LUKE
Chapter 20
Luke | StatResG | 20:1 | ¶Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν, διδάσκοντος αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ, καὶ εὐαγγελιζομένου, ἐπέστησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροις, | |
Luke | StatResG | 20:2 | καὶ εἶπαν λέγοντες πρὸς αὐτόν, “Εἰπὸν ἡμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην;” | |
Luke | StatResG | 20:5 | Οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτοὺς λέγοντες, ὅτι “Ἐὰν εἴπωμεν, ‘Ἐξ οὐρανοῦ’, ἐρεῖ, ‘Διὰ τί οὐκ ἐπιστεύσατε αὐτῷ;’ | |
Luke | StatResG | 20:6 | Ἐὰν δὲ εἴπωμεν, ‘Ἐξ ἀνθρώπων’, ὁ λαὸς ἅπας καταλιθάσει ἡμᾶς, πεπεισμένος γάρ ἐστιν Ἰωάννην προφήτην εἶναι.” | |
Luke | StatResG | 20:9 | ¶Ἤρξατο δὲ πρὸς τὸν λαὸν λέγειν τὴν παραβολὴν ταύτην: “Ἄνθρωπος ἐφύτευσεν ἀμπελῶνα, καὶ ἐξέδετο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν χρόνους ἱκανούς. | |
Luke | StatResG | 20:10 | Καὶ καιρῷ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς δοῦλον, ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος δώσουσιν αὐτῷ. Οἱ δὲ γεωργοὶ ἐξαπέστειλαν αὐτὸν, δείραντες κενόν. | |
Luke | StatResG | 20:11 | Καὶ προσέθετο ἕτερον πέμψαι δοῦλον· οἱ δὲ, κἀκεῖνον δείραντες καὶ ἀτιμάσαντες, ἐξαπέστειλαν κενόν. | |
Luke | StatResG | 20:13 | Εἶπεν δὲ ὁ κύριος τοῦ ἀμπελῶνος, ‘Τί ποιήσω; Πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν· ἴσως τοῦτον ἐντραπήσονται.’ | |
Luke | StatResG | 20:14 | Ἰδόντες δὲ αὐτὸν, οἱ γεωργοὶ διελογίζοντο πρὸς ἀλλήλους λέγοντες, ‘Οὗτός ἐστιν ὁ κληρονόμος· ἀποκτείνωμεν αὐτόν, ἵνα ἡμῶν γένηται ἡ κληρονομία.’ | |
Luke | StatResG | 20:15 | Καὶ ἐκβαλόντες αὐτὸν ἔξω τοῦ ἀμπελῶνος, ἀπέκτειναν. Τί οὖν ποιήσει αὐτοῖς ὁ κύριος τοῦ ἀμπελῶνος; | |
Luke | StatResG | 20:16 | Ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις.” Ἀκούσαντες δὲ εἶπαν, “Μὴ γένοιτο!” | |
Luke | StatResG | 20:17 | Ὁ δὲ ἐμβλέψας αὐτοῖς εἶπεν, “Τί οὖν ἐστιν τὸ γεγραμμένον τοῦτο, ‘Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας’; | |
Luke | StatResG | 20:18 | Πᾶς ὁ πεσὼν ἐπʼ ἐκεῖνον τὸν λίθον, συνθλασθήσεται· ἐφʼ ὃν δʼ ἂν πέσῃ, λικμήσει αὐτόν.” | |
Luke | StatResG | 20:19 | Καὶ ἐζήτησαν οἱ γραμματεῖς καὶ οἱ ἀρχιερεῖς ἐπιβαλεῖν ἐπʼ αὐτὸν τὰς χεῖρας, ἐν αὐτῇ τῇ ὥρᾳ, καὶ ἐφοβήθησαν τὸν λαόν, ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς εἶπεν τὴν παραβολὴν ταύτην. | |
Luke | StatResG | 20:20 | ¶Καὶ παρατηρήσαντες, ἀπέστειλαν ἐγκαθέτους ὑποκρινομένους ἑαυτοὺς δικαίους εἶναι, ἵνα ἐπιλάβωνται αὐτοῦ λόγου, ὥστε παραδοῦναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγεμόνος. | |
Luke | StatResG | 20:21 | Καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες, “Διδάσκαλε, οἴδαμεν ὅτι ὀρθῶς λέγεις, καὶ διδάσκεις, καὶ οὐ λαμβάνεις πρόσωπον, ἀλλʼ ἐπʼ ἀληθείας τὴν ὁδὸν τοῦ ˚Θεοῦ διδάσκεις. | |
Luke | StatResG | 20:24 | “Δείξατέ μοι δηνάριον· τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν;” οἱ δὲ εἶπαν, “Καίσαρος.” | |
Luke | StatResG | 20:25 | Ὁ δὲ εἶπεν πρὸς αὐτούς, “Τοίνυν ἀπόδοτε τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ ˚Θεοῦ τῷ ˚Θεῷ.” | |
Luke | StatResG | 20:26 | Καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι τοῦ ῥήματος ἐναντίον τοῦ λαοῦ, καὶ θαυμάσαντες ἐπὶ τῇ ἀποκρίσει αὐτοῦ, ἐσίγησαν. | |
Luke | StatResG | 20:27 | ¶Προσελθόντες δέ τινες τῶν Σαδδουκαίων, οἱ λέγοντες ἀνάστασιν μὴ εἶναι, ἐπηρώτησαν αὐτὸν | |
Luke | StatResG | 20:28 | λέγοντες, “Διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν, ‘Ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα, καὶ οὗτος ἄτεκνος ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα, καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.’ | |
Luke | StatResG | 20:31 | καὶ ὁ τρίτος ἔλαβεν αὐτήν, ὡσαύτως δὲ καὶ οἱ ἑπτὰ, οὐ κατέλιπον τέκνα, καὶ ἀπέθανον. | |
Luke | StatResG | 20:33 | Ἐν τῇ οὖν ἀναστάσει, τίνος αὐτῶν γίνεται γυνή; Οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.” | |
Luke | StatResG | 20:34 | ¶Καὶ εἶπεν αὐτοῖς ὁ ˚Ἰησοῦς, “Οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσιν καὶ γαμίσκονται, | |
Luke | StatResG | 20:35 | οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου, τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν, οὔτε γαμοῦσιν οὔτε γαμίζονται· | |
Luke | StatResG | 20:36 | οὐδὲ γὰρ ἀποθανεῖν ἔτι δύνανται, ἰσάγγελοι γάρ εἰσιν, καὶ υἱοί εἰσιν ˚Θεοῦ, τῆς ἀναστάσεως υἱοὶ ὄντες. | |
Luke | StatResG | 20:37 | Ὅτι δὲ ἐγείρονται οἱ νεκροὶ, καὶ Μωϋσῆς ἐμήνυσεν ἐπὶ τῆς βάτου, ὡς λέγει ˚Κύριον, ‘τὸν ˚Θεὸν Ἀβραὰμ, καὶ ˚Θεὸν Ἰσαὰκ, καὶ ˚Θεὸν Ἰακώβ’. | |
Luke | StatResG | 20:42 | Αὐτὸς γὰρ Δαυὶδ λέγει ἐν βίβλῳ Ψαλμῶν, ‘Εἶπεν ὁ ˚Κύριος τῷ ˚Κυρίῳ μου, “Κάθου ἐκ δεξιῶν μου, | |
Luke | StatResG | 20:46 | “Προσέχετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων περιπατεῖν ἐν στολαῖς, καὶ φιλούντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς, καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς, καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις, | |