Site uses cookies to provide basic functionality.

OK
MATTHEW
Prev Up Next Toggle notes
Chapter 23
Matt SBLGNT 23:1  Τότε ὁ Ἰησοῦς ἐλάλησεν τοῖς ὄχλοις καὶ τοῖς μαθηταῖς αὐτοῦ
Matt SBLGNT 23:2  λέγων· Ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι.
Matt SBLGNT 23:3  πάντα οὖν ὅσα ⸀ἐὰν εἴπωσιν ὑμῖν ⸂ποιήσατε καὶ τηρεῖτε⸃, κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε, λέγουσιν γὰρ καὶ οὐ ποιοῦσιν.
Matt SBLGNT 23:4  δεσμεύουσιν ⸀δὲ φορτία ⸀βαρέα καὶ ἐπιτιθέασιν ἐπὶ τοὺς ὤμους τῶν ἀνθρώπων, ⸂αὐτοὶ δὲ τῷ⸃ δακτύλῳ αὐτῶν οὐ θέλουσιν κινῆσαι αὐτά.
Matt SBLGNT 23:5  πάντα δὲ τὰ ἔργα αὐτῶν ποιοῦσιν πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις· πλατύνουσι ⸀γὰρ τὰ φυλακτήρια αὐτῶν καὶ μεγαλύνουσι τὰ ⸀κράσπεδα,
Matt SBLGNT 23:6  φιλοῦσι ⸀δὲ τὴν πρωτοκλισίαν ἐν τοῖς δείπνοις καὶ τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς
Matt SBLGNT 23:7  καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων· ⸀Ῥαββί.
Matt SBLGNT 23:8  ὑμεῖς δὲ μὴ κληθῆτε· Ῥαββί, εἷς γάρ ἐστιν ὑμῶν ὁ ⸀διδάσκαλος, πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε·
Matt SBLGNT 23:9  καὶ πατέρα μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς, εἷς γάρ ἐστιν ⸂ὑμῶν ὁ πατὴρ⸃ ὁ ⸀οὐράνιος·
Matt SBLGNT 23:10  μηδὲ κληθῆτε καθηγηταί, ⸂ὅτι καθηγητὴς ὑμῶν ἐστιν εἷς⸃ ὁ χριστός·
Matt SBLGNT 23:11  ὁ δὲ μείζων ὑμῶν ἔσται ὑμῶν διάκονος.
Matt SBLGNT 23:12  ὅστις δὲ ὑψώσει ἑαυτὸν ταπεινωθήσεται, καὶ ὅστις ταπεινώσει ἑαυτὸν ⸀ὑψωθήσεται.
Matt SBLGNT 23:13  Οὐαὶ ⸀δὲ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων· ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε, οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε ⸀εἰσελθεῖν.
Matt SBLGNT 23:15  Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν ποιῆσαι ἕνα προσήλυτον, καὶ ὅταν γένηται ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν.
Matt SBLGNT 23:16  Οὐαὶ ὑμῖν, ὁδηγοὶ τυφλοὶ οἱ λέγοντες· Ὃς ἂν ὀμόσῃ ἐν τῷ ναῷ, οὐδέν ἐστιν, ὃς δʼ ἂν ὀμόσῃ ἐν τῷ χρυσῷ τοῦ ναοῦ ὀφείλει.
Matt SBLGNT 23:17  μωροὶ καὶ τυφλοί, τίς γὰρ μείζων ἐστίν, ὁ χρυσὸς ἢ ὁ ναὸς ὁ ⸀ἁγιάσας τὸν χρυσόν;
Matt SBLGNT 23:18  καί· Ὃς ⸀ἂν ὀμόσῃ ἐν τῷ θυσιαστηρίῳ, οὐδέν ἐστιν, ὃς δʼ ἂν ὀμόσῃ ἐν τῷ δώρῳ τῷ ἐπάνω αὐτοῦ ὀφείλει.
Matt SBLGNT 23:19  ⸀τυφλοί, τί γὰρ μεῖζον, τὸ δῶρον ἢ τὸ θυσιαστήριον τὸ ἁγιάζον τὸ δῶρον;
Matt SBLGNT 23:20  ὁ οὖν ὀμόσας ἐν τῷ θυσιαστηρίῳ ὀμνύει ἐν αὐτῷ καὶ ἐν πᾶσι τοῖς ἐπάνω αὐτοῦ·
Matt SBLGNT 23:21  καὶ ὁ ὀμόσας ἐν τῷ ναῷ ὀμνύει ἐν αὐτῷ καὶ ἐν τῷ ⸀κατοικοῦντι αὐτόν·
Matt SBLGNT 23:22  καὶ ὁ ὀμόσας ἐν τῷ οὐρανῷ ὀμνύει ἐν τῷ θρόνῳ τοῦ θεοῦ καὶ ἐν τῷ καθημένῳ ἐπάνω αὐτοῦ.
Matt SBLGNT 23:23  Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον καὶ τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν καὶ ⸂τὸ ἔλεος⸃ καὶ τὴν πίστιν· ⸀ταῦτα ἔδει ποιῆσαι κἀκεῖνα μὴ ⸀ἀφιέναι.
Matt SBLGNT 23:24  ὁδηγοὶ τυφλοί, ⸀οἱ διϋλίζοντες τὸν κώνωπα τὴν δὲ κάμηλον καταπίνοντες.
Matt SBLGNT 23:25  Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἔσωθεν δὲ γέμουσιν ἐξ ἁρπαγῆς καὶ ⸀ἀκρασίας.
Matt SBLGNT 23:26  Φαρισαῖε τυφλέ, καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου ⸂καὶ τῆς παροψίδος⸃, ἵνα γένηται καὶ τὸ ἐκτὸς ⸀αὐτοῦ καθαρόν.
Matt SBLGNT 23:27  Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι ⸀παρομοιάζετε τάφοις κεκονιαμένοις, οἵτινες ἔξωθεν μὲν φαίνονται ὡραῖοι ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας·
Matt SBLGNT 23:28  οὕτως καὶ ὑμεῖς ἔξωθεν μὲν φαίνεσθε τοῖς ἀνθρώποις δίκαιοι, ἔσωθεν δέ ⸂ἐστε μεστοὶ⸃ ὑποκρίσεως καὶ ἀνομίας.
Matt SBLGNT 23:29  Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν καὶ κοσμεῖτε τὰ μνημεῖα τῶν δικαίων,
Matt SBLGNT 23:30  καὶ λέγετε· Εἰ ⸀ἤμεθα ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ⸁ἤμεθα ⸂αὐτῶν κοινωνοὶ⸃ ἐν τῷ αἵματι τῶν προφητῶν·
Matt SBLGNT 23:31  ὥστε μαρτυρεῖτε ἑαυτοῖς ὅτι υἱοί ἐστε τῶν φονευσάντων τοὺς προφήτας.
Matt SBLGNT 23:32  καὶ ὑμεῖς πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν.
Matt SBLGNT 23:33  ὄφεις γεννήματα ἐχιδνῶν, πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεέννης;
Matt SBLGNT 23:34  διὰ τοῦτο ἰδοὺ ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς· ⸀ἐξ αὐτῶν ἀποκτενεῖτε καὶ σταυρώσετε, καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν καὶ διώξετε ἀπὸ πόλεως εἰς πόλιν·
Matt SBLGNT 23:35  ὅπως ἔλθῃ ἐφʼ ὑμᾶς πᾶν αἷμα δίκαιον ἐκχυννόμενον ἐπὶ τῆς γῆς ἀπὸ τοῦ αἵματος Ἅβελ τοῦ δικαίου ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ Βαραχίου, ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου.
Matt SBLGNT 23:36  ἀμὴν λέγω ὑμῖν, ⸀ἥξει ⸂ταῦτα πάντα⸃ ἐπὶ τὴν γενεὰν ταύτην.
Matt SBLGNT 23:37  Ἰερουσαλὴμ Ἰερουσαλήμ, ἡ ⸀ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν— ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ⸂ὄρνις ἐπισυνάγει⸃ τὰ νοσσία ⸀αὐτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε;
Matt SBLGNT 23:38  ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ⸀ἔρημος.
Matt SBLGNT 23:39  λέγω γὰρ ὑμῖν, οὐ μή με ἴδητε ἀπʼ ἄρτι ἕως ἂν εἴπητε· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου.