LUKE
Chapter 9
Luke | StatResG | 9:1 | ¶Συγκαλεσάμενος δὲ τοὺς δώδεκα, ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια, καὶ νόσους θεραπεύειν, | |
Luke | StatResG | 9:2 | καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν Βασιλείαν τοῦ ˚Θεοῦ, καὶ ἰᾶσθαι τοὺς ἀσθενεῖς. | |
Luke | StatResG | 9:3 | Καὶ εἶπεν πρὸς αὐτούς, “Μηδὲν αἴρετε εἰς τὴν ὁδόν, μήτε ῥάβδον, μήτε πήραν, μήτε ἄρτον, μήτε ἀργύριον, μήτε δύο χιτῶνας ἔχειν. | |
Luke | StatResG | 9:5 | Καὶ ὅσοι ἂν μὴ δέχωνται ὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης, τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν ἀποτινάσσετε, εἰς μαρτύριον ἐπʼ αὐτούς.” | |
Luke | StatResG | 9:6 | Ἐξερχόμενοι δὲ, διήρχοντο κατὰ τὰς κώμας, εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ. | |
Luke | StatResG | 9:7 | ¶Ἤκουσεν δὲ Ἡρῴδης ὁ τετράρχης τὰ γινόμενα πάντα, καὶ διηπόρει, διὰ τὸ λέγεσθαι ὑπό τινων ὅτι Ἰωάννης ἠγέρθη ἐκ νεκρῶν, | |
Luke | StatResG | 9:9 | Εἶπεν δὲ Ἡρῴδης, “Ἰωάννην ἐγὼ ἀπεκεφάλισα, τίς δέ ἐστιν οὗτος περὶ οὗ ἀκούω τοιαῦτα;” Καὶ ἐζήτει ἰδεῖν αὐτόν. | |
Luke | StatResG | 9:10 | ¶Καὶ ὑποστρέψαντες, οἱ ἀπόστολοι διηγήσαντο αὐτῷ ὅσα ἐποίησαν. Καὶ παραλαβὼν αὐτοὺς, ὑπεχώρησεν κατʼ ἰδίαν εἰς πόλιν καλουμένην Βηθσαϊδά. | |
Luke | StatResG | 9:11 | Οἱ δὲ ὄχλοι γνόντες, ἠκολούθησαν αὐτῷ. Καὶ ἀποδεξάμενος αὐτοὺς, ἐλάλει αὐτοῖς περὶ τῆς Βασιλείας τοῦ ˚Θεοῦ, καὶ τοὺς χρείαν ἔχοντας θεραπείας, ἰᾶτο. | |
Luke | StatResG | 9:12 | ¶Ἡ δὲ ἡμέρα ἤρξατο κλίνειν, προσελθόντες δὲ οἱ δώδεκα εἶπον αὐτῷ, “Ἀπόλυσον τὸν ὄχλον, ἵνα πορευθέντες εἰς τὰς κύκλῳ κώμας καὶ ἀγροὺς, καταλύσωσιν καὶ εὕρωσιν ἐπισιτισμόν, ὅτι ὧδε ἐν ἐρήμῳ τόπῳ ἐσμέν.” | |
Luke | StatResG | 9:13 | Εἶπεν δὲ πρὸς αὐτούς, “Δότε αὐτοῖς ὑμεῖς φαγεῖν.” Οἱ δὲ εἶπαν, “Οὐκ εἰσὶν ἡμῖν πλεῖον ἢ ἄρτοι πέντε καὶ ἰχθύες δύο, εἰ μήτι πορευθέντες, ἡμεῖς ἀγοράσωμεν εἰς πάντα τὸν λαὸν τοῦτον βρώματα.” | |
Luke | StatResG | 9:14 | (Ἦσαν γὰρ ὡσεὶ ἄνδρες πεντακισχίλιοι.) Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ, “Κατακλίνατε αὐτοὺς κλισίας ὡσεὶ ἀνὰ πεντήκοντα.” | |
Luke | StatResG | 9:16 | Λαβὼν δὲ τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν, εὐλόγησεν αὐτοὺς καὶ κατέκλασεν, καὶ ἐδίδου τοῖς μαθηταῖς παραθεῖναι τῷ ὄχλῳ. | |
Luke | StatResG | 9:17 | Καὶ ἔφαγον καὶ ἐχορτάσθησαν πάντες, καὶ ἤρθη τὸ περισσεῦσαν αὐτοῖς κλασμάτων κόφινοι δώδεκα. | |
Luke | StatResG | 9:18 | ¶Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον κατὰ μόνας, συνῆσαν αὐτῷ οἱ μαθηταί, καὶ ἐπηρώτησεν αὐτοὺς λέγων, “Τίνα με λέγουσιν οἱ ὄχλοι εἶναι;” | |
Luke | StatResG | 9:19 | Οἱ δὲ ἀποκριθέντες εἶπαν, “Ἰωάννην τὸν Βαπτιστήν, ἄλλοι δὲ, Ἠλίαν, ἄλλοι δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη.” | |
Luke | StatResG | 9:20 | Εἶπεν δὲ αὐτοῖς, “Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι;” Πέτρος δὲ ἀποκριθεὶς εἶπεν, “Τὸν ˚Χριστὸν τοῦ ˚Θεοῦ.” | |
Luke | StatResG | 9:22 | εἰπὼν, ὅτι “Δεῖ τὸν Υἱὸν τοῦ Ἀνθρώπου πολλὰ παθεῖν, καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων, καὶ ἀρχιερέων, καὶ γραμματέων, καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι.” | |
Luke | StatResG | 9:23 | ¶Ἔλεγεν δὲ πρὸς πάντας, “Εἴ τις θέλει ὀπίσω μου ἔρχεσθαι, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καθʼ ἡμέραν, καὶ ἀκολουθείτω μοι. | |
Luke | StatResG | 9:24 | Ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δʼ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, οὗτος σώσει αὐτήν. | |
Luke | StatResG | 9:25 | Τί γὰρ ὠφελεῖται ἄνθρωπος, κερδήσας τὸν κόσμον ὅλον, ἑαυτὸν δὲ ἀπολέσας ἢ ζημιωθείς; | |
Luke | StatResG | 9:26 | Ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους, τοῦτον ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐπαισχυνθήσεται, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ, καὶ τοῦ Πατρὸς, καὶ τῶν ἁγίων ἀγγέλων. | |
Luke | StatResG | 9:27 | Λέγω δὲ ὑμῖν ἀληθῶς, εἰσίν τινες τῶν αὐτοῦ ἑστηκότων, οἳ οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσιν τὴν Βασιλείαν τοῦ ˚Θεοῦ.” | |
Luke | StatResG | 9:28 | ¶Ἐγένετο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτὼ, παραλαβὼν Πέτρον, καὶ Ἰωάννην, καὶ Ἰάκωβον, ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι. | |
Luke | StatResG | 9:29 | Καὶ ἐγένετο ἐν τῷ προσεύχεσθαι αὐτὸν, τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον, καὶ ὁ ἱματισμὸς αὐτοῦ λευκὸς ἐξαστράπτων. | |
Luke | StatResG | 9:32 | Ὁ δὲ Πέτρος καὶ οἱ σὺν αὐτῷ ἦσαν βεβαρημένοι ὕπνῳ· διαγρηγορήσαντες δὲ εἶδον τὴν δόξαν αὐτοῦ, καὶ τοὺς δύο ἄνδρας τοὺς συνεστῶτας αὐτῷ. | |
Luke | StatResG | 9:33 | Καὶ ἐγένετο ἐν τῷ διαχωρίζεσθαι αὐτοὺς ἀπʼ αὐτοῦ, εἶπεν ὁ Πέτρος πρὸς τὸν ˚Ἰησοῦν, “Ἐπιστάτα, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν σκηνὰς τρεῖς: μίαν σοὶ, καὶ μίαν Μωϋσεῖ, καὶ μίαν Ἠλίᾳ”, μὴ εἰδὼς ὃ λέγει. | |
Luke | StatResG | 9:34 | Ταῦτα δὲ αὐτοῦ λέγοντος, ἐγένετο νεφέλη καὶ ἐπεσκίαζεν αὐτούς· ἐφοβήθησαν δὲ ἐν τῷ εἰσελθεῖν αὐτοὺς εἰς τὴν νεφέλην. | |
Luke | StatResG | 9:35 | Καὶ φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης λέγουσα, “Οὗτός ἐστιν ὁ Υἱός μου, ὁ ἐκλελεγμένος, αὐτοῦ ἀκούετε.” | |
Luke | StatResG | 9:36 | Καὶ ἐν τῷ γενέσθαι τὴν φωνὴν, εὑρέθη ˚Ἰησοῦς μόνος. Καὶ αὐτοὶ ἐσίγησαν, καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ταῖς ἡμέραις οὐδὲν ὧν ἑώρακαν. | |
Luke | StatResG | 9:37 | ¶Ἐγένετο δὲ τῇ ἑξῆς ἡμέρᾳ, κατελθόντων αὐτῶν ἀπὸ τοῦ ὄρους, συνήντησεν αὐτῷ ὄχλος πολύς. | |
Luke | StatResG | 9:38 | Καὶ ἰδοὺ, ἀνὴρ ἀπὸ τοῦ ὄχλου ἐβόησεν λέγων, “Διδάσκαλε, δέομαί σου ἐπιβλέψαι ἐπὶ τὸν υἱόν μου, ὅτι μονογενής μοί ἐστιν.” | |
Luke | StatResG | 9:39 | Καὶ ἰδοὺ, πνεῦμα λαμβάνει αὐτόν, καὶ ἐξαίφνης κράζει καὶ σπαράσσει αὐτὸν μετὰ ἀφροῦ, καὶ μόγις ἀποχωρεῖ ἀπʼ αὐτοῦ, συντρῖβον αὐτόν. | |
Luke | StatResG | 9:41 | Ἀποκριθεὶς δὲ ὁ ˚Ἰησοῦς εἶπεν, “Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ἔσομαι πρὸς ὑμᾶς καὶ ἀνέξομαι ὑμῶν; Προσάγαγε ὧδε τὸν υἱόν σου.” | |
Luke | StatResG | 9:42 | Ἔτι δὲ προσερχομένου αὐτοῦ, ἔρρηξεν αὐτὸν τὸ δαιμόνιον καὶ συνεσπάραξεν. Ἐπετίμησεν δὲ ὁ ˚Ἰησοῦς τῷ πνεύματι τῷ ἀκαθάρτῳ, καὶ ἰάσατο τὸν παῖδα καὶ ἀπέδωκεν αὐτὸν τῷ πατρὶ αὐτοῦ. | |
Luke | StatResG | 9:43 | Ἐξεπλήσσοντο δὲ πάντες ἐπὶ τῇ μεγαλειότητι τοῦ ˚Θεοῦ. ¶Πάντων δὲ θαυμαζόντων ἐπὶ πᾶσιν οἷς ἐποίει, εἶπεν πρὸς τοὺς μαθητὰς αὐτοῦ, | |
Luke | StatResG | 9:44 | “Θέσθε ὑμεῖς εἰς τὰ ὦτα ὑμῶν τοὺς λόγους τούτους, ὁ γὰρ Υἱὸς τοῦ Ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων.” | |
Luke | StatResG | 9:45 | Οἱ δὲ ἠγνόουν τὸ ῥῆμα τοῦτο, καὶ ἦν παρακεκαλυμμένον ἀπʼ αὐτῶν, ἵνα μὴ αἴσθωνται αὐτό, καὶ ἐφοβοῦντο ἐρωτῆσαι αὐτὸν περὶ τοῦ ῥήματος τούτου. | |
Luke | StatResG | 9:47 | Ὁ δὲ ˚Ἰησοῦς εἰδὼς τὸν διαλογισμὸν τῆς καρδίας αὐτῶν, ἐπιλαβόμενος παιδίον, ἔστησεν αὐτὸ παρʼ ἑαυτῷ, | |
Luke | StatResG | 9:48 | καὶ εἶπεν αὐτοῖς, “Ὃς ἐὰν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται, καὶ ὃς ἂν ἐμὲ δέξηται, δέχεται τὸν ἀποστείλαντά με. Ὁ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων, οὗτός ἐστιν μέγας.” | |
Luke | StatResG | 9:49 | ¶Ἀποκριθεὶς δὲ Ἰωάννης εἶπεν, “Ἐπιστάτα, εἴδομέν τινα ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, καὶ ἐκωλύομεν αὐτὸν, ὅτι οὐκ ἀκολουθεῖ μεθʼ ἡμῶν.” | |
Luke | StatResG | 9:50 | Εἶπεν δὲ πρὸς αὐτὸν ὁ ˚Ἰησοῦς, “Μὴ κωλύετε, ὃς γὰρ οὐκ ἔστιν καθʼ ὑμῶν, ὑπὲρ ὑμῶν ἐστιν.” | |
Luke | StatResG | 9:51 | ¶Ἐγένετο δὲ ἐν τῷ συμπληροῦσθαι τὰς ἡμέρας τῆς ἀναλήμψεως αὐτοῦ, καὶ αὐτὸς τὸ πρόσωπον ἐστήρισεν, τοῦ πορεύεσθαι εἰς Ἰερουσαλήμ, | |
Luke | StatResG | 9:52 | καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὐτοῦ. Καὶ πορευθέντες, εἰσῆλθον εἰς κώμην Σαμαρειτῶν, ὡς ἑτοιμάσαι αὐτῷ. | |
Luke | StatResG | 9:54 | Ἰδόντες δὲ, οἱ μαθηταὶ Ἰάκωβος καὶ Ἰωάννης εἶπαν, “˚Κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ τοῦ οὐρανοῦ καὶ ἀναλῶσαι αὐτούς;” | |
Luke | StatResG | 9:57 | ¶Καὶ πορευομένων αὐτῶν ἐν τῇ ὁδῷ, εἶπέν τις πρὸς αὐτόν, “Ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ.” | |
Luke | StatResG | 9:58 | Καὶ εἶπεν αὐτῷ ὁ ˚Ἰησοῦς, “Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ Υἱὸς τοῦ Ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ.” | |
Luke | StatResG | 9:59 | Εἶπεν δὲ πρὸς ἕτερον, “Ἀκολούθει μοι.” Ὁ δὲ εἶπεν, “˚Κύριε, ἐπίτρεψόν μοι ἀπελθόντι, πρῶτον θάψαι τὸν πατέρα μου.” | |
Luke | StatResG | 9:60 | Εἶπεν δὲ αὐτῷ, “Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς, σὺ δὲ ἀπελθὼν, διάγγελλε τὴν Βασιλείαν τοῦ ˚Θεοῦ.” | |
Luke | StatResG | 9:61 | Εἶπεν δὲ καὶ ἕτερος, “Ἀκολουθήσω σοι, ˚Κύριε, πρῶτον δὲ ἐπίτρεψόν μοι ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκόν μου.” | |