Site uses cookies to provide basic functionality.

OK
LUKE
Prev Up Next Toggle notes
Chapter 4
Luke StatResG 4:1  ¶˚Ἰησοῦς δὲ πλήρης ˚Πνεύματος Ἁγίου, ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου, καὶ ἤγετο ἐν τῷ ˚Πνεύματι ἐν τῇ ἐρήμῳ,
Luke StatResG 4:2  ἡμέρας τεσσεράκοντα πειραζόμενος ὑπὸ τοῦ διαβόλου. Καὶ οὐκ ἔφαγεν οὐδὲν ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ συντελεσθεισῶν αὐτῶν, ἐπείνασεν.
Luke StatResG 4:3  Εἶπεν δὲ αὐτῷ ὁ διάβολος, “Εἰ Υἱὸς εἶ τοῦ ˚Θεοῦ, εἰπὲ τῷ λίθῳ τούτῳ ἵνα γένηται ἄρτος.”
Luke StatResG 4:4  Καὶ ἀπεκρίθη πρὸς αὐτὸν ὁ ˚Ἰησοῦς, “Γέγραπται, ὅτι ‘Οὐκ ἐπʼ ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος.’”
Luke StatResG 4:5  ¶Καὶ ἀναγαγὼν αὐτὸν ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης ἐν στιγμῇ χρόνου.
Luke StatResG 4:6  Καὶ εἶπεν αὐτῷ ὁ διάβολος, “Σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν καὶ τὴν δόξαν αὐτῶν, ὅτι ἐμοὶ παραδέδοται καὶ ᾧ ἐὰν θέλω, δίδωμι αὐτήν.
Luke StatResG 4:7  Σὺ οὖν ἐὰν προσκυνήσῃς ἐνώπιον ἐμοῦ, ἔσται σοῦ πᾶσα.”
Luke StatResG 4:8  Καὶ ἀποκριθεὶς ὁ ˚Ἰησοῦς εἶπεν αὐτῷ, “Γέγραπται, ‘˚Κύριον τὸν ˚Θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις.’”
Luke StatResG 4:9  ¶Ἤγαγεν δὲ αὐτὸν εἰς Ἰερουσαλὴμ, καὶ ἔστησεν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, καὶ εἶπεν αὐτῷ, “Εἰ Υἱὸς εἶ τοῦ ˚Θεοῦ, βάλε σεαυτὸν ἐντεῦθεν κάτω·
Luke StatResG 4:10  γέγραπται γὰρ, ὅτι ‘Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σε’,
Luke StatResG 4:11  καὶ, ὅτι ‘Ἐπὶ χειρῶν ἀροῦσίν σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.’”
Luke StatResG 4:12  Καὶ ἀποκριθεὶς εἶπεν αὐτῷ ὁ ˚Ἰησοῦς, ὅτι “Εἴρηται, ‘Οὐκ ἐκπειράσεις ˚Κύριον τὸν ˚Θεόν σου.’”
Luke StatResG 4:13  Καὶ συντελέσας πάντα πειρασμὸν, ὁ διάβολος ἀπέστη ἀπʼ αὐτοῦ ἄχρι καιροῦ.
Luke StatResG 4:14  ¶Καὶ ὑπέστρεψεν ὁ ˚Ἰησοῦς ἐν τῇ δυνάμει τοῦ ˚Πνεύματος εἰς τὴν Γαλιλαίαν. Καὶ φήμη ἐξῆλθεν καθʼ ὅλης τῆς περιχώρου περὶ αὐτοῦ.
Luke StatResG 4:15  Καὶ αὐτὸς ἐδίδασκεν ἐν ταῖς συναγωγαῖς αὐτῶν, δοξαζόμενος ὑπὸ πάντων.
Luke StatResG 4:16  ¶Καὶ ἦλθεν εἰς Ναζαρά, οὗ ἦν τεθραμμένος, καὶ εἰσῆλθεν κατὰ τὸ εἰωθὸς αὐτῷ, ἐν τῇ ἡμέρᾳ τῶν Σαββάτων εἰς τὴν συναγωγήν, καὶ ἀνέστη ἀναγνῶναι.
Luke StatResG 4:17  Καὶ ἐπεδόθη αὐτῷ βιβλίον τοῦ προφήτου Ἠσαΐου, καὶ ἀνοίξας τὸ βιβλίον, εὗρεν τὸν τόπον οὗ ἦν γεγραμμένον,
Luke StatResG 4:18  “˚Πνεῦμα ˚Κυρίου ἐπʼ ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με εὐαγγελίσασθαι πτωχοῖς, ἀπέσταλκέν με κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει,
Luke StatResG 4:19  κηρύξαι ἐνιαυτὸν ˚Κυρίου δεκτόν.”
Luke StatResG 4:20  Καὶ πτύξας τὸ βιβλίον ἀποδοὺς τῷ ὑπηρέτῃ, ἐκάθισεν καὶ πάντων οἱ ὀφθαλμοὶ ἐν τῇ συναγωγῇ ἦσαν ἀτενίζοντες αὐτῷ.
Luke StatResG 4:21  Ἤρξατο δὲ λέγειν πρὸς αὐτοὺς, ὅτι “Σήμερον πεπλήρωται ἡ Γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν.”
Luke StatResG 4:22  Καὶ πάντες ἐμαρτύρουν αὐτῷ, καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ, καὶ ἔλεγον, “Οὐχὶ υἱός ἐστιν Ἰωσὴφ οὗτος;”
Luke StatResG 4:23  Καὶ εἶπεν πρὸς αὐτούς, “Πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην: ‘“Ἰατρέ, θεράπευσον σεαυτόν”· ὅσα ἠκούσαμεν γενόμενα εἰς τὴν Καφαρναοὺμ, ποίησον καὶ ὧδε ἐν τῇ πατρίδι σου.’”
Luke StatResG 4:24  Εἶπεν δέ, “Ἀμὴν, λέγω ὑμῖν ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ.
Luke StatResG 4:25  Ἐπʼ ἀληθείας δὲ λέγω ὑμῖν, πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις Ἠλίου ἐν τῷ Ἰσραήλ, ὅτε ἐκλείσθη ὁ οὐρανὸς ἐπὶ ἔτη τρία καὶ μῆνας ἕξ, ὡς ἐγένετο λιμὸς μέγας ἐπὶ πᾶσαν τὴν γῆν,
Luke StatResG 4:26  καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη Ἠλίας, εἰ μὴ εἰς Σάρεπτα τῆς Σιδωνίας, πρὸς γυναῖκα χήραν.
Luke StatResG 4:27  Καὶ πολλοὶ λεπροὶ ἦσαν ἐν τῷ Ἰσραὴλ, ἐπὶ Ἐλισαίου τοῦ προφήτου, καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη, εἰ μὴ Ναιμὰν ὁ Σύρος.”
Luke StatResG 4:28  Καὶ ἐπλήσθησαν πάντες θυμοῦ ἐν τῇ συναγωγῇ ἀκούοντες ταῦτα,
Luke StatResG 4:29  καὶ ἀναστάντες, ἐξέβαλον αὐτὸν ἔξω τῆς πόλεως, καὶ ἤγαγον αὐτὸν ἕως ὀφρύος τοῦ ὄρους ἐφʼ οὗ ἡ πόλις ᾠκοδόμητο αὐτῶν, ὥστε κατακρημνίσαι αὐτόν.
Luke StatResG 4:30  Αὐτὸς δὲ, διελθὼν διὰ μέσου αὐτῶν, ἐπορεύετο.
Luke StatResG 4:31  ¶Καὶ κατῆλθεν εἰς Καφαρναοὺμ, πόλιν τῆς Γαλιλαίας. Καὶ ἦν διδάσκων αὐτοὺς ἐν τοῖς Σάββασιν.
Luke StatResG 4:32  Καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ὅτι ἐν ἐξουσίᾳ ἦν ὁ λόγος αὐτοῦ.
Luke StatResG 4:33  Καὶ ἐν τῇ συναγωγῇ ἦν ἄνθρωπος ἔχων πνεῦμα δαιμονίου ἀκαθάρτου, καὶ ἀνέκραξεν φωνῇ μεγάλῃ,
Luke StatResG 4:34  “Ἔα! Τί ἡμῖν καὶ σοί, ˚Ἰησοῦ Ναζαρηνέ; Ἦλθες ἀπολέσαι ἡμᾶς; Οἶδά σε τίς εἶ, ὁ Ἅγιος τοῦ ˚Θεοῦ.”
Luke StatResG 4:35  Καὶ ἐπετίμησεν αὐτῷ ὁ ˚Ἰησοῦς λέγων, “Φιμώθητι, καὶ ἔξελθε ἐξ αὐτοῦ!” Καὶ ῥίψαν αὐτὸν τὸ δαιμόνιον εἰς τὸ μέσον, ἐξῆλθεν ἀπʼ αὐτοῦ, μηδὲν βλάψαν αὐτόν.
Luke StatResG 4:36  Καὶ ἐγένετο θάμβος ἐπὶ πάντας, καὶ συνελάλουν πρὸς ἀλλήλους λέγοντες, “Τίς ὁ λόγος οὗτος, ὅτι ἐν ἐξουσίᾳ καὶ δυνάμει ἐπιτάσσει τοῖς ἀκαθάρτοις πνεύμασιν, καὶ ἐξέρχονται;”
Luke StatResG 4:37  Καὶ ἐξεπορεύετο ἦχος περὶ αὐτοῦ εἰς πάντα τόπον τῆς περιχώρου.
Luke StatResG 4:38  ¶Ἀναστὰς δὲ ἀπὸ τῆς συναγωγῆς, εἰσῆλθεν εἰς τὴν οἰκίαν Σίμωνος. Πενθερὰ δὲ τοῦ Σίμωνος ἦν συνεχομένη πυρετῷ μεγάλῳ, καὶ ἠρώτησαν αὐτὸν περὶ αὐτῆς.
Luke StatResG 4:39  Καὶ ἐπιστὰς ἐπάνω αὐτῆς, ἐπετίμησεν τῷ πυρετῷ, καὶ ἀφῆκεν αὐτήν· παραχρῆμα δὲ ἀναστᾶσα, διηκόνει αὐτοῖς.
Luke StatResG 4:40  ¶Δύνοντος δὲ τοῦ ἡλίου, πάντες ὅσοι εἶχον ἀσθενοῦντας νόσοις ποικίλαις, ἤγαγον αὐτοὺς πρὸς αὐτόν, ὁ δὲ ἑνὶ ἑκάστῳ αὐτῶν, τὰς χεῖρας ἐπιτιθεὶς, ἐθεράπευεν αὐτούς.
Luke StatResG 4:41  Ἐξήρχετο δὲ καὶ δαιμόνια ἀπὸ πολλῶν, κράζοντα καὶ λέγοντα, ὅτι “Σὺ εἶ ὁ Υἱὸς τοῦ ˚Θεοῦ.” Καὶ ἐπιτιμῶν, οὐκ εἴα αὐτὰ λαλεῖν, ὅτι ᾔδεισαν τὸν ˚Χριστὸν αὐτὸν εἶναι.
Luke StatResG 4:42  ¶Γενομένης δὲ ἡμέρας, ἐξελθὼν ἐπορεύθη εἰς ἔρημον τόπον, καὶ οἱ ὄχλοι ἐπεζήτουν αὐτόν, καὶ ἦλθον ἕως αὐτοῦ, καὶ κατεῖχον αὐτὸν τοῦ μὴ πορεύεσθαι ἀπʼ αὐτῶν.
Luke StatResG 4:43  Ὁ δὲ εἶπεν πρὸς αὐτοὺς, ὅτι “Καὶ ταῖς ἑτέραις πόλεσιν εὐαγγελίσασθαί με δεῖ τὴν Βασιλείαν τοῦ ˚Θεοῦ, ὅτι ἐπὶ τοῦτο ἀπεστάλην.”
Luke StatResG 4:44  Καὶ ἦν κηρύσσων εἰς τὰς συναγωγὰς τῆς Ἰουδαίας.