Site uses cookies to provide basic functionality.

OK
ACTS
Prev Up Next Toggle notes
Chapter 15
Acts MorphGNT 15:1  Καί τινες κατελθόντες ἀπὸ τῆς Ἰουδαίας ἐδίδασκον τοὺς ἀδελφοὺς ὅτι Ἐὰν μὴ ⸀περιτμηθῆτε τῷ ἔθει ⸀τῷ Μωϋσέως, οὐ δύνασθε σωθῆναι.
Acts MorphGNT 15:2  γενομένης ⸀δὲ στάσεως καὶ ζητήσεως οὐκ ὀλίγης τῷ Παύλῳ καὶ τῷ Βαρναβᾷ πρὸς αὐτοὺς ἔταξαν ἀναβαίνειν Παῦλον καὶ Βαρναβᾶν καί τινας ἄλλους ἐξ αὐτῶν πρὸς τοὺς ἀποστόλους καὶ πρεσβυτέρους εἰς Ἰερουσαλὴμ περὶ τοῦ ζητήματος τούτου.
Acts MorphGNT 15:3  οἱ μὲν οὖν προπεμφθέντες ὑπὸ τῆς ἐκκλησίας διήρχοντο τήν ⸀τε Φοινίκην καὶ Σαμάρειαν ἐκδιηγούμενοι τὴν ἐπιστροφὴν τῶν ἐθνῶν, καὶ ἐποίουν χαρὰν μεγάλην πᾶσι τοῖς ἀδελφοῖς.
Acts MorphGNT 15:4  παραγενόμενοι δὲ εἰς ⸀Ἱεροσόλυμα ⸀παρεδέχθησαν ⸀ἀπὸ τῆς ἐκκλησίας καὶ τῶν ἀποστόλων καὶ τῶν πρεσβυτέρων, ἀνήγγειλάν τε ὅσα ὁ θεὸς ἐποίησεν μετ’ αὐτῶν.
Acts MorphGNT 15:5  ἐξανέστησαν δέ τινες τῶν ἀπὸ τῆς αἱρέσεως τῶν Φαρισαίων πεπιστευκότες, λέγοντες ὅτι δεῖ περιτέμνειν αὐτοὺς παραγγέλλειν τε τηρεῖν τὸν νόμον Μωϋσέως.
Acts MorphGNT 15:6  Συνήχθησάν ⸀τε οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἰδεῖν περὶ τοῦ λόγου τούτου.
Acts MorphGNT 15:7  πολλῆς δὲ ⸀ζητήσεως γενομένης ἀναστὰς Πέτρος εἶπεν πρὸς αὐτούς· Ἄνδρες ἀδελφοί, ὑμεῖς ἐπίστασθε ὅτι ἀφ’ ἡμερῶν ἀρχαίων ⸂ἐν ὑμῖν ἐξελέξατο ὁ θεὸς⸃ διὰ τοῦ στόματός μου ἀκοῦσαι τὰ ἔθνη τὸν λόγον τοῦ εὐαγγελίου καὶ πιστεῦσαι,
Acts MorphGNT 15:8  καὶ ὁ καρδιογνώστης θεὸς ἐμαρτύρησεν αὐτοῖς ⸀δοὺς τὸ πνεῦμα τὸ ἅγιον καθὼς καὶ ἡμῖν,
Acts MorphGNT 15:9  καὶ ⸀οὐθὲν διέκρινεν μεταξὺ ἡμῶν τε καὶ αὐτῶν, τῇ πίστει καθαρίσας τὰς καρδίας αὐτῶν.
Acts MorphGNT 15:10  νῦν οὖν τί πειράζετε τὸν θεόν, ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν ὃν οὔτε οἱ πατέρες ἡμῶν οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι;
Acts MorphGNT 15:11  ἀλλὰ διὰ τῆς χάριτος τοῦ κυρίου Ἰησοῦ πιστεύομεν σωθῆναι καθ’ ὃν τρόπον κἀκεῖνοι.
Acts MorphGNT 15:12  Ἐσίγησεν δὲ πᾶν τὸ πλῆθος, καὶ ἤκουον Βαρναβᾶ καὶ Παύλου ἐξηγουμένων ὅσα ἐποίησεν ὁ θεὸς σημεῖα καὶ τέρατα ἐν τοῖς ἔθνεσιν δι’ αὐτῶν.
Acts MorphGNT 15:13  μετὰ δὲ τὸ σιγῆσαι αὐτοὺς ἀπεκρίθη Ἰάκωβος λέγων· Ἄνδρες ἀδελφοί, ἀκούσατέ μου.
Acts MorphGNT 15:14  Συμεὼν ἐξηγήσατο καθὼς πρῶτον ὁ θεὸς ἐπεσκέψατο λαβεῖν ἐξ ἐθνῶν ⸀λαὸν τῷ ὀνόματι αὐτοῦ.
Acts MorphGNT 15:15  καὶ τούτῳ συμφωνοῦσιν οἱ λόγοι τῶν προφητῶν, καθὼς γέγραπται·
Acts MorphGNT 15:16  Μετὰ ταῦτα ἀναστρέψω καὶ ἀνοικοδομήσω τὴν σκηνὴν Δαυὶδ τὴν πεπτωκυῖαν καὶ τὰ ⸀κατεσκαμμένα αὐτῆς ἀνοικοδομήσω καὶ ἀνορθώσω αὐτήν,
Acts MorphGNT 15:17  ὅπως ἂν ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν κύριον, καὶ πάντα τὰ ἔθνη ἐφ’ οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ’ αὐτούς, λέγει ⸀κύριος ποιῶν ⸀ταῦτα
Acts MorphGNT 15:19  διὸ ἐγὼ κρίνω μὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν ἐπιστρέφουσιν ἐπὶ τὸν θεόν,
Acts MorphGNT 15:20  ἀλλὰ ἐπιστεῖλαι αὐτοῖς τοῦ ⸀ἀπέχεσθαι τῶν ἀλισγημάτων τῶν εἰδώλων καὶ τῆς πορνείας καὶ ⸀τοῦ πνικτοῦ καὶ τοῦ αἵματος·
Acts MorphGNT 15:21  Μωϋσῆς γὰρ ἐκ γενεῶν ἀρχαίων κατὰ πόλιν τοὺς κηρύσσοντας αὐτὸν ἔχει ἐν ταῖς συναγωγαῖς κατὰ πᾶν σάββατον ἀναγινωσκόμενος.
Acts MorphGNT 15:22  Τότε ἔδοξε τοῖς ἀποστόλοις καὶ τοῖς πρεσβυτέροις σὺν ὅλῃ τῇ ἐκκλησίᾳ ἐκλεξαμένους ἄνδρας ἐξ αὐτῶν πέμψαι εἰς Ἀντιόχειαν σὺν ⸀τῷ Παύλῳ καὶ Βαρναβᾷ, Ἰούδαν τὸν ⸀καλούμενον Βαρσαββᾶν καὶ Σιλᾶν, ἄνδρας ἡγουμένους ἐν τοῖς ἀδελφοῖς,
Acts MorphGNT 15:23  γράψαντες διὰ χειρὸς ⸀αὐτῶν· Οἱ ἀπόστολοι καὶ οἱ ⸀πρεσβύτεροι ἀδελφοὶ τοῖς κατὰ τὴν Ἀντιόχειαν καὶ Συρίαν καὶ Κιλικίαν ἀδελφοῖς τοῖς ἐξ ἐθνῶν χαίρειν.
Acts MorphGNT 15:24  ἐπειδὴ ἠκούσαμεν ὅτι τινὲς ἐξ ἡμῶν ⸀ἐξελθόντες ἐτάραξαν ὑμᾶς λόγοις ἀνασκευάζοντες τὰς ψυχὰς ⸀ὑμῶν οἷς οὐ διεστειλάμεθα,
Acts MorphGNT 15:25  ἔδοξεν ἡμῖν γενομένοις ὁμοθυμαδὸν ⸀ἐκλεξαμένοις ἄνδρας πέμψαι πρὸς ὑμᾶς σὺν τοῖς ἀγαπητοῖς ἡμῶν Βαρναβᾷ καὶ Παύλῳ,
Acts MorphGNT 15:26  ἀνθρώποις παραδεδωκόσι τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
Acts MorphGNT 15:27  ἀπεστάλκαμεν οὖν Ἰούδαν καὶ Σιλᾶν, καὶ αὐτοὺς διὰ λόγου ἀπαγγέλλοντας τὰ αὐτά.
Acts MorphGNT 15:28  ἔδοξεν γὰρ τῷ ⸂πνεύματι τῷ ἁγίῳ⸃ καὶ ἡμῖν μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος πλὴν ⸂τούτων τῶν ἐπάναγκες⸃,
Acts MorphGNT 15:29  ἀπέχεσθαι εἰδωλοθύτων καὶ αἵματος καὶ ⸀πνικτῶν καὶ πορνείας· ἐξ ὧν διατηροῦντες ἑαυτοὺς εὖ πράξετε. ἔρρωσθε.
Acts MorphGNT 15:30  Οἱ μὲν οὖν ἀπολυθέντες ⸀κατῆλθον εἰς Ἀντιόχειαν, καὶ συναγαγόντες τὸ πλῆθος ἐπέδωκαν τὴν ἐπιστολήν·
Acts MorphGNT 15:31  ἀναγνόντες δὲ ἐχάρησαν ἐπὶ τῇ παρακλήσει.
Acts MorphGNT 15:32  Ἰούδας τε καὶ Σιλᾶς, καὶ αὐτοὶ προφῆται ὄντες, διὰ λόγου πολλοῦ παρεκάλεσαν τοὺς ἀδελφοὺς καὶ ἐπεστήριξαν·
Acts MorphGNT 15:33  ποιήσαντες δὲ χρόνον ἀπελύθησαν μετ’ εἰρήνης ἀπὸ τῶν ἀδελφῶν πρὸς τοὺς ⸂ἀποστείλαντας αὐτούς⸃.
Acts MorphGNT 15:35  Παῦλος δὲ καὶ Βαρναβᾶς διέτριβον ἐν Ἀντιοχείᾳ διδάσκοντες καὶ εὐαγγελιζόμενοι μετὰ καὶ ἑτέρων πολλῶν τὸν λόγον τοῦ κυρίου.
Acts MorphGNT 15:36  Μετὰ δέ τινας ἡμέρας εἶπεν ⸂πρὸς Βαρναβᾶν Παῦλος⸃· Ἐπιστρέψαντες δὴ ἐπισκεψώμεθα τοὺς ⸀ἀδελφοὺς κατὰ ⸂πόλιν πᾶσαν⸃ ἐν αἷς κατηγγείλαμεν τὸν λόγον τοῦ κυρίου, πῶς ἔχουσιν.
Acts MorphGNT 15:37  Βαρναβᾶς δὲ ⸀ἐβούλετο συμπαραλαβεῖν ⸀καὶ τὸν Ἰωάννην τὸν καλούμενον Μᾶρκον·
Acts MorphGNT 15:38  Παῦλος δὲ ἠξίου, τὸν ἀποστάντα ἀπ’ αὐτῶν ἀπὸ Παμφυλίας καὶ μὴ συνελθόντα αὐτοῖς εἰς τὸ ἔργον, μὴ ⸀συμπαραλαμβάνειν τοῦτον.
Acts MorphGNT 15:39  ἐγένετο ⸀δὲ παροξυσμὸς ὥστε ἀποχωρισθῆναι αὐτοὺς ἀπ’ ἀλλήλων, τόν τε Βαρναβᾶν παραλαβόντα τὸν Μᾶρκον ἐκπλεῦσαι εἰς Κύπρον,
Acts MorphGNT 15:40  Παῦλος δὲ ἐπιλεξάμενος Σιλᾶν ἐξῆλθεν παραδοθεὶς τῇ χάριτι τοῦ ⸀κυρίου ὑπὸ τῶν ἀδελφῶν,
Acts MorphGNT 15:41  διήρχετο δὲ τὴν Συρίαν καὶ ⸀τὴν Κιλικίαν ἐπιστηρίζων τὰς ἐκκλησίας.