Site uses cookies to provide basic functionality.

OK
LUKE
Prev Up Next Toggle notes
Chapter 21
Luke SBLGNT 21:1  Ἀναβλέψας δὲ εἶδεν τοὺς βάλλοντας ⸂εἰς τὸ γαζοφυλάκιον τὰ δῶρα αὐτῶν⸃ πλουσίους.
Luke SBLGNT 21:2  εἶδεν δέ ⸀τινα χήραν πενιχρὰν βάλλουσαν ἐκεῖ ⸂λεπτὰ δύο⸃,
Luke SBLGNT 21:3  καὶ εἶπεν· Ἀληθῶς λέγω ὑμῖν ὅτι ἡ χήρα ⸂ἡ πτωχὴ αὕτη⸃ πλεῖον πάντων ἔβαλεν·
Luke SBLGNT 21:4  ⸀πάντες γὰρ οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ ⸀δῶρα, αὕτη δὲ ἐκ τοῦ ὑστερήματος αὐτῆς ⸀πάντα τὸν βίον ὃν εἶχεν ἔβαλεν.
Luke SBLGNT 21:5  Καί τινων λεγόντων περὶ τοῦ ἱεροῦ, ὅτι λίθοις καλοῖς καὶ ἀναθήμασιν κεκόσμηται εἶπεν·
Luke SBLGNT 21:6  Ταῦτα ἃ θεωρεῖτε, ἐλεύσονται ἡμέραι ἐν αἷς οὐκ ἀφεθήσεται λίθος ἐπὶ ⸀λίθῳ ὃς οὐ καταλυθήσεται.
Luke SBLGNT 21:7  Ἐπηρώτησαν δὲ αὐτὸν λέγοντες· Διδάσκαλε, πότε οὖν ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα γίνεσθαι;
Luke SBLGNT 21:8  ὁ δὲ εἶπεν· Βλέπετε μὴ πλανηθῆτε· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου ⸀λέγοντες· Ἐγώ εἰμι καί· Ὁ καιρὸς ἤγγικεν· ⸀μὴ πορευθῆτε ὀπίσω αὐτῶν.
Luke SBLGNT 21:9  ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας, μὴ πτοηθῆτε· δεῖ γὰρ ταῦτα γενέσθαι πρῶτον, ἀλλʼ οὐκ εὐθέως τὸ τέλος.
Luke SBLGNT 21:10  τότε ἔλεγεν αὐτοῖς· Ἐγερθήσεται ἔθνος ἐπʼ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν,
Luke SBLGNT 21:11  σεισμοί τε μεγάλοι ⸂καὶ κατὰ τόπους⸃ ⸂λιμοὶ καὶ λοιμοὶ⸃ ἔσονται, φόβητρά τε καὶ ⸂σημεῖα ἀπʼ οὐρανοῦ μεγάλα⸃ ἔσται.
Luke SBLGNT 21:12  Πρὸ δὲ τούτων πάντων ἐπιβαλοῦσιν ἐφʼ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσιν, παραδιδόντες εἰς ⸀τὰς συναγωγὰς καὶ φυλακάς, ⸀ἀπαγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου·
Luke SBLGNT 21:13  ⸀ἀποβήσεται ὑμῖν εἰς μαρτύριον.
Luke SBLGNT 21:14  ⸀θέτε οὖν ⸂ἐν ταῖς καρδίαις⸃ ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι,
Luke SBLGNT 21:15  ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν ᾗ οὐ δυνήσονται ⸂ἀντιστῆναι ἢ ἀντειπεῖν⸃ ⸀ἅπαντες οἱ ἀντικείμενοι ὑμῖν.
Luke SBLGNT 21:16  παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ⸂ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων⸃, καὶ θανατώσουσιν ἐξ ὑμῶν,
Luke SBLGNT 21:17  καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου.
Luke SBLGNT 21:18  καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται.
Luke SBLGNT 21:19  ἐν τῇ ὑπομονῇ ὑμῶν ⸀κτήσασθε τὰς ψυχὰς ὑμῶν.
Luke SBLGNT 21:20  Ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ ⸀στρατοπέδων Ἰερουσαλήμ, τότε γνῶτε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς.
Luke SBLGNT 21:21  τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, καὶ οἱ ἐν μέσῳ αὐτῆς ἐκχωρείτωσαν, καὶ οἱ ἐν ταῖς χώραις μὴ εἰσερχέσθωσαν εἰς αὐτήν,
Luke SBLGNT 21:22  ὅτι ἡμέραι ἐκδικήσεως αὗταί εἰσιν τοῦ πλησθῆναι πάντα τὰ γεγραμμένα.
Luke SBLGNT 21:23  ⸀οὐαὶ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις· ἔσται γὰρ ἀνάγκη μεγάλη ἐπὶ τῆς γῆς καὶ ⸀ὀργὴ τῷ λαῷ τούτῳ,
Luke SBLGNT 21:24  καὶ πεσοῦνται στόματι μαχαίρης καὶ αἰχμαλωτισθήσονται εἰς ⸂τὰ ἔθνη πάντα⸃, καὶ Ἰερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν, ἄχρι ⸀οὗ ⸀πληρωθῶσιν καιροὶ ἐθνῶν.
Luke SBLGNT 21:25  Καὶ ⸀ἔσονται σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις, καὶ ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν ἐν ἀπορίᾳ ⸀ἤχους θαλάσσης καὶ σάλου,
Luke SBLGNT 21:26  ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ, αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται.
Luke SBLGNT 21:27  καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως καὶ δόξης πολλῆς.
Luke SBLGNT 21:28  ἀρχομένων δὲ τούτων γίνεσθαι ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν, διότι ἐγγίζει ἡ ἀπολύτρωσις ὑμῶν.
Luke SBLGNT 21:29  Καὶ εἶπεν παραβολὴν αὐτοῖς· Ἴδετε τὴν συκῆν καὶ πάντα τὰ δένδρα·
Luke SBLGNT 21:30  ὅταν προβάλωσιν ἤδη, βλέποντες ἀφʼ ἑαυτῶν γινώσκετε ὅτι ἤδη ἐγγὺς τὸ θέρος ἐστίν·
Luke SBLGNT 21:31  οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἡ βασιλεία τοῦ θεοῦ.
Luke SBLGNT 21:32  ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα γένηται.
Luke SBLGNT 21:33  ὁ οὐρανὸς καὶ ἡ γῆ ⸀παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρελεύσονται.
Luke SBLGNT 21:34  Προσέχετε δὲ ἑαυτοῖς μήποτε βαρηθῶσιν ⸂ὑμῶν αἱ καρδίαι⸃ ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς, καὶ ⸂ἐπιστῇ ἐφʼ ὑμᾶς αἰφνίδιος⸃ ἡ ἡμέρα ἐκείνη
Luke SBLGNT 21:35  ὡς παγίς· ⸂ἐπεισελεύσεται γὰρ⸃ ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς.
Luke SBLGNT 21:36  ἀγρυπνεῖτε ⸀δὲ ἐν παντὶ καιρῷ δεόμενοι ἵνα ⸀κατισχύσητε ἐκφυγεῖν ⸀ταῦτα πάντα τὰ μέλλοντα γίνεσθαι, καὶ σταθῆναι ἔμπροσθεν τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
Luke SBLGNT 21:37  Ἦν δὲ τὰς ἡμέρας ⸂ἐν τῷ ἱερῷ διδάσκων⸃, τὰς δὲ νύκτας ἐξερχόμενος ηὐλίζετο εἰς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν·
Luke SBLGNT 21:38  καὶ πᾶς ὁ λαὸς ὤρθριζεν πρὸς αὐτὸν ἐν τῷ ἱερῷ ἀκούειν αὐτοῦ.