LUKE
Chapter 17
Luke | SBLGNT | 17:1 | Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς ⸀αὐτοῦ· Ἀνένδεκτόν ἐστιν τοῦ ⸂τὰ σκάνδαλα μὴ ἐλθεῖν⸃, ⸂πλὴν οὐαὶ⸃ διʼ οὗ ἔρχεται· | |
Luke | SBLGNT | 17:2 | λυσιτελεῖ αὐτῷ εἰ ⸂λίθος μυλικὸς⸃ περίκειται περὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔρριπται εἰς τὴν θάλασσαν ἢ ἵνα σκανδαλίσῃ ⸂τῶν μικρῶν τούτων ἕνα⸃. | |
Luke | SBLGNT | 17:3 | προσέχετε ἑαυτοῖς. ἐὰν ⸀ἁμάρτῃ ὁ ἀδελφός σου ἐπιτίμησον αὐτῷ, καὶ ἐὰν μετανοήσῃ ἄφες αὐτῷ· | |
Luke | SBLGNT | 17:4 | καὶ ἐὰν ἑπτάκις τῆς ἡμέρας ⸀ἁμαρτήσῃ εἰς σὲ καὶ ⸀ἑπτάκις ἐπιστρέψῃ ⸂πρὸς σὲ⸃ λέγων· Μετανοῶ, ἀφήσεις αὐτῷ. | |
Luke | SBLGNT | 17:6 | εἶπεν δὲ ὁ κύριος· Εἰ ἔχετε πίστιν ὡς κόκκον σινάπεως, ἐλέγετε ἂν τῇ συκαμίνῳ ταύτῃ· Ἐκριζώθητι καὶ φυτεύθητι ἐν τῇ θαλάσσῃ· καὶ ὑπήκουσεν ἂν ὑμῖν. | |
Luke | SBLGNT | 17:7 | Τίς δὲ ἐξ ὑμῶν δοῦλον ἔχων ἀροτριῶντα ἢ ποιμαίνοντα, ὃς εἰσελθόντι ἐκ τοῦ ἀγροῦ ἐρεῖ ⸀αὐτῷ· Εὐθέως παρελθὼν ἀνάπεσε, | |
Luke | SBLGNT | 17:8 | ἀλλʼ οὐχὶ ἐρεῖ αὐτῷ· Ἑτοίμασον τί δειπνήσω καὶ περιζωσάμενος διακόνει μοι ἕως φάγω καὶ πίω, καὶ μετὰ ταῦτα φάγεσαι καὶ πίεσαι σύ; | |
Luke | SBLGNT | 17:10 | οὕτως καὶ ὑμεῖς, ὅταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν, λέγετε ὅτι Δοῦλοι ἀχρεῖοί ἐσμεν, ⸂ὃ ὠφείλομεν⸃ ποιῆσαι πεποιήκαμεν. | |
Luke | SBLGNT | 17:11 | Καὶ ἐγένετο ἐν τῷ ⸀πορεύεσθαι εἰς Ἰερουσαλὴμ καὶ αὐτὸς διήρχετο διὰ ⸀μέσον Σαμαρείας καὶ Γαλιλαίας. | |
Luke | SBLGNT | 17:12 | καὶ εἰσερχομένου αὐτοῦ εἴς τινα κώμην ⸀ἀπήντησαν δέκα λεπροὶ ἄνδρες, οἳ ⸀ἔστησαν πόρρωθεν, | |
Luke | SBLGNT | 17:14 | καὶ ἰδὼν εἶπεν αὐτοῖς· Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσιν. καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν. | |
Luke | SBLGNT | 17:16 | καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν Σαμαρίτης. | |
Luke | SBLGNT | 17:20 | Ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν Φαρισαίων πότε ἔρχεται ἡ βασιλεία τοῦ θεοῦ ἀπεκρίθη αὐτοῖς καὶ εἶπεν· Οὐκ ἔρχεται ἡ βασιλεία τοῦ θεοῦ μετὰ παρατηρήσεως, | |
Luke | SBLGNT | 17:22 | Εἶπεν δὲ πρὸς τοὺς μαθητάς· Ἐλεύσονται ἡμέραι ὅτε ἐπιθυμήσετε μίαν τῶν ἡμερῶν τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἰδεῖν καὶ οὐκ ὄψεσθε. | |
Luke | SBLGNT | 17:24 | ὥσπερ γὰρ ἡ ⸀ἀστραπὴ ἀστράπτουσα ἐκ τῆς ⸂ὑπὸ τὸν⸃ οὐρανὸν εἰς τὴν ὑπʼ οὐρανὸν λάμπει, οὕτως ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου ⸂ἐν τῇ ἡμέρᾳ αὐτοῦ⸃. | |
Luke | SBLGNT | 17:26 | καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Νῶε, οὕτως ἔσται καὶ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ τοῦ ἀνθρώπου· | |
Luke | SBLGNT | 17:27 | ἤσθιον, ἔπινον, ἐγάμουν, ⸀ἐγαμίζοντο, ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν, καὶ ἦλθεν ὁ κατακλυσμὸς καὶ ἀπώλεσεν ⸀πάντας. | |
Luke | SBLGNT | 17:28 | ὁμοίως ⸀καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Λώτ· ἤσθιον, ἔπινον, ἠγόραζον, ἐπώλουν, ἐφύτευον, ᾠκοδόμουν· | |
Luke | SBLGNT | 17:29 | ᾗ δὲ ἡμέρᾳ ἐξῆλθεν Λὼτ ἀπὸ Σοδόμων, ἔβρεξεν πῦρ καὶ θεῖον ἀπʼ οὐρανοῦ καὶ ἀπώλεσεν ⸀πάντας. | |
Luke | SBLGNT | 17:31 | ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὃς ἔσται ἐπὶ τοῦ δώματος καὶ τὰ σκεύη αὐτοῦ ἐν τῇ οἰκίᾳ, μὴ καταβάτω ἆραι αὐτά, καὶ ὁ ⸀ἐν ἀγρῷ ὁμοίως μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω. | |
Luke | SBLGNT | 17:33 | ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ ⸀περιποιήσασθαι ἀπολέσει αὐτήν, ⸂ὃς δʼ ἂν⸃ ⸀ἀπολέσῃ ζῳογονήσει αὐτήν. | |
Luke | SBLGNT | 17:34 | λέγω ὑμῖν, ταύτῃ τῇ νυκτὶ ἔσονται δύο ἐπὶ κλίνης μιᾶς, ⸀ὁ εἷς παραλημφθήσεται καὶ ὁ ἕτερος ἀφεθήσεται· | |
Luke | SBLGNT | 17:35 | ⸂ἔσονται δύο⸃ ἀλήθουσαι ἐπὶ τὸ αὐτό, ⸀ἡ μία παραλημφθήσεται ⸂ἡ δὲ⸃ ἑτέρα ⸀ἀφεθήσεται. | |