PROVERBS
Chapter 6
Prov | LXX | 6:3 | ποίει υἱέ ἃ ἐγώ σοι ἐντέλλομαι καὶ σῴζου ἥκεις γὰρ εἰς χεῖρας κακῶν διὰ σὸν φίλον ἴθι μὴ ἐκλυόμενος παρόξυνε δὲ καὶ τὸν φίλον σου ὃν ἐνεγυήσω | |
Prov | LXX | 6:6 | ἴθι πρὸς τὸν μύρμηκα ὦ ὀκνηρέ καὶ ζήλωσον ἰδὼν τὰς ὁδοὺς αὐτοῦ καὶ γενοῦ ἐκείνου σοφώτερος | |
Prov | LXX | 6:8 | ἑτοιμάζεται θέρους τὴν τροφὴν πολλήν τε ἐν τῷ ἀμήτῳ ποιεῖται τὴν παράθεσιν ἢ πορεύθητι πρὸς τὴν μέλισσαν καὶ μάθε ὡς ἐργάτις ἐστὶν τήν τε ἐργασίαν ὡς σεμνὴν ποιεῖται ἧς τοὺς πόνους βασιλεῖς καὶ ἰδιῶται πρὸς ὑγίειαν προσφέρονται ποθεινὴ δέ ἐστιν πᾶσιν καὶ ἐπίδοξος καίπερ οὖσα τῇ ῥώμῃ ἀσθενής τὴν σοφίαν τιμήσασα προήχθη | |
Prov | LXX | 6:10 | ὀλίγον μὲν ὑπνοῖς ὀλίγον δὲ κάθησαι μικρὸν δὲ νυστάζεις ὀλίγον δὲ ἐναγκαλίζῃ χερσὶν στήθη | |
Prov | LXX | 6:11 | εἶτ’ ἐμπαραγίνεταί σοι ὥσπερ κακὸς ὁδοιπόρος ἡ πενία καὶ ἡ ἔνδεια ὥσπερ ἀγαθὸς δρομεύς ἐὰν δὲ ἄοκνος ᾖς ἥξει ὥσπερ πηγὴ ὁ ἀμητός σου ἡ δὲ ἔνδεια ὥσπερ κακὸς δρομεὺς ἀπαυτομολήσει | |
Prov | LXX | 6:14 | διεστραμμένῃ δὲ καρδίᾳ τεκταίνεται κακὰ ἐν παντὶ καιρῷ ὁ τοιοῦτος ταραχὰς συνίστησιν πόλει | |
Prov | LXX | 6:22 | ἡνίκα ἂν περιπατῇς ἐπάγου αὐτήν καὶ μετὰ σοῦ ἔστω ὡς δ’ ἂν καθεύδῃς φυλασσέτω σε ἵνα ἐγειρομένῳ συλλαλῇ σοι | |
Prov | LXX | 6:25 | μή σε νικήσῃ κάλλους ἐπιθυμία μηδὲ ἀγρευθῇς σοῖς ὀφθαλμοῖς μηδὲ συναρπασθῇς ἀπὸ τῶν αὐτῆς βλεφάρων | |