LUKE
Chapter 12
Luke | StatResG | 12:1 | ¶Ἐν οἷς ἐπισυναχθεισῶν τῶν μυριάδων τοῦ ὄχλου, ὥστε καταπατεῖν ἀλλήλους, ἤρξατο λέγειν πρὸς τοὺς μαθητὰς αὐτοῦ πρῶτον, “Προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύμης, τῶν Φαρισαίων, ἥτις ἐστὶν ὑπόκρισις. | |
Luke | StatResG | 12:2 | Οὐδὲν δὲ συγκεκαλυμμένον ἐστὶν, ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται. | |
Luke | StatResG | 12:3 | Ἀνθʼ ὧν ὅσα ἐν τῇ σκοτίᾳ εἴπατε, ἐν τῷ φωτὶ ἀκουσθήσεται, καὶ ὃ πρὸς τὸ οὖς ἐλαλήσατε ἐν τοῖς ταμείοις, κηρυχθήσεται ἐπὶ τῶν δωμάτων. | |
Luke | StatResG | 12:4 | ¶Λέγω δὲ ὑμῖν, τοῖς φίλοις μου, μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, καὶ μετὰ ταῦτα μὴ ἐχόντων περισσότερόν τι ποιῆσαι. | |
Luke | StatResG | 12:5 | Ὑποδείξω δὲ ὑμῖν τίνα φοβηθῆτε: φοβήθητε τὸν μετὰ τὸ ἀποκτεῖναι, ἔχοντα ἐξουσίαν ἐμβαλεῖν εἰς τὴν Γέενναν· ναί, λέγω ὑμῖν, τοῦτον φοβήθητε. | |
Luke | StatResG | 12:6 | Οὐχὶ πέντε στρουθία πωλοῦνται ἀσσαρίων δύο; Καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ ˚Θεοῦ. | |
Luke | StatResG | 12:7 | Ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται. Μὴ φοβεῖσθε, πολλῶν στρουθίων διαφέρετε. | |
Luke | StatResG | 12:8 | ¶Λέγω δὲ ὑμῖν, πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ Υἱὸς τοῦ Ἀνθρώπου ὁμολογήσει, ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ ˚Θεοῦ· | |
Luke | StatResG | 12:9 | ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων, ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ ˚Θεοῦ. | |
Luke | StatResG | 12:10 | Καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν Υἱὸν τοῦ Ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ Ἅγιον ˚Πνεῦμα βλασφημήσαντι, οὐκ ἀφεθήσεται. | |
Luke | StatResG | 12:11 | Ὅταν δὲ εἰσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς, καὶ τὰς ἀρχὰς, καὶ τὰς ἐξουσίας, μὴ μεριμνήσητε πῶς ἢ τί ἀπολογήσησθε ἢ τί εἴπητε· | |
Luke | StatResG | 12:13 | ¶Εἶπεν δέ τις ἐκ τοῦ ὄχλου αὐτῷ, “Διδάσκαλε, εἰπὲ τῷ ἀδελφῷ μου μερίσασθαι μετʼ ἐμοῦ τὴν κληρονομίαν.” | |
Luke | StatResG | 12:15 | Εἶπεν δὲ πρὸς αὐτούς, “Ὁρᾶτε καὶ φυλάσσεσθε ἀπὸ πάσης πλεονεξίας, ὅτι οὐκ ἐν τῷ περισσεύειν τινὶ, ἡ ζωὴ αὐτοῦ ἐστιν ἐκ τῶν ὑπαρχόντων αὐτῷ.” | |
Luke | StatResG | 12:16 | Εἶπεν δὲ παραβολὴν πρὸς αὐτοὺς λέγων, “Ἀνθρώπου τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα. | |
Luke | StatResG | 12:17 | Καὶ διελογίζετο ἐν ἑαυτῷ λέγων, ‘Τί ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου;’ | |
Luke | StatResG | 12:18 | Καὶ εἶπεν, ‘Τοῦτο ποιήσω: καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω, καὶ συνάξω ἐκεῖ πάντα τὸν σῖτον καὶ τὰ ἀγαθά μου. | |
Luke | StatResG | 12:19 | Καὶ ἐρῶ τῇ ψυχῇ μου, “Ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου.”’ | |
Luke | StatResG | 12:20 | Εἶπεν δὲ αὐτῷ ὁ ˚Θεός, ‘Ἄφρων, ταύτῃ τῇ νυκτὶ, τὴν ψυχήν σου αἰτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας, τίνι ἔσται;’ | |
Luke | StatResG | 12:22 | ¶Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς “Διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ, τί φάγητε μηδὲ τῷ σώματι τί ἐνδύσησθε. | |
Luke | StatResG | 12:24 | Κατανοήσατε τοὺς κόρακας, ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν, οἷς οὐκ ἔστιν ταμεῖον οὐδὲ ἀποθήκη, καὶ ὁ ˚Θεὸς τρέφει αὐτούς. Πόσῳ μᾶλλον ὑμεῖς διαφέρετε τῶν πετεινῶν! | |
Luke | StatResG | 12:27 | Κατανοήσατε τὰ κρίνα πῶς αὐξάνει, οὐ κοπιᾷ οὐδὲ νήθει· λέγω δὲ ὑμῖν, οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ, περιεβάλετο ὡς ἓν τούτων. | |
Luke | StatResG | 12:28 | Εἰ δὲ ἐν ἀγρῷ τὸν χόρτον ὄντα σήμερον, καὶ αὔριον εἰς κλίβανον βαλλόμενον, ὁ ˚Θεὸς οὕτως ἀμφιέζει, πόσῳ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι; | |
Luke | StatResG | 12:30 | Ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμου ἐπιζητοῦσιν, ὑμῶν δὲ ὁ Πατὴρ οἶδεν ὅτι χρῄζετε τούτων. | |
Luke | StatResG | 12:32 | ¶Μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον, ὅτι εὐδόκησεν ὁ Πατὴρ ὑμῶν, δοῦναι ὑμῖν τὴν βασιλείαν. | |
Luke | StatResG | 12:33 | Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν, καὶ δότε ἐλεημοσύνην. Ποιήσατε ἑαυτοῖς βαλλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς, ὅπου κλέπτης οὐκ ἐγγίζει οὐδὲ σὴς διαφθείρει. | |
Luke | StatResG | 12:36 | καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν, πότε ἀναλύσῃ ἐκ τῶν γάμων, ἵνα ἐλθόντος καὶ κρούσαντος, εὐθέως ἀνοίξωσιν αὐτῷ. | |
Luke | StatResG | 12:37 | Μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν, ὁ ˚Κύριος εὑρήσει γρηγοροῦντας. Ἀμὴν, λέγω ὑμῖν ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτοὺς, καὶ παρελθὼν, διακονήσει αὐτοῖς. | |
Luke | StatResG | 12:38 | Κἂν ἐν τῇ δευτέρᾳ κἂν ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ, καὶ εὕρῃ οὕτως, μακάριοί εἰσιν ἐκεῖνοι! | |
Luke | StatResG | 12:39 | ¶Τοῦτο δὲ γινώσκετε, ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν ἀφῆκεν διορυχθῆναι τὸν οἶκον αὐτοῦ. | |
Luke | StatResG | 12:41 | ¶Εἶπεν δὲ ὁ Πέτρος, “˚Κύριε, πρὸς ἡμᾶς τὴν παραβολὴν ταύτην λέγεις, ἢ καὶ πρὸς πάντας;” | |
Luke | StatResG | 12:42 | Καὶ εἶπεν ὁ ˚Κύριος, “Τίς ἄρα ἐστὶν ὁ πιστὸς οἰκονόμος ὁ φρόνιμος, ὃν καταστήσει ὁ ˚Κύριος ἐπὶ τῆς θεραπείας αὐτοῦ, τοῦ διδόναι ἐν καιρῷ σιτομέτριον; | |
Luke | StatResG | 12:45 | Ἐὰν δὲ εἴπῃ ὁ δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ, ‘Χρονίζει ὁ κύριός μου ἔρχεσθαι’, καὶ ἄρξηται τύπτειν τοὺς παῖδας καὶ τὰς παιδίσκας, ἐσθίειν τε καὶ πίνειν καὶ μεθύσκεσθαι, | |
Luke | StatResG | 12:46 | ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ, καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, καὶ διχοτομήσει αὐτὸν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει. | |
Luke | StatResG | 12:47 | Ἐκεῖνος δὲ ὁ δοῦλος, ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ, καὶ μὴ ἑτοιμάσας ἢ ποιήσας πρὸς τὸ θέλημα αὐτοῦ, δαρήσεται πολλάς· | |
Luke | StatResG | 12:48 | ὁ δὲ μὴ γνοὺς, ποιήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας. Παντὶ δὲ ᾧ ἐδόθη πολύ, πολὺ ζητηθήσεται παρʼ αὐτοῦ, καὶ ᾧ παρέθεντο πολύ, περισσότερον αἰτήσουσιν αὐτόν. | |
Luke | StatResG | 12:51 | Δοκεῖτε ὅτι εἰρήνην παρεγενόμην δοῦναι ἐν τῇ γῇ; Οὐχί, λέγω ὑμῖν, ἀλλʼ ἢ διαμερισμόν. | |
Luke | StatResG | 12:52 | Ἔσονται γὰρ ἀπὸ τοῦ νῦν, πέντε ἐν ἑνὶ οἴκῳ διαμεμερισμένοι, τρεῖς ἐπὶ δυσὶν, καὶ δύο ἐπὶ τρισίν. | |
Luke | StatResG | 12:53 | Διαμερισθήσονται πατὴρ ἐπὶ υἱῷ, καὶ υἱὸς ἐπὶ πατρί, μήτηρ ἐπὶ θυγατέρα, καὶ θυγάτηρ ἐπὶ τὴν μητέρα, πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς, καὶ νύμφη ἐπὶ τὴν πενθεράν.” | |
Luke | StatResG | 12:54 | ¶Ἔλεγεν δὲ καὶ τοῖς ὄχλοις, “Ὅταν ἴδητε νεφέλην ἀνατέλλουσαν ἐπὶ δυσμῶν, εὐθέως λέγετε, ὅτι ‘Ὄμβρος ἔρχεται’, καὶ γίνεται οὕτως. | |
Luke | StatResG | 12:56 | Ὑποκριταί! Τὸ πρόσωπον τῆς γῆς καὶ τοῦ οὐρανοῦ οἴδατε δοκιμάζειν, τὸν καιρὸν δὲ τοῦτον, πῶς οὐκ οἴδατε δοκιμάζειν; | |
Luke | StatResG | 12:58 | Ὡς γὰρ ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπʼ ἄρχοντα ἐν τῇ ὁδῷ, δὸς ἐργασίαν ἀπηλλάχθαι ἀπʼ αὐτοῦ, μήποτε κατασύρῃ σε πρὸς τὸν κριτήν, καὶ ὁ κριτής σε παραδώσει τῷ πράκτορι, καὶ ὁ πράκτωρ σε βαλεῖ εἰς φυλακήν. | |