LUKE
Chapter 13
Luke | StatResG | 13:1 | ¶Παρῆσαν δέ τινες ἐν αὐτῷ τῷ καιρῷ, ἀπαγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων, ὧν τὸ αἷμα Πιλᾶτος ἔμιξεν μετὰ τῶν θυσιῶν αὐτῶν. | |
Luke | StatResG | 13:2 | Καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς, “Δοκεῖτε ὅτι οἱ Γαλιλαῖοι οὗτοι, ἁμαρτωλοὶ παρὰ πάντας τοὺς Γαλιλαίους ἐγένοντο, ὅτι τοιαῦτα πεπόνθασιν; | |
Luke | StatResG | 13:4 | Ἢ ἐκεῖνοι οἱ δεκαοκτὼ ἐφʼ οὓς ἔπεσεν ὁ πύργος ἐν τῷ Σιλωὰμ καὶ ἀπέκτεινεν αὐτούς, δοκεῖτε ὅτι αὐτοὶ ὀφειλέται ἐγένοντο παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς κατοικοῦντας Ἰερουσαλήμ; | |
Luke | StatResG | 13:6 | ¶Ἔλεγεν δὲ ταύτην τὴν παραβολήν: “Συκῆν εἶχέν τις πεφυτευμένην ἐν τῷ ἀμπελῶνι αὐτοῦ, καὶ ἦλθεν ζητῶν καρπὸν ἐν αὐτῇ, καὶ οὐχ εὗρεν. | |
Luke | StatResG | 13:7 | Εἶπεν δὲ πρὸς τὸν ἀμπελουργόν, ‘Ἰδοὺ, τρία ἔτη ἀφʼ οὗ ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ, καὶ οὐχ εὑρίσκω. Ἔκκοψον αὐτήν, ἵνα τί καὶ τὴν γῆν καταργεῖ;’ | |
Luke | StatResG | 13:8 | Ὁ δὲ ἀποκριθεὶς λέγει αὐτῷ, ‘Κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως ὅτου σκάψω περὶ αὐτὴν καὶ βάλω κόπρια· | |
Luke | StatResG | 13:11 | Καὶ ἰδοὺ, γυνὴ πνεῦμα ἔχουσα ἀσθενείας ἔτη δεκαοκτώ, καὶ ἦν συγκύπτουσα καὶ μὴ δυναμένη ἀνακύψαι εἰς τὸ παντελές. | |
Luke | StatResG | 13:12 | Ἰδὼν δὲ αὐτὴν, ὁ ˚Ἰησοῦς προσεφώνησεν καὶ εἶπεν αὐτῇ, “Γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου.” | |
Luke | StatResG | 13:14 | Ἀποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος, ἀγανακτῶν ὅτι τῷ Σαββάτῳ ἐθεράπευσεν ὁ ˚Ἰησοῦς, ἔλεγεν τῷ ὄχλῳ, ὅτι “Ἓξ ἡμέραι εἰσὶν ἐν αἷς δεῖ ἐργάζεσθαι· ἐν αὐταῖς οὖν ἐρχόμενοι θεραπεύεσθε, καὶ μὴ τῇ ἡμέρᾳ τοῦ Σαββάτου.” | |
Luke | StatResG | 13:15 | Ἀπεκρίθη δὲ αὐτῷ ὁ ˚Κύριος καὶ εἶπεν, “Ὑποκριταί! Ἕκαστος ὑμῶν τῷ Σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ, ἢ τὸν ὄνον ἀπὸ τῆς φάτνης, καὶ ἀπαγαγὼν ποτίζει; | |
Luke | StatResG | 13:16 | Ταύτην δὲ θυγατέρα Ἀβραὰμ οὖσαν, ἣν ἔδησεν ὁ Σατανᾶς, ἰδοὺ, δέκα καὶ ὀκτὼ ἔτη, οὐκ ἔδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ Σαββάτου;” | |
Luke | StatResG | 13:17 | Καὶ ταῦτα λέγοντος αὐτοῦ, κατῃσχύνοντο πάντες οἱ ἀντικείμενοι αὐτῷ, καὶ πᾶς ὁ ὄχλος ἔχαιρεν ἐπὶ πᾶσιν τοῖς ἐνδόξοις τοῖς γινομένοις ὑπʼ αὐτοῦ. | |
Luke | StatResG | 13:19 | Ὁμοία ἐστὶν κόκκῳ σινάπεως, ὃν λαβὼν, ἄνθρωπος ἔβαλεν εἰς κῆπον ἑαυτοῦ, καὶ ηὔξησεν καὶ ἐγένετο εἰς δένδρον, καὶ ‘Τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσεν ἐν τοῖς κλάδοις αὐτοῦ.’” | |
Luke | StatResG | 13:21 | Ὁμοία ἐστὶν ζύμῃ, ἣν λαβοῦσα, γυνὴ ἐνέκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον.” | |
Luke | StatResG | 13:22 | ¶Καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας διδάσκων, καὶ πορείαν ποιούμενος εἰς Ἱεροσόλυμα. | |
Luke | StatResG | 13:24 | “Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς θύρας, ὅτι πολλοί, λέγω ὑμῖν, ζητήσουσιν εἰσελθεῖν καὶ οὐκ ἰσχύσουσιν. | |
Luke | StatResG | 13:25 | Ἀφʼ οὗ ἂν ἐγερθῇ ὁ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν, καὶ ἄρξησθε ἔξω ἑστάναι καὶ κρούειν τὴν θύραν λέγοντες, ‘Κύριε, ἄνοιξον ἡμῖν’· καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν, ‘Οὐκ οἶδα ὑμᾶς, πόθεν ἐστέ.’ | |
Luke | StatResG | 13:26 | Τότε ἄρξεσθε λέγειν, ‘Ἐφάγομεν ἐνώπιόν σου καὶ ἐπίομεν, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας.’ | |
Luke | StatResG | 13:27 | Καὶ ἐρεῖ, λέγων ὑμῖν, ‘Οὐκ οἶδα πόθεν ἐστέ· “ἀπόστητε ἀπʼ ἐμοῦ, πάντες ἐργάται ἀδικίας”.’ | |
Luke | StatResG | 13:28 | Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ὅταν ὄψησθε Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ, καὶ πάντας τοὺς προφήτας, ἐν τῇ Βασιλείᾳ τοῦ ˚Θεοῦ, ὑμᾶς δὲ ἐκβαλλομένους ἔξω. | |
Luke | StatResG | 13:29 | Καὶ ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ ἀπὸ βορρᾶ καὶ νότου, καὶ ἀνακλιθήσονται ἐν τῇ Βασιλείᾳ τοῦ ˚Θεοῦ. | |
Luke | StatResG | 13:30 | Καὶ ἰδοὺ, εἰσὶν ἔσχατοι οἳ ἔσονται πρῶτοι, καὶ εἰσὶν πρῶτοι οἳ ἔσονται ἔσχατοι.” | |
Luke | StatResG | 13:31 | ¶Ἐν αὐτῇ τῇ ὥρᾳ προσῆλθάν τινες Φαρισαῖοι λέγοντες αὐτῷ, “Ἔξελθε καὶ πορεύου ἐντεῦθεν, ὅτι Ἡρῴδης θέλει σε ἀποκτεῖναι.” | |
Luke | StatResG | 13:32 | Καὶ εἶπεν αὐτοῖς, “Πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ, ‘Ἰδοὺ, ἐκβάλλω δαιμόνια, καὶ ἰάσεις ἀποτελῶ σήμερον καὶ αὔριον, καὶ τῇ τρίτῃ τελειοῦμαι.’ | |
Luke | StatResG | 13:33 | Πλὴν δεῖ με, σήμερον καὶ αὔριον καὶ τῇ ἐχομένῃ πορεύεσθαι, ὅτι οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἰερουσαλήμ. | |
Luke | StatResG | 13:34 | Ἰερουσαλὴμ, Ἰερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου, ὃν τρόπον ὄρνις τὴν ἑαυτῆς νοσσιὰν ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε. | |