II MACCABEES
Chapter 11
II M | LXX | 11:1 | μετ’ ὀλίγον δὲ παντελῶς χρονίσκον Λυσίας ἐπίτροπος τοῦ βασιλέως καὶ συγγενὴς καὶ ἐπὶ τῶν πραγμάτων λίαν βαρέως φέρων ἐπὶ τοῖς γεγονόσι | |
II M | LXX | 11:2 | συναθροίσας περὶ τὰς ὀκτὼ μυριάδας καὶ τὴν ἵππον ἅπασαν παρεγίνετο ἐπὶ τοὺς Ιουδαίους λογιζόμενος τὴν μὲν πόλιν Ἕλλησιν οἰκητήριον ποιήσειν | |
II M | LXX | 11:3 | τὸ δὲ ἱερὸν ἀργυρολόγητον καθὼς τὰ λοιπὰ τῶν ἐθνῶν τεμένη πρατὴν δὲ κατὰ ἔτος τὴν ἀρχιερωσύνην ποιήσειν | |
II M | LXX | 11:4 | οὐδαμῶς ἐπιλογιζόμενος τὸ τοῦ θεοῦ κράτος πεφρενωμένος δὲ ταῖς μυριάσιν τῶν πεζῶν καὶ ταῖς χιλιάσιν τῶν ἱππέων καὶ τοῖς ἐλέφασιν τοῖς ὀγδοήκοντα | |
II M | LXX | 11:5 | εἰσελθὼν δὲ εἰς τὴν Ιουδαίαν καὶ συνεγγίσας Βαιθσουρα ὄντι μὲν ἐρυμνῷ χωρίῳ Ιεροσολύμων δὲ ἀπέχοντι ὡσεὶ σταδίους πέντε τοῦτο ἔθλιβεν | |
II M | LXX | 11:6 | ὡς δὲ μετέλαβον οἱ περὶ τὸν Μακκαβαῖον πολιορκοῦντα αὐτὸν τὰ ὀχυρώματα μετὰ ὀδυρμῶν καὶ δακρύων ἱκέτευον σὺν τοῖς ὄχλοις τὸν κύριον ἀγαθὸν ἄγγελον ἀποστεῖλαι πρὸς σωτηρίαν τῷ Ισραηλ | |
II M | LXX | 11:7 | αὐτὸς δὲ πρῶτος ὁ Μακκαβαῖος ἀναλαβὼν τὰ ὅπλα προετρέψατο τοὺς ἄλλους ἅμα αὐτῷ διακινδυνεύοντας ἐπιβοηθεῖν τοῖς ἀδελφοῖς αὐτῶν ὁμοῦ δὲ καὶ προθύμως ἐξώρμησαν | |
II M | LXX | 11:8 | αὐτόθι δὲ πρὸς τοῖς Ιεροσολύμοις ὄντων ἐφάνη προηγούμενος αὐτῶν ἔφιππος ἐν λευκῇ ἐσθῆτι πανοπλίαν χρυσῆν κραδαίνων | |
II M | LXX | 11:9 | ὁμοῦ δὲ πάντες εὐλόγησαν τὸν ἐλεήμονα θεὸν καὶ ἐπερρώσθησαν ταῖς ψυχαῖς οὐ μόνον ἀνθρώπους θῆρας δὲ τοὺς ἀγριωτάτους καὶ σιδηρᾶ τείχη τιτρώσκειν ὄντες ἕτοιμοι | |
II M | LXX | 11:11 | λεοντηδὸν δὲ ἐντινάξαντες εἰς τοὺς πολεμίους κατέστρωσαν αὐτῶν χιλίους πρὸς τοῖς μυρίοις ἱππεῖς δὲ ἑξακοσίους πρὸς τοῖς χιλίοις τοὺς δὲ πάντας ἠνάγκασαν φεύγειν | |
II M | LXX | 11:12 | οἱ πλείονες δὲ αὐτῶν τραυματίαι γυμνοὶ διεσώθησαν καὶ αὐτὸς δὲ ὁ Λυσίας αἰσχρῶς φεύγων διεσώθη | |
II M | LXX | 11:13 | οὐκ ἄνους δὲ ὑπάρχων πρὸς ἑαυτὸν ἀντιβάλλων τὸ γεγονὸς περὶ αὐτὸν ἐλάττωμα καὶ συννοήσας ἀνικήτους εἶναι τοὺς Εβραίους τοῦ δυναμένου θεοῦ συμμαχοῦντος αὐτοῖς | |
II M | LXX | 11:14 | προσαποστείλας ἔπεισεν συλλύεσθαι ἐπὶ πᾶσι τοῖς δικαίοις καὶ διότι καὶ τὸν βασιλέα πείσει φίλον αὐτοῖς ἀναγκάζων γενέσθαι | |
II M | LXX | 11:15 | ἐπένευσεν δὲ ὁ Μακκαβαῖος ἐπὶ πᾶσιν οἷς ὁ Λυσίας παρεκάλει τοῦ συμφέροντος φροντίζων ὅσα γὰρ ὁ Μακκαβαῖος ἐπέδωκεν τῷ Λυσίᾳ διὰ γραπτῶν περὶ τῶν Ιουδαίων συνεχώρησεν ὁ βασιλεύς | |
II M | LXX | 11:16 | ἦσαν γὰρ αἱ γεγραμμέναι τοῖς Ιουδαίοις ἐπιστολαὶ παρὰ μὲν Λυσίου περιέχουσαι τὸν τρόπον τοῦτον Λυσίας τῷ πλήθει τῶν Ιουδαίων χαίρειν | |
II M | LXX | 11:17 | Ιωαννης καὶ Αβεσσαλωμ οἱ πεμφθέντες παρ’ ὑμῶν ἐπιδόντες τὸν ὑπογεγραμμένον χρηματισμὸν ἠξίουν περὶ τῶν δῑ αὐτοῦ σημαινομένων | |
II M | LXX | 11:18 | ὅσα μὲν οὖν ἔδει καὶ τῷ βασιλεῖ προσενεχθῆναι διεσάφησα ἃ δὲ ἦν ἐνδεχόμενα συνεχώρησεν | |
II M | LXX | 11:19 | ἐὰν μὲν οὖν συντηρήσητε τὴν εἰς τὰ πράγματα εὔνοιαν καὶ εἰς τὸ λοιπὸν πειράσομαι παραίτιος ἀγαθῶν γενέσθαι | |
II M | LXX | 11:20 | ὑπὲρ δὲ τούτων καὶ τῶν κατὰ μέρος ἐντέταλμαι τούτοις τε καὶ τοῖς παρ’ ἐμοῦ διαλεχθῆναι ὑμῖν | |
II M | LXX | 11:23 | τοῦ πατρὸς ἡμῶν εἰς θεοὺς μεταστάντος βουλόμενοι τοὺς ἐκ τῆς βασιλείας ἀταράχους ὄντας γενέσθαι πρὸς τὴν τῶν ἰδίων ἐπιμέλειαν | |
II M | LXX | 11:24 | ἀκηκοότες τοὺς Ιουδαίους μὴ συνευδοκοῦντας τῇ τοῦ πατρὸς ἐπὶ τὰ Ἑλληνικὰ μεταθέσει ἀλλὰ τὴν ἑαυτῶν ἀγωγὴν αἱρετίζοντας ἀξιοῦντας συγχωρηθῆναι αὐτοῖς τὰ νόμιμα | |
II M | LXX | 11:25 | αἱρούμενοι οὖν καὶ τοῦτο τὸ ἔθνος ἐκτὸς ταραχῆς εἶναι κρίνομεν τό τε ἱερὸν ἀποκατασταθῆναι αὐτοῖς καὶ πολιτεύεσθαι κατὰ τὰ ἐπὶ τῶν προγόνων αὐτῶν ἔθη | |
II M | LXX | 11:26 | εὖ οὖν ποιήσεις διαπεμψάμενος πρὸς αὐτοὺς καὶ δοὺς δεξιάς ὅπως εἰδότες τὴν ἡμετέραν προαίρεσιν εὔθυμοί τε ὦσιν καὶ ἡδέως διαγίνωνται πρὸς τῇ τῶν ἰδίων ἀντιλήμψει | |
II M | LXX | 11:27 | πρὸς δὲ τὸ ἔθνος ἡ τοῦ βασιλέως ἐπιστολὴ τοιάδε ἦν βασιλεὺς Ἀντίοχος τῇ γερουσίᾳ τῶν Ιουδαίων καὶ τοῖς ἄλλοις Ιουδαίοις χαίρειν | |
II M | LXX | 11:31 | χρῆσθαι τοὺς Ιουδαίους τοῖς ἑαυτῶν δαπανήμασιν καὶ νόμοις καθὰ καὶ τὸ πρότερον καὶ οὐδεὶς αὐτῶν κατ’ οὐδένα τρόπον παρενοχληθήσεται περὶ τῶν ἠγνοημένων | |
II M | LXX | 11:34 | ἔπεμψαν δὲ καὶ οἱ Ῥωμαῖοι πρὸς αὐτοὺς ἐπιστολὴν ἔχουσαν οὕτως Κόιντος Μέμμιος Τίτος Μάνιος πρεσβῦται Ῥωμαίων τῷ δήμῳ τῶν Ιουδαίων χαίρειν | |
II M | LXX | 11:36 | ἃ δὲ ἔκρινεν προσανενεχθῆναι τῷ βασιλεῖ πέμψατέ τινα παραχρῆμα ἐπισκεψάμενοι περὶ τούτων ἵνα ἐκθῶμεν ὡς καθήκει ὑμῖν ἡμεῖς γὰρ προσάγομεν πρὸς Ἀντιόχειαν | |