LUKE
Chapter 18
Luke | StatResG | 18:1 | ¶Ἔλεγεν δὲ παραβολὴν αὐτοῖς, πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι αὐτοὺς καὶ μὴ ἐγκακεῖν | |
Luke | StatResG | 18:2 | λέγων, “Κριτής τις ἦν ἔν τινι πόλει, τὸν ˚Θεὸν μὴ φοβούμενος καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος. | |
Luke | StatResG | 18:3 | Χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ, καὶ ἤρχετο πρὸς αὐτὸν λέγουσα, ‘Ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου.’ | |
Luke | StatResG | 18:4 | Καὶ οὐκ ἤθελεν ἐπὶ χρόνον, μετὰ ταῦτα δὲ εἶπεν ἐν ἑαυτῷ, ‘Εἰ καὶ τὸν ˚Θεὸν οὐ φοβοῦμαι οὐδὲ ἄνθρωπον ἐντρέπομαι, | |
Luke | StatResG | 18:5 | διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην, ἐκδικήσω αὐτήν, ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑπωπιάζῃ με.’” | |
Luke | StatResG | 18:7 | Ὁ δὲ ˚Θεὸς οὐ μὴ ποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ, τῶν βοώντων αὐτῷ ἡμέρας καὶ νυκτός, καὶ μακροθυμεῖ ἐπʼ αὐτοῖς; | |
Luke | StatResG | 18:8 | Λέγω ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει. Πλὴν ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐλθὼν, ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;” | |
Luke | StatResG | 18:9 | ¶Εἶπεν δὲ καὶ πρός τινας τοὺς πεποιθότας ἐφʼ ἑαυτοῖς ὅτι εἰσὶν δίκαιοι καὶ ἐξουθενοῦντες τοὺς λοιποὺς, τὴν παραβολὴν ταύτην: | |
Luke | StatResG | 18:10 | “Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, ὁ εἷς Φαρισαῖος, καὶ ὁ ἕτερος τελώνης. | |
Luke | StatResG | 18:11 | Ὁ Φαρισαῖος σταθεὶς ταῦτα πρὸς ἑαυτὸν προσηύχετο: ‘Ὁ ˚Θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης. | |
Luke | StatResG | 18:13 | Ὁ δὲ τελώνης μακρόθεν ἑστὼς, οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς ἐπᾶραι εἰς τὸν οὐρανόν, ἀλλʼ ἔτυπτεν τὸ στῆθος αὐτοῦ λέγων, ‘Ὁ ˚Θεός, ἱλάσθητί μοι, τῷ ἁμαρτωλῷ!’ | |
Luke | StatResG | 18:14 | Λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ, παρʼ ἐκεῖνον. Ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.” | |
Luke | StatResG | 18:15 | ¶Προσέφερον δὲ αὐτῷ καὶ τὰ βρέφη, ἵνα αὐτῶν ἅπτηται· ἰδόντες δὲ, οἱ μαθηταὶ ἐπετίμων αὐτοῖς. | |
Luke | StatResG | 18:16 | Ὁ δὲ ˚Ἰησοῦς προσεκαλέσατο αὐτὰ λέγων, “Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με, καὶ μὴ κωλύετε αὐτά, τῶν γὰρ τοιούτων ἐστὶν ἡ Βασιλεία τοῦ ˚Θεοῦ. | |
Luke | StatResG | 18:17 | Ἀμὴν, λέγω ὑμῖν, ὃς ἂν μὴ δέξηται τὴν Βασιλείαν τοῦ ˚Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.” | |
Luke | StatResG | 18:18 | ¶Καὶ ἐπηρώτησέν τις αὐτὸν ἄρχων λέγων, “Διδάσκαλε ἀγαθέ, τί ποιήσας, ζωὴν αἰώνιον κληρονομήσω;” | |
Luke | StatResG | 18:19 | Εἶπεν δὲ αὐτῷ ὁ ˚Ἰησοῦς, “Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ ˚Θεός. | |
Luke | StatResG | 18:20 | Τὰς ἐντολὰς οἶδας: ‘Μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς’, ‘Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα.’” | |
Luke | StatResG | 18:22 | Ἀκούσας δὲ, ὁ ˚Ἰησοῦς εἶπεν αὐτῷ, “Ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις, πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς, καὶ δεῦρο, ἀκολούθει μοι.” | |
Luke | StatResG | 18:24 | Ἰδὼν δὲ αὐτὸν ὁ ˚Ἰησοῦς εἶπεν, “Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες, εἰς τὴν Βασιλείαν τοῦ ˚Θεοῦ εἰσελεύσονται. | |
Luke | StatResG | 18:25 | Εὐκοπώτερον γάρ ἐστιν κάμηλον διὰ τρήματος βελόνης εἰσελθεῖν, ἢ πλούσιον εἰς τὴν Βασιλείαν τοῦ ˚Θεοῦ εἰσελθεῖν.” | |
Luke | StatResG | 18:29 | Ὁ δὲ εἶπεν αὐτοῖς, “Ἀμὴν, λέγω ὑμῖν ὅτι οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν, ἢ γυναῖκα, ἢ ἀδελφοὺς, ἢ γονεῖς, ἢ τέκνα, εἵνεκεν τῆς Βασιλείας τοῦ ˚Θεοῦ, | |
Luke | StatResG | 18:30 | ὃς οὐχὶ μὴ ἀπολάβῃ πολλαπλασίονα ἐν τῷ καιρῷ τούτῳ, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ, ζωὴν αἰώνιον.” | |
Luke | StatResG | 18:31 | ¶Παραλαβὼν δὲ τοὺς δώδεκα, εἶπεν πρὸς αὐτούς, “Ἰδοὺ, ἀναβαίνομεν εἰς Ἰερουσαλήμ, καὶ τελεσθήσεται πάντα τὰ γεγραμμένα διὰ τῶν προφητῶν τῷ Υἱῷ τοῦ Ἀνθρώπου. | |
Luke | StatResG | 18:32 | Παραδοθήσεται γὰρ τοῖς ἔθνεσιν, καὶ ἐμπαιχθήσεται, καὶ ὑβρισθήσεται, καὶ ἐμπτυσθήσεται. | |
Luke | StatResG | 18:34 | Καὶ αὐτοὶ οὐδὲν τούτων συνῆκαν, καὶ ἦν τὸ ῥῆμα τοῦτο κεκρυμμένον ἀπʼ αὐτῶν, καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα. | |
Luke | StatResG | 18:35 | ¶Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἰεριχὼ, τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν ἐπαιτῶν. | |
Luke | StatResG | 18:39 | Καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιγήσῃ. Αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν, “Υἱὲ Δαυίδ, ἐλέησόν με.” | |
Luke | StatResG | 18:40 | Σταθεὶς δὲ, ˚Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. Ἐγγίσαντος δὲ αὐτοῦ, ἐπηρώτησεν αὐτόν, | |