Site uses cookies to provide basic functionality.

OK
LUKE
Prev Up Next Toggle notes
Chapter 15
Luke StatResG 15:1  ¶Ἦσαν δὲ αὐτῷ ἐγγίζοντες πάντες οἱ τελῶναι καὶ οἱ ἁμαρτωλοὶ ἀκούειν αὐτοῦ.
Luke StatResG 15:2  Καὶ διεγόγγυζον οἵ τε Φαρισαῖοι καὶ οἱ γραμματεῖς λέγοντες, ὅτι “Οὗτος ἁμαρτωλοὺς προσδέχεται καὶ συνεσθίει αὐτοῖς.”
Luke StatResG 15:3  Εἶπεν δὲ πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην λέγων,
Luke StatResG 15:4  “Τίς ἄνθρωπος ἐξ ὑμῶν, ἔχων ἑκατὸν πρόβατα καὶ ἀπολέσας ἐξ αὐτῶν ἓν, οὐ καταλείπει τὰ ἐνενήκοντα ἐννέα ἐν τῇ ἐρήμῳ, καὶ πορεύεται ἐπὶ τὸ ἀπολωλὸς, ἕως εὕρῃ αὐτό;
Luke StatResG 15:5  Καὶ εὑρὼν, ἐπιτίθησιν ἐπὶ τοὺς ὤμους αὐτοῦ χαίρων.
Luke StatResG 15:6  Καὶ ἐλθὼν εἰς τὸν οἶκον, συγκαλεῖ τοὺς φίλους καὶ τοὺς γείτονας, λέγων αὐτοῖς, ‘Συγχάρητέ μοι, ὅτι εὗρον τὸ πρόβατόν μου τὸ ἀπολωλός!’
Luke StatResG 15:7  Λέγω ὑμῖν ὅτι οὕτως χαρὰ ἐν τῷ οὐρανῷ ἔσται ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, ἢ ἐπὶ ἐνενήκοντα ἐννέα δικαίοις, οἵτινες οὐ χρείαν ἔχουσιν μετανοίας.
Luke StatResG 15:8  ¶Ἢ τίς γυνὴ δραχμὰς ἔχουσα δέκα, ἐὰν ἀπολέσῃ δραχμὴν μίαν, οὐχὶ ἅπτει λύχνον, καὶ σαροῖ τὴν οἰκίαν, καὶ ζητεῖ ἐπιμελῶς, ἕως οὗ εὕρῃ;
Luke StatResG 15:9  Καὶ εὑροῦσα, συγκαλεῖ τὰς φίλας καὶ γείτονας λέγουσα, ‘Συγχάρητέ μοι, ὅτι εὗρον τὴν δραχμὴν ἣν ἀπώλεσα.’
Luke StatResG 15:10  Οὕτως λέγω ὑμῖν, γίνεται χαρὰ ἐνώπιον τῶν ἀγγέλων τοῦ ˚Θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.”
Luke StatResG 15:11  ¶Εἶπεν δέ, “Ἄνθρωπός τις εἶχεν δύο υἱούς.
Luke StatResG 15:12  Καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί, ‘Πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας.’ ὁ δὲ διεῖλεν αὐτοῖς τὸν βίον.
Luke StatResG 15:13  Καὶ μετʼ οὐ πολλὰς ἡμέρας συναγαγὼν πάντα, ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν, καὶ ἐκεῖ διεσκόρπισεν τὴν οὐσίαν αὐτοῦ, ζῶν ἀσώτως.
Luke StatResG 15:14  Δαπανήσαντος δὲ αὐτοῦ πάντα, ἐγένετο λιμὸς ἰσχυρὰ κατὰ τὴν χώραν ἐκείνην, καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι.
Luke StatResG 15:15  Καὶ πορευθεὶς, ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης, καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους.
Luke StatResG 15:16  Καὶ ἐπεθύμει χορτασθῆναι ἐκ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι, καὶ οὐδεὶς ἐδίδου αὐτῷ.
Luke StatResG 15:17  Εἰς ἑαυτὸν δὲ ἐλθὼν ἔφη, ‘Πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύονται ἄρτων, ἐγὼ δὲ λιμῷ ὧδε ἀπόλλυμαι;
Luke StatResG 15:18  Ἀναστὰς, πορεύσομαι πρὸς τὸν πατέρα μου, καὶ ἐρῶ αὐτῷ, “Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου,
Luke StatResG 15:19  οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου. Ποίησόν με ὡς ἕνα τῶν μισθίων σου.”’
Luke StatResG 15:20  Καὶ ἀναστὰς, ἦλθεν πρὸς τὸν πατέρα ἑαυτοῦ. Ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος, εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ, καὶ ἐσπλαγχνίσθη, καὶ δραμὼν, ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ κατεφίλησεν αὐτόν.
Luke StatResG 15:21  Εἶπεν δὲ ὁ υἱὸς αὐτῷ, ‘Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου.’
Luke StatResG 15:22  Εἶπεν δὲ ὁ πατὴρ πρὸς τοὺς δούλους αὐτοῦ, ‘Ταχὺ ἐξενέγκατε στολὴν τὴν πρώτην, καὶ ἐνδύσατε αὐτόν, καὶ δότε δακτύλιον εἰς τὴν χεῖρα αὐτοῦ, καὶ ὑποδήματα εἰς τοὺς πόδας,
Luke StatResG 15:23  καὶ φέρετε τὸν μόσχον τὸν σιτευτόν, θύσατε, καὶ φαγόντες εὐφρανθῶμεν.
Luke StatResG 15:24  Ὅτι οὗτος ὁ υἱός μου νεκρὸς ἦν καὶ ἀνέζησεν, ἦν ἀπολωλὼς καὶ εὑρέθη.’ Καὶ ἤρξαντο εὐφραίνεσθαι.
Luke StatResG 15:25  ¶Ἦν δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ· καὶ ὡς ἐρχόμενος, ἤγγισεν τῇ οἰκίᾳ, ἤκουσεν συμφωνίας καὶ χορῶν.
Luke StatResG 15:26  Καὶ προσκαλεσάμενος ἕνα τῶν παίδων, ἐπυνθάνετο τί ἂν εἴη ταῦτα.
Luke StatResG 15:27  Ὁ δὲ εἶπεν αὐτῷ, ὅτι ‘Ὁ ἀδελφός σου ἥκει, καὶ ἔθυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτόν, ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν.’
Luke StatResG 15:28  Ὠργίσθη δὲ καὶ οὐκ ἤθελεν εἰσελθεῖν. Ὁ δὲ πατὴρ αὐτοῦ ἐξελθὼν, παρεκάλει αὐτόν.
Luke StatResG 15:29  Ὁ δὲ ἀποκριθεὶς εἶπεν τῷ πατρὶ αὐτοῦ, ‘Ἰδοὺ, τοσαῦτα ἔτη δουλεύω σοι, καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον, καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον, ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ.
Luke StatResG 15:30  Ὅτε δὲ ὁ υἱός σου οὗτος, ὁ καταφαγών σου τὸν βίον μετὰ πορνῶν ἦλθεν, ἔθυσας αὐτῷ τὸν σιτευτὸν μόσχον!’
Luke StatResG 15:31  Ὁ δὲ εἶπεν αὐτῷ, ‘Τέκνον, σὺ πάντοτε μετʼ ἐμοῦ εἶ, καὶ πάντα τὰ ἐμὰ σά ἐστιν.
Luke StatResG 15:32  Εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει, ὅτι ὁ ἀδελφός σου οὗτος, νεκρὸς ἦν καὶ ἔζησεν, καὶ ἀπολωλὼς καὶ εὑρέθη.’”