Site uses cookies to provide basic functionality.

OK
LUKE
Prev Up Next Toggle notes
Chapter 17
Luke StatResG 17:1  ¶Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ, “Ἀνένδεκτόν ἐστιν τοῦ τὰ σκάνδαλα μὴ ἐλθεῖν, πλὴν οὐαὶ διʼ οὗ ἔρχεται!
Luke StatResG 17:2  Λυσιτελεῖ αὐτῷ εἰ λίθος μυλικὸς περίκειται περὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἔρριπται εἰς τὴν θάλασσαν, ἢ ἵνα σκανδαλίσῃ τῶν μικρῶν τούτων ἕνα.
Luke StatResG 17:3  Προσέχετε ἑαυτοῖς! Ἐὰν ἁμάρτῃ ὁ ἀδελφός σου, ἐπιτίμησον αὐτῷ, καὶ ἐὰν μετανοήσῃ, ἄφες αὐτῷ.
Luke StatResG 17:4  Καὶ ἐὰν ἑπτάκις τῆς ἡμέρας ἁμαρτήσῃ εἰς σὲ, καὶ ἑπτάκις ἐπιστρέψῃ πρὸς σὲ, λέγων ‘Μετανοῶ’, ἀφήσεις αὐτῷ.”
Luke StatResG 17:5  ¶Καὶ εἶπαν οἱ ἀπόστολοι τῷ ˚Κυρίῳ, “Πρόσθες ἡμῖν πίστιν!”
Luke StatResG 17:6  Εἶπεν δὲ ὁ ˚Κύριος, “Εἰ ἔχετε πίστιν ὡς κόκκον σινάπεως, ἐλέγετε ἂν τῇ συκαμίνῳ ταύτῃ, ‘Ἐκριζώθητι καὶ φυτεύθητι ἐν τῇ θαλάσσῃ’, καὶ ὑπήκουσεν ἂν ὑμῖν.
Luke StatResG 17:7  ¶Τίς δὲ ἐξ ὑμῶν δοῦλον ἔχων, ἀροτριῶντα ἢ ποιμαίνοντα, ὃς εἰσελθόντι ἐκ τοῦ ἀγροῦ ἐρεῖ αὐτῷ, ‘Εὐθέως παρελθὼν ἀνάπεσε’;
Luke StatResG 17:8  Ἀλλʼ οὐχὶ ἐρεῖ αὐτῷ, ‘Ἑτοίμασον τί δειπνήσω, καὶ περιζωσάμενος διακόνει μοι, ἕως φάγω καὶ πίω, καὶ μετὰ ταῦτα φάγεσαι καὶ πίεσαι σύ’;
Luke StatResG 17:9  Μὴ ἔχει χάριν τῷ δούλῳ, ὅτι ἐποίησεν τὰ διαταχθέντα;
Luke StatResG 17:10  Οὕτως καὶ ὑμεῖς ὅταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν, λέγετε, ὅτι ‘Δοῦλοι ἀχρεῖοί ἐσμεν, ὃ ὠφείλομεν ποιῆσαι πεποιήκαμεν.’”
Luke StatResG 17:11  ¶Καὶ ἐγένετο ἐν τῷ πορεύεσθαι εἰς Ἰερουσαλὴμ, καὶ αὐτὸς διήρχετο διὰ μέσον Σαμαρείας καὶ Γαλιλαίας.
Luke StatResG 17:12  Καὶ εἰσερχομένου αὐτοῦ εἴς τινα κώμην, ἀπήντησαν δέκα λεπροὶ ἄνδρες, οἳ ἔστησαν πόρρωθεν.
Luke StatResG 17:13  Καὶ αὐτοὶ ἦραν φωνὴν λέγοντες, “˚Ἰησοῦ, Ἐπιστάτα, ἐλέησον ἡμᾶς.”
Luke StatResG 17:14  Καὶ ἰδὼν, εἶπεν αὐτοῖς, “Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσιν.” Καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτοὺς, ἐκαθαρίσθησαν.
Luke StatResG 17:15  Εἷς δὲ ἐξ αὐτῶν ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψεν μετὰ φωνῆς μεγάλης δοξάζων τὸν ˚Θεόν,
Luke StatResG 17:16  καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ, εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν Σαμαρείτης.
Luke StatResG 17:17  Ἀποκριθεὶς δὲ ὁ ˚Ἰησοῦς εἶπεν, “Οὐχ οἱ δέκα ἐκαθαρίσθησαν; Οἱ δὲ ἐννέα ποῦ;
Luke StatResG 17:18  Οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ ˚Θεῷ, εἰ μὴ ὁ ἀλλογενὴς οὗτος;”
Luke StatResG 17:19  Καὶ εἶπεν αὐτῷ, “Ἀναστὰς, πορεύου· ἡ πίστις σου σέσωκέν σε!”
Luke StatResG 17:20  ¶Ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν Φαρισαίων πότε ἔρχεται ἡ Βασιλεία τοῦ ˚Θεοῦ, ἀπεκρίθη αὐτοῖς καὶ εἶπεν, “Οὐκ ἔρχεται ἡ Βασιλεία τοῦ ˚Θεοῦ μετὰ παρατηρήσεως,
Luke StatResG 17:21  οὐδὲ ἐροῦσιν, ‘Ἰδοὺ, ὧδε’, ἤ, ‘Ἐκεῖ’. Ἰδοὺ γὰρ, ἡ Βασιλεία τοῦ ˚Θεοῦ ἐντὸς ὑμῶν ἐστιν.”
Luke StatResG 17:22  ¶Εἶπεν δὲ πρὸς τοὺς μαθητάς, “Ἐλεύσονται ἡμέραι ὅτε ἐπιθυμήσετε μίαν τῶν ἡμερῶν τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου ἰδεῖν, καὶ οὐκ ὄψεσθε.
Luke StatResG 17:23  Καὶ ἐροῦσιν ὑμῖν, ‘Ἰδοὺ, ἐκεῖ’, ἤ, ‘Ἰδοὺ, ὧδε’· μὴ ἀπέλθητε μηδὲ διώξητε.
Luke StatResG 17:24  Ὥσπερ γὰρ ἡ ἀστραπὴ ἀστράπτουσα ἐκ τῆς ὑπὸ τὸν οὐρανὸν εἰς τὴν ὑπʼ οὐρανὸν λάμπει, οὕτως ἔσται ὁ Υἱὸς τοῦ Ἀνθρώπου.
Luke StatResG 17:25  Πρῶτον δὲ δεῖ αὐτὸν πολλὰ παθεῖν, καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῆς γενεᾶς ταύτης.
Luke StatResG 17:26  Καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Νῶε, οὕτως ἔσται καὶ ἐν ταῖς ἡμέραις τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου:
Luke StatResG 17:27  ἤσθιον, ἔπινον, ἐγάμουν, ἐγαμίζοντο, ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν, καὶ ἦλθεν ὁ κατακλυσμὸς καὶ ἀπώλεσεν πάντας.
Luke StatResG 17:28  Ὁμοίως καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Λώτ: ἤσθιον, ἔπινον, ἠγόραζον, ἐπώλουν, ἐφύτευον, ᾠκοδόμουν·
Luke StatResG 17:29  ᾗ δὲ ἡμέρᾳ ἐξῆλθεν Λὼτ ἀπὸ Σοδόμων, ἔβρεξεν πῦρ καὶ θεῖον ἀπʼ οὐρανοῦ καὶ ἀπώλεσεν πάντας.
Luke StatResG 17:30  Κατὰ ταῦτα ἔσται ᾗ ἡμέρᾳ, ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἀποκαλύπτεται.
Luke StatResG 17:31  Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὃς ἔσται ἐπὶ τοῦ δώματος, καὶ τὰ σκεύη αὐτοῦ ἐν τῇ οἰκίᾳ, μὴ καταβάτω ἆραι αὐτά, καὶ ὁ ἐν ἀγρῷ, ὁμοίως μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω.
Luke StatResG 17:32  Μνημονεύετε τῆς γυναικὸς Λώτ.
Luke StatResG 17:33  Ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ περιποιήσασθαι, ἀπολέσει αὐτήν, ὃς δʼ ἂν ἀπολέσῃ, ζῳογονήσει αὐτήν.
Luke StatResG 17:34  Λέγω ὑμῖν, ταύτῃ τῇ νυκτὶ ἔσονται δύο ἐπὶ κλίνης μιᾶς, ὁ εἷς παραλημφθήσεται, καὶ ὁ ἕτερος ἀφεθήσεται.
Luke StatResG 17:35  Ἔσονται δύο ἀλήθουσαι ἐπὶ τὸ αὐτό, ἡ μία παραλημφθήσεται, ἡ δὲ ἑτέρα ἀφεθήσεται.”
Luke StatResG 17:37  Καὶ ἀποκριθέντες λέγουσιν αὐτῷ, “Ποῦ, ˚Κύριε;” Ὁ δὲ εἶπεν αὐτοῖς, “Ὅπου τὸ σῶμα, ἐκεῖ καὶ οἱ ἀετοὶ ἐπισυναχθήσονται.”