Site uses cookies to provide basic functionality.

OK
MATTHEW
Prev Up Next Toggle notes
Chapter 24
Matt SBLGNT 24:1  Καὶ ἐξελθὼν ὁ Ἰησοῦς ⸂ἀπὸ τοῦ ἱεροῦ ἐπορεύετο⸃, καὶ προσῆλθον οἱ μαθηταὶ αὐτοῦ ἐπιδεῖξαι αὐτῷ τὰς οἰκοδομὰς τοῦ ἱεροῦ·
Matt SBLGNT 24:2  ὁ δὲ ⸀ἀποκριθεὶς εἶπεν αὐτοῖς· Οὐ βλέπετε ⸂ταῦτα πάντα⸃; ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον ὃς οὐ καταλυθήσεται.
Matt SBLGNT 24:3  Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ Ὄρους τῶν Ἐλαιῶν προσῆλθον αὐτῷ οἱ μαθηταὶ κατʼ ἰδίαν λέγοντες· Εἰπὸν ἡμῖν πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας ⸀καὶ συντελείας τοῦ αἰῶνος.
Matt SBLGNT 24:4  καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Βλέπετε μή τις ὑμᾶς πλανήσῃ·
Matt SBLGNT 24:5  πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες· Ἐγώ εἰμι ὁ χριστός, καὶ πολλοὺς πλανήσουσιν.
Matt SBLGNT 24:6  μελλήσετε δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων· ὁρᾶτε, μὴ θροεῖσθε· δεῖ ⸀γὰρ γενέσθαι, ἀλλʼ οὔπω ἐστὶν τὸ τέλος.
Matt SBLGNT 24:7  ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται ⸀λιμοὶ καὶ σεισμοὶ κατὰ τόπους·
Matt SBLGNT 24:8  πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων.
Matt SBLGNT 24:9  Τότε παραδώσουσιν ὑμᾶς εἰς θλῖψιν καὶ ἀποκτενοῦσιν ὑμᾶς, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων τῶν ἐθνῶν διὰ τὸ ὄνομά μου.
Matt SBLGNT 24:10  καὶ τότε σκανδαλισθήσονται πολλοὶ καὶ ἀλλήλους παραδώσουσιν καὶ μισήσουσιν ἀλλήλους·
Matt SBLGNT 24:11  καὶ πολλοὶ ψευδοπροφῆται ἐγερθήσονται καὶ πλανήσουσιν πολλούς·
Matt SBLGNT 24:12  καὶ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν.
Matt SBLGNT 24:13  ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται.
Matt SBLGNT 24:14  καὶ κηρυχθήσεται τοῦτο τὸ εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσιν τοῖς ἔθνεσιν, καὶ τότε ἥξει τὸ τέλος.
Matt SBLGNT 24:15  Ὅταν οὖν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ ῥηθὲν διὰ Δανιὴλ τοῦ προφήτου ⸀ἑστὸς ἐν τόπῳ ἁγίῳ, ὁ ἀναγινώσκων νοείτω,
Matt SBLGNT 24:16  τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν ⸀ἐπὶ τὰ ὄρη,
Matt SBLGNT 24:17  ὁ ἐπὶ τοῦ δώματος μὴ ⸀καταβάτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ,
Matt SBLGNT 24:18  καὶ ὁ ἐν τῷ ἀγρῷ μὴ ἐπιστρεψάτω ὀπίσω ἆραι ⸂τὸ ἱμάτιον⸃ αὐτοῦ.
Matt SBLGNT 24:19  οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις.
Matt SBLGNT 24:20  προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος μηδὲ σαββάτῳ·
Matt SBLGNT 24:21  ἔσται γὰρ τότε θλῖψις μεγάλη οἵα οὐ γέγονεν ἀπʼ ἀρχῆς κόσμου ἕως τοῦ νῦν οὐδʼ οὐ μὴ γένηται.
Matt SBLGNT 24:22  καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι.
Matt SBLGNT 24:23  τότε ἐάν τις ὑμῖν εἴπῃ· Ἰδοὺ ὧδε ὁ χριστός, ἤ· Ὧδε, μὴ πιστεύσητε·
Matt SBLGNT 24:24  ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσιν σημεῖα μεγάλα καὶ τέρατα ὥστε ⸀πλανῆσαι εἰ δυνατὸν καὶ τοὺς ἐκλεκτούς·
Matt SBLGNT 24:26  ἐὰν οὖν εἴπωσιν ὑμῖν· Ἰδοὺ ἐν τῇ ἐρήμῳ ἐστίν, μὴ ἐξέλθητε· Ἰδοὺ ἐν τοῖς ταμείοις, μὴ πιστεύσητε·
Matt SBLGNT 24:27  ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ⸀ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου·
Matt SBLGNT 24:28  ⸀ὅπου ἐὰν ᾖ τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί.
Matt SBLGNT 24:29  Εὐθέως δὲ μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες πεσοῦνται ἀπὸ τοῦ οὐρανοῦ, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται.
Matt SBLGNT 24:30  καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν ⸀τῷ οὐρανῷ, καὶ τότε κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς·
Matt SBLGNT 24:31  καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ ⸀σάλπιγγος μεγάλης, καὶ ἐπισυνάξουσιν τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων ἀπʼ ἄκρων οὐρανῶν ἕως ⸀τῶν ἄκρων αὐτῶν.
Matt SBLGNT 24:32  Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν ἤδη ὁ κλάδος αὐτῆς γένηται ἁπαλὸς καὶ τὰ φύλλα ἐκφύῃ, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος·
Matt SBLGNT 24:33  οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ⸂πάντα ταῦτα⸃, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις.
Matt SBLGNT 24:34  ἀμὴν λέγω ὑμῖν ⸀ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα ταῦτα γένηται.
Matt SBLGNT 24:35  ὁ οὐρανὸς καὶ ἡ γῆ ⸀παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν.
Matt SBLGNT 24:36  Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν ⸂οὐδὲ ὁ υἱός⸃, εἰ μὴ ὁ ⸀πατὴρ μόνος.
Matt SBLGNT 24:37  ὥσπερ ⸀γὰρ αἱ ἡμέραι τοῦ Νῶε, οὕτως ⸀ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου·
Matt SBLGNT 24:38  ⸀ὡς γὰρ ἦσαν ἐν ταῖς ⸀ἡμέραις ταῖς πρὸ τοῦ κατακλυσμοῦ τρώγοντες καὶ πίνοντες, γαμοῦντες καὶ ⸀γαμίζοντες, ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν,
Matt SBLGNT 24:39  καὶ οὐκ ἔγνωσαν ἕως ἦλθεν ὁ κατακλυσμὸς καὶ ἦρεν ἅπαντας, οὕτως ἔσται ⸀καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
Matt SBLGNT 24:40  τότε ⸂δύο ἔσονται⸃ ἐν τῷ ἀγρῷ, ⸀εἷς παραλαμβάνεται καὶ ⸁εἷς ἀφίεται·
Matt SBLGNT 24:41  δύο ἀλήθουσαι ἐν τῷ ⸀μύλῳ, μία παραλαμβάνεται καὶ μία ἀφίεται.
Matt SBLGNT 24:42  γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ⸀ἡμέρᾳ ὁ κύριος ὑμῶν ἔρχεται.
Matt SBLGNT 24:43  ἐκεῖνο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν εἴασεν διορυχθῆναι τὴν οἰκίαν αὐτοῦ.
Matt SBLGNT 24:44  διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ⸂οὐ δοκεῖτε ὥρᾳ⸃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
Matt SBLGNT 24:45  Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος ὃν κατέστησεν ὁ ⸀κύριος ἐπὶ τῆς ⸀οἰκετείας αὐτοῦ τοῦ ⸀δοῦναι αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ;
Matt SBLGNT 24:46  μακάριος ὁ δοῦλος ἐκεῖνος ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ⸂οὕτως ποιοῦντα⸃·
Matt SBLGNT 24:47  ἀμὴν λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν.
Matt SBLGNT 24:48  ἐὰν δὲ εἴπῃ ὁ κακὸς δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ· Χρονίζει ⸂μου ὁ κύριος⸃,
Matt SBLGNT 24:49  καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους ⸂αὐτοῦ, ἐσθίῃ δὲ καὶ πίνῃ⸃ μετὰ τῶν μεθυόντων,
Matt SBLGNT 24:50  ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει,
Matt SBLGNT 24:51  καὶ διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.