Site uses cookies to provide basic functionality.

OK
GENESIS
Prev Up Next Toggle notes
Chapter 25
Gene LXX 25:1  προσθέμενος δὲ Αβρααμ ἔλαβεν γυναῖκα ᾗ ὄνομα Χεττουρα
Gene LXX 25:2  ἔτεκεν δὲ αὐτῷ τὸν Ζεμραν καὶ τὸν Ιεξαν καὶ τὸν Μαδαν καὶ τὸν Μαδιαμ καὶ τὸν Ιεσβοκ καὶ τὸν Σωυε
Gene LXX 25:3  Ιεξαν δὲ ἐγέννησεν τὸν Σαβα καὶ τὸν Θαιμαν καὶ τὸν Δαιδαν υἱοὶ δὲ Δαιδαν ἐγένοντο Ραγουηλ καὶ Ναβδεηλ καὶ Ασσουριιμ καὶ Λατουσιιμ καὶ Λοωμιμ
Gene LXX 25:4  υἱοὶ δὲ Μαδιαμ Γαιφα καὶ Αφερ καὶ Ενωχ καὶ Αβιρα καὶ Ελραγα πάντες οὗτοι ἦσαν υἱοὶ Χεττουρας
Gene LXX 25:5  ἔδωκεν δὲ Αβρααμ πάντα τὰ ὑπάρχοντα αὐτοῦ Ισαακ τῷ υἱῷ αὐτοῦ
Gene LXX 25:6  καὶ τοῖς υἱοῖς τῶν παλλακῶν αὐτοῦ ἔδωκεν Αβρααμ δόματα καὶ ἐξαπέστειλεν αὐτοὺς ἀπὸ Ισαακ τοῦ υἱοῦ αὐτοῦ ἔτι ζῶντος αὐτοῦ πρὸς ἀνατολὰς εἰς γῆν ἀνατολῶν
Gene LXX 25:7  ταῦτα δὲ τὰ ἔτη ἡμερῶν ζωῆς Αβρααμ ὅσα ἔζησεν ἑκατὸν ἑβδομήκοντα πέντε ἔτη
Gene LXX 25:8  καὶ ἐκλιπὼν ἀπέθανεν Αβρααμ ἐν γήρει καλῷ πρεσβύτης καὶ πλήρης ἡμερῶν καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ
Gene LXX 25:9  καὶ ἔθαψαν αὐτὸν Ισαακ καὶ Ισμαηλ οἱ υἱοὶ αὐτοῦ εἰς τὸ σπήλαιον τὸ διπλοῦν εἰς τὸν ἀγρὸν Εφρων τοῦ Σααρ τοῦ Χετταίου ὅ ἐστιν ἀπέναντι Μαμβρη
Gene LXX 25:10  τὸν ἀγρὸν καὶ τὸ σπήλαιον ὃ ἐκτήσατο Αβρααμ παρὰ τῶν υἱῶν Χετ ἐκεῖ ἔθαψαν Αβρααμ καὶ Σαρραν τὴν γυναῖκα αὐτοῦ
Gene LXX 25:11  ἐγένετο δὲ μετὰ τὸ ἀποθανεῖν Αβρααμ εὐλόγησεν ὁ θεὸς Ισαακ τὸν υἱὸν αὐτοῦ καὶ κατῴκησεν Ισαακ παρὰ τὸ φρέαρ τῆς ὁράσεως
Gene LXX 25:12  αὗται δὲ αἱ γενέσεις Ισμαηλ τοῦ υἱοῦ Αβρααμ ὃν ἔτεκεν Αγαρ ἡ παιδίσκη Σαρρας τῷ Αβρααμ
Gene LXX 25:13  καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ισμαηλ κατ’ ὄνομα τῶν γενεῶν αὐτοῦ πρωτότοκος Ισμαηλ Ναβαιωθ καὶ Κηδαρ καὶ Ναβδεηλ καὶ Μασσαμ
Gene LXX 25:14  καὶ Μασμα καὶ Ιδουμα καὶ Μασση
Gene LXX 25:15  καὶ Χοδδαδ καὶ Θαιμαν καὶ Ιετουρ καὶ Ναφες καὶ Κεδμα
Gene LXX 25:16  οὗτοί εἰσιν οἱ υἱοὶ Ισμαηλ καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν ἐν ταῖς σκηναῖς αὐτῶν καὶ ἐν ταῖς ἐπαύλεσιν αὐτῶν δώδεκα ἄρχοντες κατὰ ἔθνη αὐτῶν
Gene LXX 25:17  καὶ ταῦτα τὰ ἔτη τῆς ζωῆς Ισμαηλ ἑκατὸν τριάκοντα ἑπτὰ ἔτη καὶ ἐκλιπὼν ἀπέθανεν καὶ προσετέθη πρὸς τὸ γένος αὐτοῦ
Gene LXX 25:18  κατῴκησεν δὲ ἀπὸ Ευιλατ ἕως Σουρ ἥ ἐστιν κατὰ πρόσωπον Αἰγύπτου ἕως ἐλθεῖν πρὸς Ἀσσυρίους κατὰ πρόσωπον πάντων τῶν ἀδελφῶν αὐτοῦ κατῴκησεν
Gene LXX 25:19  καὶ αὗται αἱ γενέσεις Ισαακ τοῦ υἱοῦ Αβρααμ Αβρααμ ἐγέννησεν τὸν Ισαακ
Gene LXX 25:20  ἦν δὲ Ισαακ ἐτῶν τεσσαράκοντα ὅτε ἔλαβεν τὴν Ρεβεκκαν θυγατέρα Βαθουηλ τοῦ Σύρου ἐκ τῆς Μεσοποταμίας ἀδελφὴν Λαβαν τοῦ Σύρου ἑαυτῷ γυναῖκα
Gene LXX 25:21  ἐδεῖτο δὲ Ισαακ κυρίου περὶ Ρεβεκκας τῆς γυναικὸς αὐτοῦ ὅτι στεῖρα ἦν ἐπήκουσεν δὲ αὐτοῦ ὁ θεός καὶ ἔλαβεν ἐν γαστρὶ Ρεβεκκα ἡ γυνὴ αὐτοῦ
Gene LXX 25:22  ἐσκίρτων δὲ τὰ παιδία ἐν αὐτῇ εἶπεν δέ εἰ οὕτως μοι μέλλει γίνεσθαι ἵνα τί μοι τοῦτο ἐπορεύθη δὲ πυθέσθαι παρὰ κυρίου
Gene LXX 25:23  καὶ εἶπεν κύριος αὐτῇ δύο ἔθνη ἐν τῇ γαστρί σού εἰσιν καὶ δύο λαοὶ ἐκ τῆς κοιλίας σου διασταλήσονται καὶ λαὸς λαοῦ ὑπερέξει καὶ ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι
Gene LXX 25:24  καὶ ἐπληρώθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν καὶ τῇδε ἦν δίδυμα ἐν τῇ κοιλίᾳ αὐτῆς
Gene LXX 25:25  ἐξῆλθεν δὲ ὁ υἱὸς ὁ πρωτότοκος πυρράκης ὅλος ὡσεὶ δορὰ δασύς ἐπωνόμασεν δὲ τὸ ὄνομα αὐτοῦ Ησαυ
Gene LXX 25:26  καὶ μετὰ τοῦτο ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ καὶ ἡ χεὶρ αὐτοῦ ἐπειλημμένη τῆς πτέρνης Ησαυ καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ιακωβ Ισαακ δὲ ἦν ἐτῶν ἑξήκοντα ὅτε ἔτεκεν αὐτοὺς Ρεβεκκα
Gene LXX 25:27  ηὐξήθησαν δὲ οἱ νεανίσκοι καὶ ἦν Ησαυ ἄνθρωπος εἰδὼς κυνηγεῖν ἄγροικος Ιακωβ δὲ ἦν ἄνθρωπος ἄπλαστος οἰκῶν οἰκίαν
Gene LXX 25:28  ἠγάπησεν δὲ Ισαακ τὸν Ησαυ ὅτι ἡ θήρα αὐτοῦ βρῶσις αὐτῷ Ρεβεκκα δὲ ἠγάπα τὸν Ιακωβ
Gene LXX 25:29  ἥψησεν δὲ Ιακωβ ἕψεμα ἦλθεν δὲ Ησαυ ἐκ τοῦ πεδίου ἐκλείπων
Gene LXX 25:30  καὶ εἶπεν Ησαυ τῷ Ιακωβ γεῦσόν με ἀπὸ τοῦ ἑψέματος τοῦ πυρροῦ τούτου ὅτι ἐκλείπω διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτοῦ Εδωμ
Gene LXX 25:31  εἶπεν δὲ Ιακωβ τῷ Ησαυ ἀπόδου μοι σήμερον τὰ πρωτοτόκιά σου ἐμοί
Gene LXX 25:32  εἶπεν δὲ Ησαυ ἰδοὺ ἐγὼ πορεύομαι τελευτᾶν καὶ ἵνα τί μοι ταῦτα τὰ πρωτοτόκια
Gene LXX 25:33  καὶ εἶπεν αὐτῷ Ιακωβ ὄμοσόν μοι σήμερον καὶ ὤμοσεν αὐτῷ ἀπέδοτο δὲ Ησαυ τὰ πρωτοτόκια τῷ Ιακωβ
Gene LXX 25:34  Ιακωβ δὲ ἔδωκεν τῷ Ησαυ ἄρτον καὶ ἕψεμα φακοῦ καὶ ἔφαγεν καὶ ἔπιεν καὶ ἀναστὰς ᾤχετο καὶ ἐφαύλισεν Ησαυ τὰ πρωτοτόκια