Site uses cookies to provide basic functionality.

OK
SIRACH
Prev Up Next Toggle notes
Chapter 34
Sira LXX 34:1  κεναὶ ἐλπίδες καὶ ψευδεῖς ἀσυνέτῳ ἀνδρί καὶ ἐνύπνια ἀναπτεροῦσιν ἄφρονας
Sira LXX 34:2  ὡς δρασσόμενος σκιᾶς καὶ διώκων ἄνεμον οὕτως ὁ ἐπέχων ἐνυπνίοις
Sira LXX 34:3  τοῦτο κατὰ τούτου ὅρασις ἐνυπνίων κατέναντι προσώπου ὁμοίωμα προσώπου
Sira LXX 34:4  ἀπὸ ἀκαθάρτου τί καθαρισθήσεται καὶ ἀπὸ ψευδοῦς τί ἀληθεύσει
Sira LXX 34:5  μαντεῖαι καὶ οἰωνισμοὶ καὶ ἐνύπνια μάταιά ἐστιν καὶ ὡς ὠδινούσης φαντάζεται καρδία
Sira LXX 34:6  ἐὰν μὴ παρὰ ὑψίστου ἀποσταλῇ ἐν ἐπισκοπῇ μὴ δῷς εἰς αὐτὰ τὴν καρδίαν σου
Sira LXX 34:7  πολλοὺς γὰρ ἐπλάνησεν τὰ ἐνύπνια καὶ ἐξέπεσον ἐλπίζοντες ἐπ’ αὐτοῖς
Sira LXX 34:8  ἄνευ ψεύδους συντελεσθήσεται νόμος καὶ σοφία στόματι πιστῷ τελείωσις
Sira LXX 34:9  ἀνὴρ πεπλανημένος ἔγνω πολλά καὶ ὁ πολύπειρος ἐκδιηγήσεται σύνεσιν
Sira LXX 34:10  ὃς οὐκ ἐπειράθη ὀλίγα οἶδεν ὁ δὲ πεπλανημένος πληθυνεῖ πανουργίαν
Sira LXX 34:11  πολλὰ ἑώρακα ἐν τῇ ἀποπλανήσει μου καὶ πλείονα τῶν λόγων μου σύνεσίς μου
Sira LXX 34:12  πλεονάκις ἕως θανάτου ἐκινδύνευσα καὶ διεσώθην τούτων χάριν
Sira LXX 34:13  πνεῦμα φοβουμένων κύριον ζήσεται ἡ γὰρ ἐλπὶς αὐτῶν ἐπὶ τὸν σῴζοντα αὐτούς
Sira LXX 34:14  ὁ φοβούμενος κύριον οὐδὲν εὐλαβηθήσεται καὶ οὐ μὴ δειλιάσῃ ὅτι αὐτὸς ἐλπὶς αὐτοῦ
Sira LXX 34:15  φοβουμένου τὸν κύριον μακαρία ἡ ψυχή τίνι ἐπέχει καὶ τίς αὐτοῦ στήριγμα
Sira LXX 34:16  οἱ ὀφθαλμοὶ κυρίου ἐπὶ τοὺς ἀγαπῶντας αὐτόν ὑπερασπισμὸς δυναστείας καὶ στήριγμα ἰσχύος σκέπη ἀπὸ καύσωνος καὶ σκέπη ἀπὸ μεσημβρίας φυλακὴ ἀπὸ προσκόμματος καὶ βοήθεια ἀπὸ πτώσεως
Sira LXX 34:17  ἀνυψῶν ψυχὴν καὶ φωτίζων ὀφθαλμούς ἴασιν διδούς ζωὴν καὶ εὐλογίαν
Sira LXX 34:18  θυσιάζων ἐξ ἀδίκου προσφορὰ μεμωμημένη καὶ οὐκ εἰς εὐδοκίαν δωρήματα ἀνόμων
Sira LXX 34:19  οὐκ εὐδοκεῖ ὁ ὕψιστος ἐν προσφοραῖς ἀσεβῶν οὐδὲ ἐν πλήθει θυσιῶν ἐξιλάσκεται ἁμαρτίας
Sira LXX 34:20  θύων υἱὸν ἔναντι τοῦ πατρὸς αὐτοῦ ὁ προσάγων θυσίαν ἐκ χρημάτων πενήτων
Sira LXX 34:21  ἄρτος ἐπιδεομένων ζωὴ πτωχῶν ὁ ἀποστερῶν αὐτὴν ἄνθρωπος αἱμάτων
Sira LXX 34:22  φονεύων τὸν πλησίον ὁ ἀφαιρούμενος ἐμβίωσιν καὶ ἐκχέων αἷμα ὁ ἀποστερῶν μισθὸν μισθίου
Sira LXX 34:23  εἷς οἰκοδομῶν καὶ εἷς καθαιρῶν τί ὠφέλησαν πλεῖον ἢ κόπους
Sira LXX 34:24  εἷς εὐχόμενος καὶ εἷς καταρώμενος τίνος φωνῆς εἰσακούσεται ὁ δεσπότης
Sira LXX 34:25  βαπτιζόμενος ἀπὸ νεκροῦ καὶ πάλιν ἁπτόμενος αὐτοῦ τί ὠφέλησεν ἐν τῷ λουτρῷ αὐτοῦ
Sira LXX 34:26  οὕτως ἄνθρωπος νηστεύων ἐπὶ τῶν ἁμαρτιῶν αὐτοῦ καὶ πάλιν πορευόμενος καὶ τὰ αὐτὰ ποιῶν τῆς προσευχῆς αὐτοῦ τίς εἰσακούσεται καὶ τί ὠφέλησεν ἐν τῷ ταπεινωθῆναι αὐτόν