Site uses cookies to provide basic functionality.

OK
LUKE
Prev Up Next Toggle notes
Chapter 19
Luke StatResG 19:1  ¶Καὶ εἰσελθὼν, διήρχετο τὴν Ἰεριχώ.
Luke StatResG 19:2  Καὶ ἰδοὺ, ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος, καὶ αὐτὸς ἦν ἀρχιτελώνης, καὶ αὐτὸς πλούσιος.
Luke StatResG 19:3  Καὶ ἐζήτει ἰδεῖν τὸν ˚Ἰησοῦν τίς ἐστιν, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου, ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν.
Luke StatResG 19:4  Καὶ προδραμὼν ἔμπροσθεν, ἀνέβη ἐπὶ συκομορέαν, ἵνα ἴδῃ αὐτόν, ὅτι ἐκείνης ἤμελλεν διέρχεσθαι.
Luke StatResG 19:5  Καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας, ὁ ˚Ἰησοῦς εἶπεν πρὸς αὐτόν, “Ζακχαῖε, σπεύσας κατάβηθι, σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι.”
Luke StatResG 19:6  Καὶ σπεύσας, κατέβη καὶ ὑπεδέξατο αὐτὸν χαίρων.
Luke StatResG 19:7  Καὶ ἰδόντες, πάντες διεγόγγυζον λέγοντες, ὅτι “Παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθεν καταλῦσαι.”
Luke StatResG 19:8  Σταθεὶς δὲ, Ζακχαῖος εἶπεν πρὸς τὸν ˚Κύριον, “Ἰδοὺ, τὰ ἡμίσιά μου τῶν ὑπαρχόντων, ˚Κύριε, τοῖς πτωχοῖς δίδωμι, καὶ εἴ τινός τι ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν.”
Luke StatResG 19:9  Εἶπεν δὲ πρὸς αὐτὸν ὁ ˚Ἰησοῦς, ὅτι “Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν.
Luke StatResG 19:10  Ἦλθεν γὰρ ὁ Υἱὸς τοῦ Ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.”
Luke StatResG 19:11  ¶Ἀκουόντων δὲ αὐτῶν ταῦτα προσθεὶς, εἶπεν παραβολὴν διὰ τὸ ἐγγὺς εἶναι Ἰερουσαλὴμ αὐτὸν, καὶ δοκεῖν αὐτοὺς ὅτι παραχρῆμα μέλλει ἡ Βασιλεία τοῦ ˚Θεοῦ ἀναφαίνεσθαι.
Luke StatResG 19:12  Εἶπεν οὖν, “Ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν, λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι.
Luke StatResG 19:13  Καλέσας δὲ δέκα δούλους ἑαυτοῦ, ἔδωκεν αὐτοῖς δέκα μνᾶς, καὶ εἶπεν πρὸς αὐτούς, ‘Πραγματεύσασθαι ἐν ᾧ ἔρχομαι.’
Luke StatResG 19:14  Οἱ δὲ πολῖται αὐτοῦ ἐμίσουν αὐτόν, καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ λέγοντες, ‘Οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφʼ ἡμᾶς.’
Luke StatResG 19:15  Καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτὸν, λαβόντα τὴν βασιλείαν, καὶ εἶπεν φωνηθῆναι αὐτῷ τοὺς δούλους τούτους οἷς δεδώκει τὸ ἀργύριον, ἵνα γνοῖ τί διεπραγματεύσαντο.
Luke StatResG 19:16  Παρεγένετο δὲ ὁ πρῶτος λέγων, ‘Κύριε, ἡ μνᾶ σου, δέκα προσηργάσατο μνᾶς.’
Luke StatResG 19:17  Καὶ εἶπεν αὐτῷ, ‘Εὖ ἀγαθὲ δοῦλε! Ὅτι ἐν ἐλαχίστῳ, πιστὸς ἐγένου, ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων.’
Luke StatResG 19:18  Καὶ ἦλθεν ὁ δεύτερος λέγων, ‘Ἡ μνᾶ σου, Κύριε, ἐποίησεν πέντε μνᾶς.’
Luke StatResG 19:19  Εἶπεν δὲ καὶ τούτῳ, ‘Καὶ σὺ ἐπάνω γίνου πέντε πόλεων.’
Luke StatResG 19:20  Καὶ ὁ ἕτερος ἦλθεν λέγων, ‘Κύριε, ἰδοὺ, ἡ μνᾶ σου, ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ.
Luke StatResG 19:21  Ἐφοβούμην γάρ σε, ὅτι ἄνθρωπος αὐστηρὸς εἶ, αἴρεις ὃ οὐκ ἔθηκας, καὶ θερίζεις ὃ οὐκ ἔσπειρας.’
Luke StatResG 19:22  Λέγει αὐτῷ, ‘Ἐκ τοῦ στόματός σου κρίνω σε, πονηρὲ δοῦλε. ἬΙδεις ὅτι ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι, αἴρων ὃ οὐκ ἔθηκα, καὶ θερίζων ὃ οὐκ ἔσπειρα;
Luke StatResG 19:23  Καὶ διὰ τί οὐκ ἔδωκάς μου τὸ ἀργύριον ἐπὶ τράπεζαν, κἀγὼ ἐλθὼν, σὺν τόκῳ ἂν αὐτὸ ἔπραξα;’
Luke StatResG 19:24  Καὶ τοῖς παρεστῶσιν εἶπεν, ‘Ἄρατε ἀπʼ αὐτοῦ τὴν μνᾶν, καὶ δότε τῷ, τὰς δέκα μνᾶς ἔχοντι.’
Luke StatResG 19:25  Καὶ εἶπαν αὐτῷ, ‘Κύριε, ἔχει δέκα μνᾶς.’
Luke StatResG 19:26  Λέγω ὑμῖν ὅτι παντὶ τῷ ἔχοντι, δοθήσεται, ἀπὸ δὲ τοῦ μὴ ἔχοντος, καὶ ὃ ἔχει ἀρθήσεται.
Luke StatResG 19:27  Πλὴν τοὺς ἐχθρούς μου τούτους, τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπʼ αὐτοὺς, ἀγάγετε ὧδε καὶ κατασφάξατε αὐτοὺς ἔμπροσθέν μου.”
Luke StatResG 19:28  ¶Καὶ εἰπὼν ταῦτα ἐπορεύετο ἔμπροσθεν ἀναβαίνων εἰς Ἱεροσόλυμα.
Luke StatResG 19:29  ¶Καὶ ἐγένετο ὡς ἤγγισεν εἰς Βηθφαγὴ καὶ Βηθανιὰ, πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν, ἀπέστειλεν δύο τῶν μαθητῶν
Luke StatResG 19:30  λέγων, “Ὑπάγετε εἰς τὴν κατέναντι κώμην, ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον, ἐφʼ ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισεν, καὶ λύσαντες αὐτὸν, ἀγάγετε.
Luke StatResG 19:31  Καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ, ‘Διὰ τί λύετε;’ Οὕτως ἐρεῖτε, ὅτι ‘Ὁ ˚Κύριος αὐτοῦ χρείαν ἔχει.’”
Luke StatResG 19:32  Ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς.
Luke StatResG 19:33  Λυόντων δὲ αὐτῶν τὸν πῶλον, εἶπαν οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς, “Τί λύετε τὸν πῶλον;”
Luke StatResG 19:34  Οἱ δὲ εἶπαν, ὅτι “Ὁ ˚Κύριος αὐτοῦ χρείαν ἔχει.”
Luke StatResG 19:35  Καὶ ἤγαγον αὐτὸν πρὸς τὸν ˚Ἰησοῦν, καὶ ἐπιρίψαντες αὐτῶν τὰ ἱμάτια ἐπὶ τὸν πῶλον, ἐπεβίβασαν τὸν ˚Ἰησοῦν.
Luke StatResG 19:36  Πορευομένου δὲ αὐτοῦ, ὑπεστρώννυον τὰ ἱμάτια ἑαυτῶν ἐν τῇ ὁδῷ.
Luke StatResG 19:37  Ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ Ὄρους τῶν Ἐλαιῶν, ἤρξαντο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν ˚Θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάμεων
Luke StatResG 19:38  λέγοντες, “‘Εὐλογημένος ὁ ἐρχόμενος ὁ βασιλεὺς ἐν ὀνόματι ˚Κυρίου’· ἐν οὐρανῷ εἰρήνη καὶ δόξα ἐν ὑψίστοις.”
Luke StatResG 19:39  Καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπαν πρὸς αὐτόν, “Διδάσκαλε, ἐπιτίμησον τοῖς μαθηταῖς σου.”
Luke StatResG 19:40  Καὶ ἀποκριθεὶς εἶπεν, “Λέγω ὑμῖν ὅτι ἐὰν οὗτοι σιωπήσουσιν, οἱ λίθοι κράξουσιν.”
Luke StatResG 19:41  ¶Καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν, ἔκλαυσεν ἐπʼ αὐτήν
Luke StatResG 19:42  λέγων, ὅτι “Εἰ ἔγνως ἐν τῇ ἡμέρᾳ ταύτῃ, καὶ σὺ, τὰ πρὸς εἰρήνην· νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου.
Luke StatResG 19:43  Ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σὲ, καὶ περιβαλοῦσιν οἱ ἐχθροί σου χάρακά σοι, καὶ περικυκλώσουσίν σε καὶ συνέξουσίν σε πάντοθεν,
Luke StatResG 19:44  καὶ ἐδαφιοῦσίν σε καὶ τὰ τέκνα σου ἐν σοί, καὶ οὐκ ἀφήσουσιν λίθον ἐπὶ λίθον ἐν σοί, ἀνθʼ ὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου.”
Luke StatResG 19:45  ¶Καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν, ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας,
Luke StatResG 19:46  λέγων αὐτοῖς, “Γέγραπται, ‘Ὁ οἶκός μου οἶκος προσευχῆς’, ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε ‘σπήλαιον λῃστῶν’.”
Luke StatResG 19:47  ¶Καὶ ἦν διδάσκων τὸ καθʼ ἡμέραν ἐν τῷ ἱερῷ· οἱ δὲ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐζήτουν αὐτὸν ἀπολέσαι καὶ οἱ πρῶτοι τοῦ λαοῦ,
Luke StatResG 19:48  καὶ οὐχ εὕρισκον τὸ τί ποιήσωσιν, ὁ λαὸς γὰρ ἅπας ἐξεκρέμετο αὐτοῦ ἀκούων.