεοῦ ὑψωθεὶς τήν τε ἐπαγγελίαν τοῦ ⸂πνεύματος τοῦ ἁγίου⸃ λαβὼν παρὰ τοῦ πατρὸς ἐξέχεεν τοῦτο ⸀ὃ ⸀ὑμεῖς βλέπετε καὶ ἀκούετε.
Acts MorphGNT 2:34  οὐ γὰρ Δαυὶδ ἀνέβη εἰς τοὺς οὐρανούς, λέγει δὲ αὐτός· Εἶπεν ⸀ὁ κύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου,
Acts MorphGNT 2:35  ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
Acts MorphGNT 2:36  ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶ κύριον ⸂αὐτὸν καὶ χριστὸν⸃ ⸂ἐποίησεν ὁ θεός⸃, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε.
Acts MorphGNT 2:37  Ἀκούσαντες δὲ κατενύγησαν ⸂τὴν καρδίαν⸃, εἶπόν τε πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους· Τί ⸀ποιήσωμεν, ἄνδρες ἀδελφοί;
Acts MorphGNT 2:38  Πέτρος δὲ ⸂πρὸς αὐτούς· Μετανοήσατε⸃, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ⸀ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν ⸀τῶν ἁμαρτιῶν ⸀ὑμῶν, καὶ λήμψεσθε τὴν δωρεὰν τοῦ ἁγίου πνεύματος·
Acts MorphGNT 2:39  ὑμῖν γάρ ἐστιν ἡ ἐπαγγελία καὶ τοῖς τέκνοις ὑμῶν καὶ πᾶσι τοῖς εἰς μακρὰν ὅσους ἂν προσκαλέσηται κύριος ὁ θεὸς ἡμῶν.
Acts MorphGNT 2:40  ἑτέροις τε λόγοις πλείοσιν διεμαρτύρατο, καὶ παρεκάλει ⸀αὐτοὺς λέγων· Σώθητε ἀπὸ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης.
Acts MorphGNT 2:41  οἱ μὲν ⸀οὖν ἀποδεξάμενοι τὸν λόγον αὐτοῦ ἐβαπτίσθησαν, καὶ προσετέθησαν ⸀ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ψυχαὶ ὡσεὶ τρισχίλιαι.
Acts MorphGNT 2:42  ἦσαν δὲ προσκαρτεροῦντες τῇ διδαχῇ τῶν ἀποστόλων καὶ τῇ ⸀κοινωνίᾳ, τῇ κλάσει τοῦ ἄρτου καὶ ταῖς προσευχαῖς.
Acts MorphGNT 2:43  ⸀Ἐγίνετο δὲ πάσῃ ψυχῇ φόβος, πολλά ⸀τε τέρατα καὶ σημεῖα διὰ τῶν ἀποστόλων ἐγίνετο.
Acts MorphGNT 2:44  πάντες δὲ οἱ ⸀πιστεύοντες ⸂ἦσαν ἐπὶ τὸ αὐτὸ καὶ⸃ εἶχον ἅπαντα κοινά,
Acts MorphGNT 2:45  καὶ τὰ κτήματα καὶ τὰς ὑπάρξεις ἐπίπρασκον καὶ διεμέριζον αὐτὰ πᾶσιν καθότι ἄν τις χρείαν εἶχεν·
Acts MorphGNT 2:46  καθ’ ἡμέραν τε προσκαρτεροῦντες ὁμοθυμαδὸν ἐν τῷ ἱερῷ, κλῶντές τε κατ’ οἶκον ἄρτον, μετελάμβανον τροφῆς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας,
Acts MorphGNT 2:47  αἰνοῦντες τὸν θεὸν καὶ ἔχοντες χάριν πρὸς ὅλον τὸν λαόν. ὁ δὲ κύριος προσετίθει τοὺς σῳζομένους καθ’ ἡμέραν ⸂ἐπὶ τὸ αὐτό⸃.