LUKE
Chapter 21
Luke | StatResG | 21:4 | πάντες γὰρ οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ δῶρα, αὕτη δὲ ἐκ τοῦ ὑστερήματος αὐτῆς, πάντα τὸν βίον ὃν εἶχεν ἔβαλεν.” | |
Luke | StatResG | 21:5 | ¶Καί τινων λεγόντων περὶ τοῦ ἱεροῦ ὅτι λίθοις καλοῖς καὶ ἀναθήμασιν κεκόσμηται, εἶπεν, | |
Luke | StatResG | 21:6 | “Ταῦτα ἃ θεωρεῖτε, ἐλεύσονται ἡμέραι ἐν αἷς οὐκ ἀφεθήσεται λίθος ἐπὶ λίθῳ, ὧδε, ὃς οὐ καταλυθήσεται.” | |
Luke | StatResG | 21:7 | ¶Ἐπηρώτησαν δὲ αὐτὸν λέγοντες, “Διδάσκαλε, πότε οὖν ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα γίνεσθαι;” | |
Luke | StatResG | 21:8 | Ὁ δὲ εἶπεν, “Βλέπετε, μὴ πλανηθῆτε· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες, ‘Ἐγώ εἰμι’, καί, ‘Ὁ καιρὸς ἤγγικεν.’ Μὴ πορευθῆτε ὀπίσω αὐτῶν. | |
Luke | StatResG | 21:9 | Ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας, μὴ πτοηθῆτε· δεῖ γὰρ ταῦτα γενέσθαι πρῶτον, ἀλλʼ οὐκ εὐθέως τὸ τέλος.” | |
Luke | StatResG | 21:11 | σεισμοί τε μεγάλοι, καὶ κατὰ τόπους, λιμοὶ καὶ λοιμοὶ ἔσονται, φόβητρά τε καὶ σημεῖα ἀπʼ οὐρανοῦ μεγάλα ἔσται. | |
Luke | StatResG | 21:12 | ¶Πρὸ δὲ τούτων πάντων, ἐπιβαλοῦσιν ἐφʼ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσιν, παραδιδόντες εἰς τὰς συναγωγὰς καὶ φυλακάς, ἀπαγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου. | |
Luke | StatResG | 21:15 | ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντιστῆναι ἢ ἀντειπεῖν πάντες οἱ ἀντικείμενοι ὑμῖν. | |
Luke | StatResG | 21:16 | Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ ἀδελφῶν, καὶ συγγενῶν, καὶ φίλων, καὶ θανατώσουσιν ἐξ ὑμῶν. | |
Luke | StatResG | 21:20 | ¶Ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων Ἰερουσαλήμ, τότε γνῶτε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς. | |
Luke | StatResG | 21:21 | Τότε οἱ ἐν τῇ Ἰουδαίᾳ, φευγέτωσαν εἰς τὰ ὄρη, καὶ οἱ ἐν μέσῳ αὐτῆς, ἐκχωρείτωσαν, καὶ οἱ ἐν ταῖς χώραις, μὴ εἰσερχέσθωσαν εἰς αὐτήν. | |
Luke | StatResG | 21:23 | Οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις· ἔσται γὰρ ἀνάγκη μεγάλη ἐπὶ τῆς γῆς, καὶ ὀργὴ τῷ λαῷ τούτῳ. | |
Luke | StatResG | 21:24 | Καὶ πεσοῦνται στόματι μαχαίρας, καὶ αἰχμαλωτισθήσονται εἰς τὰ ἔθνη· πάντα· καὶ Ἰερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν, ἄχρι οὗ πληρωθῶσιν καιροὶ ἐθνῶν. | |
Luke | StatResG | 21:25 | ¶Καὶ ἔσονται σημεῖα ἐν ἡλίῳ, καὶ σελήνῃ, καὶ ἄστροις, καὶ ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν, ἐν ἀπορίᾳ ἤχους θαλάσσης καὶ σάλου, | |
Luke | StatResG | 21:26 | ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ, αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. | |
Luke | StatResG | 21:27 | Καὶ τότε ὄψονται ‘τὸν Υἱὸν τοῦ Ἀνθρώπου, ἐρχόμενον ἐν νεφέλῃ’ μετὰ δυνάμεως καὶ δόξης πολλῆς. | |
Luke | StatResG | 21:28 | Ἀρχομένων δὲ τούτων γίνεσθαι, ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν, διότι ἐγγίζει ἡ ἀπολύτρωσις ὑμῶν.” | |
Luke | StatResG | 21:30 | ὅταν προβάλωσιν ἤδη, βλέποντες ἀφʼ ἑαυτῶν, γινώσκετε ὅτι ἤδη ἐγγὺς τὸ θέρος ἐστίν. | |
Luke | StatResG | 21:31 | Οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἡ Βασιλεία τοῦ ˚Θεοῦ. | |
Luke | StatResG | 21:34 | ¶Προσέχετε δὲ ἑαυτοῖς, μήποτε βαρηθῶσιν αἱ καρδίαι ὑμῶν ἐν κραιπάλῃ, καὶ μέθῃ, καὶ μερίμναις βιωτικαῖς, καὶ ἐπιστῇ ἐφʼ ὑμᾶς αἰφνίδιος ἡ ἡμέρα ἐκείνη | |
Luke | StatResG | 21:35 | ὡς παγίς· ἐπεισελεύσεται γὰρ ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς. | |
Luke | StatResG | 21:36 | Ἀγρυπνεῖτε δὲ ἐν παντὶ καιρῷ, δεόμενοι ἵνα κατισχύσητε ἐκφυγεῖν ταῦτα πάντα τὰ μέλλοντα γίνεσθαι, καὶ σταθῆναι ἔμπροσθεν τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου.” | |
Luke | StatResG | 21:37 | ¶Ἦν δὲ τὰς ἡμέρας ἐν τῷ ἱερῷ διδάσκων, τὰς δὲ νύκτας ἐξερχόμενος, ηὐλίζετο εἰς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν. | |