Site uses cookies to provide basic functionality.

OK
LUKE
Prev Up Next Toggle notes
Chapter 1
Luke StatResG 1:1  ¶Ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν, περὶ τῶν πεπληροφορημένων ἐν ἡμῖν πραγμάτων,
Luke StatResG 1:2  καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπʼ ἀρχῆς, αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου,
Luke StatResG 1:3  ἔδοξε κἀμοὶ παρηκολουθηκότι ἄνωθεν πᾶσιν ἀκριβῶς, καθεξῆς σοι γράψαι, κράτιστε Θεόφιλε,
Luke StatResG 1:4  ἵνα ἐπιγνῷς περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν.
Luke StatResG 1:5  ¶Ἐγένετο ἐν ταῖς ἡμέραις Ἡρῴδου βασιλέως τῆς Ἰουδαίας, ἱερεύς τις ὀνόματι Ζαχαρίας ἐξ ἐφημερίας Ἀβιά, καὶ γυνὴ αὐτῷ ἐκ τῶν θυγατέρων Ἀαρών, καὶ τὸ ὄνομα αὐτῆς, Ἐλισάβετ.
Luke StatResG 1:6  Ἦσαν δὲ δίκαιοι ἀμφότεροι ἐναντίον τοῦ ˚Θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασιν τοῦ ˚Κυρίου ἄμεμπτοι.
Luke StatResG 1:7  Καὶ οὐκ ἦν αὐτοῖς τέκνον, καθότι ἡ Ἐλισάβετ ἦν στεῖρα, καὶ ἀμφότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν.
Luke StatResG 1:8  ¶Ἐγένετο δὲ ἐν τῷ ἱερατεύειν αὐτὸν, ἐν τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ ἔναντι τοῦ ˚Θεοῦ,
Luke StatResG 1:9  κατὰ τὸ ἔθος τῆς ἱερατείας, ἔλαχε τοῦ θυμιᾶσαι, εἰσελθὼν εἰς τὸν ναὸν τοῦ ˚Κυρίου.
Luke StatResG 1:10  Καὶ πᾶν τὸ πλῆθος ἦν τοῦ λαοῦ προσευχόμενον ἔξω τῇ ὥρᾳ τοῦ θυμιάματος.
Luke StatResG 1:11  Ὤφθη δὲ αὐτῷ ἄγγελος ˚Κυρίου, ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος.
Luke StatResG 1:12  Καὶ ἐταράχθη Ζαχαρίας ἰδών, καὶ φόβος ἐπέπεσεν ἐπʼ αὐτόν.
Luke StatResG 1:13  Εἶπεν δὲ πρὸς αὐτὸν ὁ ἄγγελος, “Μὴ φοβοῦ, Ζαχαρία, διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην.
Luke StatResG 1:14  Καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις, καὶ πολλοὶ ἐπὶ τῇ γενέσει αὐτοῦ χαρήσονται.
Luke StatResG 1:15  Ἔσται γὰρ μέγας ἐνώπιον τοῦ ˚Κυρίου, καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ, καὶ ˚Πνεύματος Ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ.
Luke StatResG 1:16  Καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ ˚Κύριον, τὸν ˚Θεὸν αὐτῶν.
Luke StatResG 1:17  Καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλεία, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα, καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάσαι ˚Κυρίῳ λαὸν κατεσκευασμένον.”
Luke StatResG 1:18  Καὶ εἶπεν Ζαχαρίας πρὸς τὸν ἄγγελον, “Κατὰ τί γνώσομαι τοῦτο; Ἐγὼ γάρ εἰμι πρεσβύτης, καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς.”
Luke StatResG 1:19  Καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῷ, “Ἐγώ εἰμι Γαβριὴλ, ὁ παρεστηκὼς ἐνώπιον τοῦ ˚Θεοῦ, καὶ ἀπεστάλην λαλῆσαι πρὸς σὲ, καὶ εὐαγγελίσασθαί σοι ταῦτα.
Luke StatResG 1:20  Καὶ ἰδοὺ, ἔσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι, ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθʼ ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν.”
Luke StatResG 1:21  ¶Καὶ ἦν ὁ λαὸς προσδοκῶν τὸν Ζαχαρίαν, καὶ ἐθαύμαζον ἐν τῷ χρονίζειν αὐτόν ἐν τῷ ναῷ.
Luke StatResG 1:22  Ἐξελθὼν δὲ οὐκ ἐδύνατο λαλῆσαι αὐτοῖς, καὶ ἐπέγνωσαν ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ. Καὶ αὐτὸς ἦν διανεύων αὐτοῖς, καὶ διέμενεν κωφός.
Luke StatResG 1:23  Καὶ ἐγένετο ὡς ἐπλήσθησαν αἱ ἡμέραι τῆς λειτουργίας αὐτοῦ, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ.
Luke StatResG 1:24  ¶Μετὰ δὲ ταύτας τὰς ἡμέρας συνέλαβεν Ἐλισάβετ ἡ γυνὴ αὐτοῦ, καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε λέγουσα,
Luke StatResG 1:25  ὅτι “Οὕτως μοι πεποίηκεν ˚Κύριος, ἐν ἡμέραις αἷς ἐπεῖδεν, ἀφελεῖν ὄνειδός μου ἐν ἀνθρώποις.”
Luke StatResG 1:26  ¶Ἐν δὲ τῷ μηνὶ τῷ ἕκτῳ, ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ ἀπὸ τοῦ ˚Θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας, ᾗ ὄνομα Ναζαρὲτ,
Luke StatResG 1:27  πρὸς παρθένον ἐμνηστευμένην ἀνδρὶ, ᾧ ὄνομα Ἰωσὴφ, ἐξ οἴκου Δαυὶδ, καὶ τὸ ὄνομα τῆς παρθένου Μαριάμ.
Luke StatResG 1:28  Καὶ εἰσελθὼν ὁ ἄγγελος πρὸς αὐτὴν, εἶπεν, “Χαῖρε, κεχαριτωμένη! Ὁ ˚Κύριος μετὰ σοῦ.”
Luke StatResG 1:29  Ἡ δὲ ἐπὶ τῷ λόγῳ διεταράχθη, καὶ διελογίζετο ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος.
Luke StatResG 1:30  Καὶ εἶπεν ὁ ἄγγελος αὐτῇ, “Μὴ φοβοῦ, Μαριάμ, εὗρες γὰρ χάριν παρὰ τῷ ˚Θεῷ.
Luke StatResG 1:31  Καὶ ἰδοὺ, συλλήμψῃ ἐν γαστρὶ, καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ˚Ἰησοῦν.
Luke StatResG 1:32  Οὗτος ἔσται μέγας, καὶ Υἱὸς Ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ ˚Κύριος ὁ ˚Θεὸς τὸν θρόνον Δαυὶδ, τοῦ πατρὸς αὐτοῦ,
Luke StatResG 1:33  καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ, εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ, οὐκ ἔσται τέλος.”
Luke StatResG 1:34  Εἶπεν δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον, “Πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;”
Luke StatResG 1:35  Καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ, “˚Πνεῦμα Ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον Ἅγιον κληθήσεται, Υἱὸς ˚Θεοῦ.
Luke StatResG 1:36  Καὶ ἰδοὺ, Ἐλισάβετ, ἡ συγγενίς σου, καὶ αὐτὴ συνείληφεν υἱὸν ἐν γήρει αὐτῆς, καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ.
Luke StatResG 1:37  Ὅτι οὐκ ἀδυνατήσει παρὰ τοῦ ˚Θεοῦ πᾶν ῥῆμα.”
Luke StatResG 1:38  Εἶπεν δὲ Μαριάμ, “Ἰδοὺ, ἡ δούλη ˚Κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου.” Καὶ ἀπῆλθεν ἀπʼ αὐτῆς ὁ ἄγγελος.
Luke StatResG 1:39  ¶Ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα,
Luke StatResG 1:40  καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν Ἐλισάβετ.
Luke StatResG 1:41  Καὶ ἐγένετο, ὡς ἤκουσεν τὸν ἀσπασμὸν τῆς Μαρίας ἡ Ἐλισάβετ, ἐσκίρτησεν τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη ˚Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ,
Luke StatResG 1:42  καὶ ἀνεφώνησεν φωνῇ μεγάλῃ καὶ εἶπεν, “Εὐλογημένη σὺ ἐν γυναιξίν, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου.
Luke StatResG 1:43  Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ ˚Κυρίου μου πρὸς ἐμέ;
Luke StatResG 1:44  Ἰδοὺ γὰρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου.
Luke StatResG 1:45  Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ ˚Κυρίου.”
Luke StatResG 1:46  ¶Καὶ εἶπεν Μαριάμ: “Μεγαλύνει ἡ ψυχή μου τὸν ˚Κύριον,
Luke StatResG 1:47  καὶ ἠγαλλίασεν τὸ πνεῦμά μου ἐπὶ τῷ ˚Θεῷ, τῷ Σωτῆρί μου.
Luke StatResG 1:48  Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ, ἀπὸ τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ γενεαί.
Luke StatResG 1:49  Ὅτι ἐποίησέν μοι μεγάλα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ.
Luke StatResG 1:50  ‘Καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰς καὶ γενεὰς, τοῖς φοβουμένοις αὐτόν.’
Luke StatResG 1:51  Ἐποίησεν κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.
Luke StatResG 1:52  Καθεῖλεν δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσεν ταπεινούς.
Luke StatResG 1:53  ‘Πεινῶντας ἐνέπλησεν ἀγαθῶν’, καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς.
Luke StatResG 1:54  Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους,
Luke StatResG 1:55  καθὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ, εἰς τὸν αἰῶνα.”
Luke StatResG 1:56  Ἔμεινεν δὲ Μαριὰμ σὺν αὐτῇ ὡς μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Luke StatResG 1:57  ¶Τῇ δὲ Ἐλισάβετ ἐπλήσθη ὁ χρόνος, τοῦ τεκεῖν αὐτήν, καὶ ἐγέννησεν υἱόν.
Luke StatResG 1:58  Καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ὅτι ἐμεγάλυνεν ˚Κύριος τὸ ἔλεος αὐτοῦ μετʼ αὐτῆς, καὶ συνέχαιρον αὐτῇ.
Luke StatResG 1:59  Καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ἦλθον περιτεμεῖν τὸ παιδίον, καὶ ἐκάλουν αὐτὸ ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ, Ζαχαρίαν.
Luke StatResG 1:60  Καὶ ἀποκριθεῖσα ἡ μήτηρ αὐτοῦ εἶπεν, “Οὐχί, ἀλλὰ κληθήσεται Ἰωάννης.”
Luke StatResG 1:61  Καὶ εἶπον πρὸς αὐτὴν, ὅτι “Οὐδείς ἐστιν ἐκ τῆς συγγενείας σου, ὃς καλεῖται τῷ ὀνόματι τούτῳ.”
Luke StatResG 1:62  Ἐνένευον δὲ τῷ πατρὶ αὐτοῦ, τὸ τί ἂν θέλοι καλεῖσθαι αὐτό.
Luke StatResG 1:63  Καὶ αἰτήσας πινακίδιον, ἔγραψεν λέγων, “Ἰωάννης ἐστὶν ὄνομα αὐτοῦ.” Καὶ ἐθαύμασαν πάντες.
Luke StatResG 1:64  Ἀνεῴχθη δὲ τὸ στόμα αὐτοῦ παραχρῆμα, καὶ ἡ γλῶσσα αὐτοῦ, καὶ ἐλάλει εὐλογῶν τὸν ˚Θεόν.
Luke StatResG 1:65  Καὶ ἐγένετο ἐπὶ πάντας φόβος, τοὺς περιοικοῦντας αὐτούς, καὶ ἐν ὅλῃ τῇ ὀρεινῇ τῆς Ἰουδαίας διελαλεῖτο πάντα τὰ ῥήματα ταῦτα.
Luke StatResG 1:66  Καὶ ἔθεντο πάντες οἱ ἀκούσαντες ἐν τῇ καρδίᾳ αὐτῶν, λέγοντες, “Τί ἄρα τὸ παιδίον τοῦτο ἔσται;” Καὶ γὰρ χεὶρ ˚Κυρίου ἦν μετʼ αὐτοῦ.
Luke StatResG 1:67  ¶Καὶ Ζαχαρίας ὁ πατὴρ αὐτοῦ, ἐπλήσθη ˚Πνεύματος Ἁγίου καὶ ἐπροφήτευσεν λέγων,
Luke StatResG 1:68  “Εὐλογητὸς ˚Κύριος ὁ ˚Θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησεν λύτρωσιν τῷ λαῷ αὐτοῦ,
Luke StatResG 1:69  καὶ ἤγειρεν κέρας σωτηρίας ἡμῖν, ἐν οἴκῳ Δαυὶδ, παιδὸς αὐτοῦ,
Luke StatResG 1:70  (καθὼς ἐλάλησεν διὰ στόματος τῶν ἁγίων ἀπʼ αἰῶνος προφητῶν αὐτοῦ),
Luke StatResG 1:71  σωτηρίαν ‘ἐξ ἐχθρῶν ἡμῶν, καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς’,
Luke StatResG 1:72  ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν, καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ,
Luke StatResG 1:73  ὅρκον ὃν ὤμοσεν πρὸς Ἀβραὰμ, τὸν πατέρα ἡμῶν, τοῦ δοῦναι ἡμῖν
Luke StatResG 1:74  ἀφόβως ἐκ χειρὸς ἐχθρῶν ῥυσθέντας, λατρεύειν αὐτῷ
Luke StatResG 1:75  ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ, πάσαις ταῖς ἡμέραις ἡμῶν.
Luke StatResG 1:76  Καὶ σὺ δέ, παιδίον, προφήτης Ὑψίστου κληθήσῃ, ‘προπορεύσῃ γὰρ ἐνώπιον ˚Κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ’,
Luke StatResG 1:77  τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ, ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν,
Luke StatResG 1:78  διὰ σπλάγχνα ἐλέους ˚Θεοῦ ἡμῶν, ἐν οἷς ἐπισκέψεται ἡμᾶς ἀνατολὴ ἐξ ὕψους,
Luke StatResG 1:79  ‘ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις’, τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης.”
Luke StatResG 1:80  ¶Τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι, καὶ ἦν ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν Ἰσραήλ.