Site uses cookies to provide basic functionality.

OK
LUKE
Prev Up Next Toggle notes
Chapter 17
Luke SBLGNT 17:1  Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς ⸀αὐτοῦ· Ἀνένδεκτόν ἐστιν τοῦ ⸂τὰ σκάνδαλα μὴ ἐλθεῖν⸃, ⸂πλὴν οὐαὶ⸃ διʼ οὗ ἔρχεται·
Luke SBLGNT 17:2  λυσιτελεῖ αὐτῷ εἰ ⸂λίθος μυλικὸς⸃ περίκειται περὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔρριπται εἰς τὴν θάλασσαν ἢ ἵνα σκανδαλίσῃ ⸂τῶν μικρῶν τούτων ἕνα⸃.
Luke SBLGNT 17:3  προσέχετε ἑαυτοῖς. ἐὰν ⸀ἁμάρτῃ ὁ ἀδελφός σου ἐπιτίμησον αὐτῷ, καὶ ἐὰν μετανοήσῃ ἄφες αὐτῷ·
Luke SBLGNT 17:4  καὶ ἐὰν ἑπτάκις τῆς ἡμέρας ⸀ἁμαρτήσῃ εἰς σὲ καὶ ⸀ἑπτάκις ἐπιστρέψῃ ⸂πρὸς σὲ⸃ λέγων· Μετανοῶ, ἀφήσεις αὐτῷ.
Luke SBLGNT 17:5  Καὶ εἶπαν οἱ ἀπόστολοι τῷ κυρίῳ· Πρόσθες ἡμῖν πίστιν.
Luke SBLGNT 17:6  εἶπεν δὲ ὁ κύριος· Εἰ ἔχετε πίστιν ὡς κόκκον σινάπεως, ἐλέγετε ἂν τῇ συκαμίνῳ ταύτῃ· Ἐκριζώθητι καὶ φυτεύθητι ἐν τῇ θαλάσσῃ· καὶ ὑπήκουσεν ἂν ὑμῖν.
Luke SBLGNT 17:7  Τίς δὲ ἐξ ὑμῶν δοῦλον ἔχων ἀροτριῶντα ἢ ποιμαίνοντα, ὃς εἰσελθόντι ἐκ τοῦ ἀγροῦ ἐρεῖ ⸀αὐτῷ· Εὐθέως παρελθὼν ἀνάπεσε,
Luke SBLGNT 17:8  ἀλλʼ οὐχὶ ἐρεῖ αὐτῷ· Ἑτοίμασον τί δειπνήσω καὶ περιζωσάμενος διακόνει μοι ἕως φάγω καὶ πίω, καὶ μετὰ ταῦτα φάγεσαι καὶ πίεσαι σύ;
Luke SBLGNT 17:9  μὴ ⸂ἔχει χάριν⸃ τῷ ⸀δούλῳ ὅτι ἐποίησεν τὰ ⸀διαταχθέντα;
Luke SBLGNT 17:10  οὕτως καὶ ὑμεῖς, ὅταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν, λέγετε ὅτι Δοῦλοι ἀχρεῖοί ἐσμεν, ⸂ὃ ὠφείλομεν⸃ ποιῆσαι πεποιήκαμεν.
Luke SBLGNT 17:11  Καὶ ἐγένετο ἐν τῷ ⸀πορεύεσθαι εἰς Ἰερουσαλὴμ καὶ αὐτὸς διήρχετο διὰ ⸀μέσον Σαμαρείας καὶ Γαλιλαίας.
Luke SBLGNT 17:12  καὶ εἰσερχομένου αὐτοῦ εἴς τινα κώμην ⸀ἀπήντησαν δέκα λεπροὶ ἄνδρες, οἳ ⸀ἔστησαν πόρρωθεν,
Luke SBLGNT 17:13  καὶ αὐτοὶ ἦραν φωνὴν λέγοντες· Ἰησοῦ ἐπιστάτα, ἐλέησον ἡμᾶς.
Luke SBLGNT 17:14  καὶ ἰδὼν εἶπεν αὐτοῖς· Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσιν. καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν.
Luke SBLGNT 17:15  εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψεν μετὰ φωνῆς μεγάλης δοξάζων τὸν θεόν,
Luke SBLGNT 17:16  καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν Σαμαρίτης.
Luke SBLGNT 17:17  ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· ⸀Οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; οἱ δὲ ἐννέα ποῦ;
Luke SBLGNT 17:18  οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ θεῷ εἰ μὴ ὁ ἀλλογενὴς οὗτος;
Luke SBLGNT 17:19  καὶ εἶπεν αὐτῷ· Ἀναστὰς πορεύου· ἡ πίστις σου σέσωκέν σε.
Luke SBLGNT 17:20  Ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν Φαρισαίων πότε ἔρχεται ἡ βασιλεία τοῦ θεοῦ ἀπεκρίθη αὐτοῖς καὶ εἶπεν· Οὐκ ἔρχεται ἡ βασιλεία τοῦ θεοῦ μετὰ παρατηρήσεως,
Luke SBLGNT 17:21  οὐδὲ ἐροῦσιν· Ἰδοὺ ὧδε ἤ· ⸀Ἐκεῖ· ἰδοὺ γὰρ ἡ βασιλεία τοῦ θεοῦ ἐντὸς ὑμῶν ἐστιν.
Luke SBLGNT 17:22  Εἶπεν δὲ πρὸς τοὺς μαθητάς· Ἐλεύσονται ἡμέραι ὅτε ἐπιθυμήσετε μίαν τῶν ἡμερῶν τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἰδεῖν καὶ οὐκ ὄψεσθε.
Luke SBLGNT 17:23  καὶ ἐροῦσιν ὑμῖν· Ἰδοὺ ⸂ἐκεῖ· Ἰδοὺ ὧδε⸃· μὴ ἀπέλθητε μηδὲ διώξητε.
Luke SBLGNT 17:24  ὥσπερ γὰρ ἡ ⸀ἀστραπὴ ἀστράπτουσα ἐκ τῆς ⸂ὑπὸ τὸν⸃ οὐρανὸν εἰς τὴν ὑπʼ οὐρανὸν λάμπει, οὕτως ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου ⸂ἐν τῇ ἡμέρᾳ αὐτοῦ⸃.
Luke SBLGNT 17:25  πρῶτον δὲ δεῖ αὐτὸν πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῆς γενεᾶς ταύτης.
Luke SBLGNT 17:26  καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Νῶε, οὕτως ἔσται καὶ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ τοῦ ἀνθρώπου·
Luke SBLGNT 17:27  ἤσθιον, ἔπινον, ἐγάμουν, ⸀ἐγαμίζοντο, ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν, καὶ ἦλθεν ὁ κατακλυσμὸς καὶ ἀπώλεσεν ⸀πάντας.
Luke SBLGNT 17:28  ὁμοίως ⸀καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Λώτ· ἤσθιον, ἔπινον, ἠγόραζον, ἐπώλουν, ἐφύτευον, ᾠκοδόμουν·
Luke SBLGNT 17:29  ᾗ δὲ ἡμέρᾳ ἐξῆλθεν Λὼτ ἀπὸ Σοδόμων, ἔβρεξεν πῦρ καὶ θεῖον ἀπʼ οὐρανοῦ καὶ ἀπώλεσεν ⸀πάντας.
Luke SBLGNT 17:30  κατὰ ⸂τὰ αὐτὰ⸃ ἔσται ᾗ ἡμέρᾳ ὁ υἱὸς τοῦ ἀνθρώπου ἀποκαλύπτεται.
Luke SBLGNT 17:31  ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὃς ἔσται ἐπὶ τοῦ δώματος καὶ τὰ σκεύη αὐτοῦ ἐν τῇ οἰκίᾳ, μὴ καταβάτω ἆραι αὐτά, καὶ ὁ ⸀ἐν ἀγρῷ ὁμοίως μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω.
Luke SBLGNT 17:32  μνημονεύετε τῆς γυναικὸς Λώτ.
Luke SBLGNT 17:33  ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ ⸀περιποιήσασθαι ἀπολέσει αὐτήν, ⸂ὃς δʼ ἂν⸃ ⸀ἀπολέσῃ ζῳογονήσει αὐτήν.
Luke SBLGNT 17:34  λέγω ὑμῖν, ταύτῃ τῇ νυκτὶ ἔσονται δύο ἐπὶ κλίνης μιᾶς, ⸀ὁ εἷς παραλημφθήσεται καὶ ὁ ἕτερος ἀφεθήσεται·
Luke SBLGNT 17:35  ⸂ἔσονται δύο⸃ ἀλήθουσαι ἐπὶ τὸ αὐτό, ⸀ἡ μία παραλημφθήσεται ⸂ἡ δὲ⸃ ἑτέρα ⸀ἀφεθήσεται.
Luke SBLGNT 17:37  καὶ ἀποκριθέντες λέγουσιν αὐτῷ· Ποῦ, κύριε; ὁ δὲ εἶπεν αὐτοῖς· Ὅπου τὸ σῶμα, ἐκεῖ ⸂καὶ οἱ ἀετοὶ ἐπισυναχθήσονται⸃.