LUKE
Chapter 2
Luke | StatResG | 2:1 | ¶Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις, ἐξῆλθεν δόγμα παρὰ Καίσαρος Αὐγούστου, ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην. | |
Luke | StatResG | 2:4 | Ἀνέβη δὲ καὶ Ἰωσὴφ, ἀπὸ τῆς Γαλιλαίας ἐκ πόλεως Ναζαρὲθ, εἰς τὴν Ἰουδαίαν εἰς πόλιν Δαυὶδ, ἥτις καλεῖται Βηθλέεμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαυίδ, | |
Luke | StatResG | 2:7 | Καὶ ἔτεκεν τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτὸν, καὶ ἀνέκλινεν αὐτὸν ἐν φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι. | |
Luke | StatResG | 2:8 | ¶Καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ, ἀγραυλοῦντες καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν. | |
Luke | StatResG | 2:9 | Καὶ ἄγγελος ˚Κυρίου ἐπέστη αὐτοῖς, καὶ δόξα ˚Κυρίου περιέλαμψεν αὐτούς, καὶ ἐφοβήθησαν φόβον μέγαν | |
Luke | StatResG | 2:10 | Καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος, “Μὴ φοβεῖσθε, ἰδοὺ γὰρ, εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ, | |
Luke | StatResG | 2:12 | Καὶ τοῦτο ὑμῖν τὸ σημεῖον: εὑρήσετε βρέφος ἐσπαργανωμένον, καὶ κείμενον ἐν φάτνῃ.” | |
Luke | StatResG | 2:13 | Καὶ ἐξαίφνης ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς οὐρανίου, αἰνούντων τὸν ˚Θεὸν καὶ λεγόντων, | |
Luke | StatResG | 2:15 | ¶Καὶ ἐγένετο ὡς ἀπῆλθον ἀπʼ αὐτῶν εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι, οἱ ποιμένες ἐλάλουν πρὸς ἀλλήλους, “Διέλθωμεν δὴ ἕως Βηθλέεμ, καὶ ἴδωμεν τὸ ῥῆμα τοῦτο τὸ γεγονὸς, ὃ ὁ ˚Κύριος ἐγνώρισεν ἡμῖν.” | |
Luke | StatResG | 2:16 | Καὶ ἦλθον σπεύσαντες, καὶ ἀνεῦραν τήν τε Μαριὰμ καὶ τὸν Ἰωσὴφ, καὶ τὸ βρέφος, κείμενον ἐν τῇ φάτνῃ. | |
Luke | StatResG | 2:17 | Ἰδόντες δὲ, ἐγνώρισαν περὶ τοῦ ῥήματος τοῦ λαληθέντος αὐτοῖς, περὶ τοῦ παιδίου τούτου. | |
Luke | StatResG | 2:18 | Καὶ πάντες οἱ ἀκούσαντες, ἐθαύμασαν περὶ τῶν λαληθέντων ὑπὸ τῶν ποιμένων πρὸς αὐτούς. | |
Luke | StatResG | 2:20 | Καὶ ὑπέστρεψαν οἱ ποιμένες, δοξάζοντες καὶ αἰνοῦντες τὸν ˚Θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον, καθὼς ἐλαλήθη πρὸς αὐτούς. | |
Luke | StatResG | 2:21 | ¶Καὶ ὅτε ἐπλήσθησαν ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν αὐτόν, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ ˚Ἰησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλλημφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ. | |
Luke | StatResG | 2:22 | ¶Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν κατὰ τὸν νόμον Μωϋσέως, ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα παραστῆσαι τῷ ˚Κυρίῳ, | |
Luke | StatResG | 2:23 | καθὼς γέγραπται ἐν νόμῳ ˚Κυρίου, ὅτι “Πᾶν ἄρσεν διανοῖγον μήτραν, ἅγιον τῷ ˚Κυρίῳ κληθήσεται”, | |
Luke | StatResG | 2:24 | καὶ τοῦ δοῦναι θυσίαν, κατὰ τὸ εἰρημένον ἐν τῷ νόμῳ ˚Κυρίου, “Ζεῦγος τρυγόνων ἢ δύο νοσσοὺς περιστερῶν.” | |
Luke | StatResG | 2:25 | ¶Καὶ ἰδοὺ, ἄνθρωπος ἦν ἐν Ἰερουσαλὴμ, ᾧ ὄνομα Συμεών, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ, καὶ ˚Πνεῦμα ἦν Ἅγιον ἐπʼ αὐτόν. | |
Luke | StatResG | 2:26 | Καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ ˚Πνεύματος τοῦ Ἁγίου, μὴ ἰδεῖν θάνατον πρὶν ἂν ἴδῃ τὸν ˚Χριστὸν ˚Κυρίου. | |
Luke | StatResG | 2:27 | Καὶ ἦλθεν ἐν τῷ ˚Πνεύματι εἰς τὸ ἱερόν· καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς, τὸ παιδίον ˚Ἰησοῦν, τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ, | |
Luke | StatResG | 2:34 | Καὶ εὐλόγησεν αὐτοὺς Συμεὼν, καὶ εἶπεν πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ, “Ἰδοὺ, οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ, καὶ εἰς σημεῖον ἀντιλεγόμενον, | |
Luke | StatResG | 2:35 | καὶ σοῦ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί.” | |
Luke | StatResG | 2:36 | ¶Καὶ ἦν Ἅννα προφῆτις, θυγάτηρ Φανουήλ, ἐκ φυλῆς Ἀσήρ· αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς, ζήσασα μετὰ ἀνδρὸς ἔτη ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς, | |
Luke | StatResG | 2:37 | καὶ αὐτὴ χήρα ἕως ἐτῶν ὀγδοήκοντα τεσσάρων, ἣ οὐκ ἀφίστατο τοῦ ἱεροῦ, νηστείαις καὶ δεήσεσιν λατρεύουσα νύκτα καὶ ἡμέραν. | |
Luke | StatResG | 2:38 | Καὶ αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα, ἀνθωμολογεῖτο τῷ ˚Θεῷ, καὶ ἐλάλει περὶ αὐτοῦ, πᾶσιν τοῖς προσδεχομένοις λύτρωσιν Ἰερουσαλήμ. | |
Luke | StatResG | 2:39 | ¶Καὶ ὡς ἐτέλεσαν πάντα τὰ κατὰ τὸν νόμον ˚Κυρίου, ἐπέστρεψαν εἰς τὴν Γαλιλαίαν, εἰς πόλιν ἑαυτῶν Ναζαρέτ. | |
Luke | StatResG | 2:40 | Τὸ δὲ παιδίον ηὔξανεν καὶ ἐκραταιοῦτο, πληρούμενον σοφίᾳ, καὶ χάρις ˚Θεοῦ ἦν ἐπʼ αὐτό. | |
Luke | StatResG | 2:43 | καὶ τελειωσάντων τὰς ἡμέρας, ἐν τῷ ὑποστρέφειν αὐτοὺς, ὑπέμεινεν ˚Ἰησοῦς, ὁ παῖς ἐν Ἰερουσαλήμ, καὶ οὐκ ἔγνωσαν οἱ γονεῖς αὐτοῦ. | |
Luke | StatResG | 2:44 | Νομίσαντες δὲ αὐτὸν εἶναι ἐν τῇ συνοδίᾳ, ἦλθον ἡμέρας ὁδὸν καὶ ἀνεζήτουν αὐτὸν ἐν τοῖς συγγενέσιν καὶ τοῖς γνωστοῖς, | |
Luke | StatResG | 2:46 | Καὶ ἐγένετο μετὰ ἡμέρας τρεῖς, εὗρον αὐτὸν ἐν τῷ ἱερῷ, καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων, καὶ ἀκούοντα αὐτῶν καὶ ἐπερωτῶντα αὐτούς. | |
Luke | StatResG | 2:47 | Ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρίσεσιν αὐτοῦ. | |
Luke | StatResG | 2:48 | Καὶ ἰδόντες αὐτὸν, ἐξεπλάγησαν καὶ εἶπεν πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ, “Τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; Ἰδοὺ, ὁ πατήρ σου κἀγὼ, ὀδυνώμενοι ζητοῦμέν σε.” | |
Luke | StatResG | 2:49 | Καὶ εἶπεν πρὸς αὐτούς, “Τί ὅτι ἐζητεῖτέ με; Οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με;” | |
Luke | StatResG | 2:51 | Καὶ κατέβη μετʼ αὐτῶν καὶ ἦλθεν εἰς Ναζαρέτ, καὶ ἦν ὑποτασσόμενος αὐτοῖς. Καὶ ἡ μήτηρ αὐτοῦ διετήρει πάντα τὰ ῥήματα ἐν τῇ καρδίᾳ αὐτῆς. | |