Site uses cookies to provide basic functionality.

OK
NUMBERS
Prev Up Next Toggle notes
Chapter 7
Numb LXX 7:1  καὶ ἐγένετο ᾗ ἡμέρᾳ συνετέλεσεν Μωυσῆς ὥστε ἀναστῆσαι τὴν σκηνὴν καὶ ἔχρισεν αὐτὴν καὶ ἡγίασεν αὐτὴν καὶ πάντα τὰ σκεύη αὐτῆς καὶ τὸ θυσιαστήριον καὶ πάντα τὰ σκεύη αὐτοῦ καὶ ἔχρισεν αὐτὰ καὶ ἡγίασεν αὐτά
Numb LXX 7:2  καὶ προσήνεγκαν οἱ ἄρχοντες Ισραηλ δώδεκα ἄρχοντες οἴκων πατριῶν αὐτῶν οὗτοι ἄρχοντες φυλῶν οὗτοι οἱ παρεστηκότες ἐπὶ τῆς ἐπισκοπῆς
Numb LXX 7:3  καὶ ἤνεγκαν τὰ δῶρα αὐτῶν ἔναντι κυρίου ἓξ ἁμάξας λαμπηνικὰς καὶ δώδεκα βόας ἅμαξαν παρὰ δύο ἀρχόντων καὶ μόσχον παρὰ ἑκάστου καὶ προσήγαγον ἐναντίον τῆς σκηνῆς
Numb LXX 7:4  καὶ εἶπεν κύριος πρὸς Μωυσῆν λέγων
Numb LXX 7:5  λαβὲ παρ’ αὐτῶν καὶ ἔσονται πρὸς τὰ ἔργα τὰ λειτουργικὰ τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ δώσεις αὐτὰ τοῖς Λευίταις ἑκάστῳ κατὰ τὴν αὐτοῦ λειτουργίαν
Numb LXX 7:6  καὶ λαβὼν Μωυσῆς τὰς ἁμάξας καὶ τοὺς βόας ἔδωκεν αὐτὰ τοῖς Λευίταις
Numb LXX 7:7  τὰς δύο ἁμάξας καὶ τοὺς τέσσαρας βόας ἔδωκεν τοῖς υἱοῖς Γεδσων κατὰ τὰς λειτουργίας αὐτῶν
Numb LXX 7:8  καὶ τὰς τέσσαρας ἁμάξας καὶ τοὺς ὀκτὼ βόας ἔδωκεν τοῖς υἱοῖς Μεραρι κατὰ τὰς λειτουργίας αὐτῶν διὰ Ιθαμαρ υἱοῦ Ααρων τοῦ ἱερέως
Numb LXX 7:9  καὶ τοῖς υἱοῖς Κααθ οὐκ ἔδωκεν ὅτι τὰ λειτουργήματα τοῦ ἁγίου ἔχουσιν ἐπ’ ὤμων ἀροῦσιν
Numb LXX 7:10  καὶ προσήνεγκαν οἱ ἄρχοντες εἰς τὸν ἐγκαινισμὸν τοῦ θυσιαστηρίου ἐν τῇ ἡμέρᾳ ᾗ ἔχρισεν αὐτό καὶ προσήνεγκαν οἱ ἄρχοντες τὰ δῶρα αὐτῶν ἀπέναντι τοῦ θυσιαστηρίου
Numb LXX 7:11  καὶ εἶπεν κύριος πρὸς Μωυσῆν ἄρχων εἷς καθ’ ἡμέραν ἄρχων καθ’ ἡμέραν προσοίσουσιν τὰ δῶρα αὐτῶν εἰς τὸν ἐγκαινισμὸν τοῦ θυσιαστηρίου
Numb LXX 7:12  καὶ ἦν ὁ προσφέρων τῇ ἡμέρᾳ τῇ πρώτῃ τὸ δῶρον αὐτοῦ Ναασσων υἱὸς Αμιναδαβ ἄρχων τῆς φυλῆς Ιουδα
Numb LXX 7:13  καὶ προσήνεγκεν τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν
Numb LXX 7:14  θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος
Numb LXX 7:15  μόσχον ἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
Numb LXX 7:16  καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας
Numb LXX 7:17  καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον Ναασσων υἱοῦ Αμιναδαβ
Numb LXX 7:18  τῇ ἡμέρᾳ τῇ δευτέρᾳ προσήνεγκεν Ναθαναηλ υἱὸς Σωγαρ ἄρχων τῆς φυλῆς Ισσαχαρ
Numb LXX 7:19  καὶ προσήνεγκεν τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν
Numb LXX 7:20  θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος
Numb LXX 7:21  μόσχον ἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
Numb LXX 7:22  καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας
Numb LXX 7:23  καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον Ναθαναηλ υἱοῦ Σωγαρ
Numb LXX 7:24  τῇ ἡμέρᾳ τῇ τρίτῃ ἄρχων τῶν υἱῶν Ζαβουλων Ελιαβ υἱὸς Χαιλων
Numb LXX 7:25  τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν
Numb LXX 7:26  θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος
Numb LXX 7:27  μόσχον ἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
Numb LXX 7:28  καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας
Numb LXX 7:29  καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον Ελιαβ υἱοῦ Χαιλων
Numb LXX 7:30  τῇ ἡμέρᾳ τῇ τετάρτῃ ἄρχων τῶν υἱῶν Ρουβην Ελισουρ υἱὸς Σεδιουρ
Numb LXX 7:31  τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν
Numb LXX 7:32  θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος
Numb LXX 7:33  μόσχον ἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
Numb LXX 7:34  καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας
Numb LXX 7:35  καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον Ελισουρ υἱοῦ Σεδιουρ
Numb LXX 7:36  τῇ ἡμέρᾳ τῇ πέμπτῃ ἄρχων τῶν υἱῶν Συμεων Σαλαμιηλ υἱὸς Σουρισαδαι
Numb LXX 7:37  τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν
Numb LXX 7:38  θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος
Numb LXX 7:39  μόσχον ἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
Numb LXX 7:40  καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας
Numb LXX 7:41  καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον Σαλαμιηλ υἱοῦ Σουρισαδαι
Numb LXX 7:42  τῇ ἡμέρᾳ τῇ ἕκτῃ ἄρχων τῶν υἱῶν Γαδ Ελισαφ υἱὸς Ραγουηλ
Numb LXX 7:43  τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν
Numb LXX 7:44  θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος
Numb LXX 7:45  μόσχον ἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
Numb LXX 7:46  καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας
Numb LXX 7:47  καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον Ελισαφ υἱοῦ Ραγουηλ
Numb LXX 7:48  τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἄρχων τῶν υἱῶν Εφραιμ Ελισαμα υἱὸς Εμιουδ
Numb LXX 7:49  τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν
Numb LXX 7:50  θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος
Numb LXX 7:51  μόσχον ἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
Numb LXX 7:52  καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας
Numb LXX 7:53  καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον Ελισαμα υἱοῦ Εμιουδ
Numb LXX 7:54  τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἄρχων τῶν υἱῶν Μανασση Γαμαλιηλ υἱὸς Φαδασσουρ
Numb LXX 7:55  τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν
Numb LXX 7:56  θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος
Numb LXX 7:57  μόσχον ἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
Numb LXX 7:58  καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας
Numb LXX 7:59  καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον Γαμαλιηλ υἱοῦ Φαδασσουρ
Numb LXX 7:60  τῇ ἡμέρᾳ τῇ ἐνάτῃ ἄρχων τῶν υἱῶν Βενιαμιν Αβιδαν υἱὸς Γαδεωνι
Numb LXX 7:61  τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν
Numb LXX 7:62  θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος
Numb LXX 7:63  μόσχον ἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
Numb LXX 7:64  καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας
Numb LXX 7:65  καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον Αβιδαν υἱοῦ Γαδεωνι
Numb LXX 7:66  τῇ ἡμέρᾳ τῇ δεκάτῃ ἄρχων τῶν υἱῶν Δαν Αχιεζερ υἱὸς Αμισαδαι
Numb LXX 7:67  τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν
Numb LXX 7:68  θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος
Numb LXX 7:69  μόσχον ἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
Numb LXX 7:70  καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας
Numb LXX 7:71  καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον Αχιεζερ υἱοῦ Αμισαδαι
Numb LXX 7:72  τῇ ἡμέρᾳ τῇ ἑνδεκάτῃ ἄρχων τῶν υἱῶν Ασηρ Φαγαιηλ υἱὸς Εχραν
Numb LXX 7:73  τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν
Numb LXX 7:74  θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος
Numb LXX 7:75  μόσχον ἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
Numb LXX 7:76  καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας
Numb LXX 7:77  καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον Φαγαιηλ υἱοῦ Εχραν
Numb LXX 7:78  τῇ ἡμέρᾳ τῇ δωδεκάτῃ ἄρχων τῶν υἱῶν Νεφθαλι Αχιρε υἱὸς Αιναν
Numb LXX 7:79  τὸ δῶρον αὐτοῦ τρυβλίον ἀργυροῦν ἕν τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ φιάλην μίαν ἀργυρᾶν ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν
Numb LXX 7:80  θυίσκην μίαν δέκα χρυσῶν πλήρη θυμιάματος
Numb LXX 7:81  μόσχον ἕνα ἐκ βοῶν κριὸν ἕνα ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα
Numb LXX 7:82  καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας
Numb LXX 7:83  καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο κριοὺς πέντε τράγους πέντε ἀμνάδας ἐνιαυσίας πέντε τοῦτο τὸ δῶρον Αχιρε υἱοῦ Αιναν
Numb LXX 7:84  οὗτος ὁ ἐγκαινισμὸς τοῦ θυσιαστηρίου ᾗ ἡμέρᾳ ἔχρισεν αὐτό παρὰ τῶν ἀρχόντων τῶν υἱῶν Ισραηλ τρυβλία ἀργυρᾶ δώδεκα φιάλαι ἀργυραῖ δώδεκα θυίσκαι χρυσαῖ δώδεκα
Numb LXX 7:85  τριάκοντα καὶ ἑκατὸν σίκλων τὸ τρυβλίον τὸ ἕν καὶ ἑβδομήκοντα σίκλων ἡ φιάλη ἡ μία πᾶν τὸ ἀργύριον τῶν σκευῶν δισχίλιοι καὶ τετρακόσιοι σίκλοι ἐν τῷ σίκλῳ τῷ ἁγίῳ
Numb LXX 7:86  θυίσκαι χρυσαῖ δώδεκα πλήρεις θυμιάματος πᾶν τὸ χρυσίον τῶν θυισκῶν εἴκοσι καὶ ἑκατὸν χρυσοῖ
Numb LXX 7:87  πᾶσαι αἱ βόες εἰς ὁλοκαύτωσιν μόσχοι δώδεκα κριοὶ δώδεκα ἀμνοὶ ἐνιαύσιοι δώδεκα καὶ αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν καὶ χίμαροι ἐξ αἰγῶν δώδεκα περὶ ἁμαρτίας
Numb LXX 7:88  πᾶσαι αἱ βόες εἰς θυσίαν σωτηρίου δαμάλεις εἴκοσι τέσσαρες κριοὶ ἑξήκοντα τράγοι ἑξήκοντα ἀμνάδες ἑξήκοντα ἐνιαύσιαι ἄμωμοι αὕτη ἡ ἐγκαίνωσις τοῦ θυσιαστηρίου μετὰ τὸ πληρῶσαι τὰς χεῖρας αὐτοῦ καὶ μετὰ τὸ χρῖσαι αὐτόν
Numb LXX 7:89  ἐν τῷ εἰσπορεύεσθαι Μωυσῆν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου λαλῆσαι αὐτῷ καὶ ἤκουσεν τὴν φωνὴν κυρίου λαλοῦντος πρὸς αὐτὸν ἄνωθεν τοῦ ἱλαστηρίου ὅ ἐστιν ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου ἀνὰ μέσον τῶν δύο χερουβιμ καὶ ἐλάλει πρὸς αὐτόν